1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

14

οὐ δυνήσεται διαφυγεῖν, ἕως ἂν αὐτῷ κἂν ἐκ μέρους πείθεσθαι βούληται. Ταῦτα οὐ κατηγοροῦντες τοῦ νόμου λέγομεν, μὴ γένοιτο! ἀλλὰ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς τοῦ Χριστοῦ χάριτος δεῖξαι βουλόμενοι. Οὐ γάρ ἐστιν ὁ νόμος ἐναντίος τῷ Χριστῷ· πῶς γὰρ ὁ ὑπ' αὐτοῦ δοθεὶς, ὁ πρὸς αὐτὸν ἡμᾶς παιδαγωγῶν; ἀλλὰ διὰ τὴν ἄκαιρον φιλονεικίαν τῶν οὐκ εἰς δέον αὐτῷ χρωμένων πάντα ταῦτα λέγειν ἀναγκαζόμεθα. Ἐκεῖνοι γάρ εἰσιν οἱ τὸν νόμον ὑβρίζοντες, οἱ κελεύοντες ἀποστῆναι καθάπαξ αὐτοῦ, καὶ τῷ Χριστῷ προσελθεῖν, καὶ ἀντεχόμενοι πάλιν αὐτοῦ. Ἐπεὶ ὅτι μέγιστα τὴν φύσιν ὠφέλησε τὴν ἡμετέραν ὁ νόμος, ὁμολογῶ κἀγὼ, καὶ οὐκ ἂν ἀρνηθείην ποτέ. Ἀλλ' ὁ παρὰ καιρὸν ἀντεχόμενος αὐτοῦ σὺ οὐ συγχωρεῖς φανῆναι τῆς ὠφελείας αὐτοῦ τὸ μέγεθος. Καθάπερ γὰρ παιδαγωγοῦ μέγιστον ἐγκώμιον γένοιτ' ἂν, τὸ μηκέ48.860 τι δεῖσθαι τῆς παρ' αὐτοῦ φυλακῆς εἰς σωφροσύνην τὸν ὑπ' αὐτοῦ παιδαγωγηθέντα νέον, εἰς μείζονα ἐπιδόντα ἀρετήν· οὕτω καὶ νόμῳ μέγιστος ἔπαινος γένοιτ' ἂν, τὸ μηκέτι χρείαν ἔχειν ἡμᾶς τῆς παρ' αὐτοῦ βοηθείας. Αὐτὸ γὰρ δὴ τοῦτο παρὰ τοῦ νόμου γέγονεν ἡμῖν, τὸ πρὸς μείζονος φιλοσοφίας ὑποδοχὴν ἐπιτηδειοτέραν ἡμῖν γενέσθαι τὴν ψυχήν. Ὥστε ὁ μὲν ἔτι παρακαθήμενος αὐτῷ, καὶ μὴ δυνάμενος μεῖζόν τι τῶν ἐκεῖ γεγραμμένων ἰδεῖν, οὐδὲν ἐκέρδανε παρ' αὐτοῦ μέγα. Ἐγὼ δὲ ὁ τοῦτον μὲν ἀφεὶς, πρὸς δὲ τὰ ὑψηλότερα τοῦ Χριστοῦ δόγματα δραμὼν, μάλιστα ἂν αὐτὸν δυναίμην σεμνύνειν, ὅτι με τοιοῦτον εἰργάσατο, ὡς δυνηθῆναι τῶν ἐν αὐτῷ γεγραμμένων τὴν σμικρότητα ὑπερβάντα, πρὸς τὸ τῆς διδασκαλίας ὕψος ἀναβῆναι τῆς παρὰ τοῦ Χριστοῦ γενομένης ἡμῖν. Μεγάλα τὴν φύσιν τὴν ἡμετέραν ὠφέλησεν ὁ νόμος, ἀλλ' ἐὰν τῷ Χριστῷ προσαγάγῃ γνησίως· ὡς ἐὰν μὴ τοῦτο ᾖ, καὶ κατέβλαψε, μειζόνων ἀποστερήσας ἡμᾶς τῇ τῶν ἐλαττόνων προσεδρίᾳ, καὶ τῷ πάλιν ἐν τοῖς μυρίοις τῶν παραβάσεων τραύμασιν ἔτι κατέχειν. Καὶ γὰρ εἰ δυοῖν ἰατρῶν ὄντων, τοῦ μὲν ἀσθενεστέρου, τοῦ δὲ δυνατωτέρου, ὁ μὲν τοῖς ἕλκεσι φάρμακα ἐπιτιθεὶς μὴ δύναιτο ἀπαλλάξαι καθάπαξ τῆς ἐξ ἐκείνων ὀδύνης τὸν ἄῤῥωστον ... λείπει ...

γʹ. ... ὁ ἀδελφός σου, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε· πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Οὐκ εἶπε, Σύστειλον τὴν θυσίαν, καὶ τότε ἄπελθε, ἀλλ', Ἄφες μένειν ἀπλήρωτον, καὶ ἀπελθὼν διαλλάγηθι τῷ ἀδελφῷ σου. Καὶ οὐκ ἐνταῦθα τοῦτο μόνον ἐποίησεν, ἀλλὰ καὶ ἑτέρωθι πάλιν. Ἐὰν μὲν γὰρ ἄπιστον ἔχῃ γυναῖκά τις, τουτέστιν, Ἑλληνίδα, οὐκ ἀναγκάζεται ἐκβαλεῖν· Εἴ τις γὰρ, φησὶν, ἔχει γυναῖκα ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· ἂν δὲ πόρνην καὶ μοιχαλίδα, οὐ κωλύεται ἐκβάλλειν. Ὃς γὰρ ἂν φησὶν, ἀπολύσει τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. Ὥστε ἐπὶ λόγου πορνείας ἔξεστιν ἀπολῦσαι. Εἶδες φιλανθρωπίαν Θεοῦ καὶ κηδεμονίαν. Ἂν Ἑλληνὶς ᾖ, φησὶν, ἡ γυνὴ, μὴ ἐκβάλλῃς· ἂν δὲ πόρνη, οὐ κωλύω τοῦτο ποιῆσαι. Ἂν εἰς ἐμὲ, φησὶν, ἀσεβήσῃ, μὴ ἐκβάλλῃς· ἂν δὲ εἰς σὲ ὑβρίσῃ, οὐδεὶς ὁ κωλύων ἐκβαλεῖν. Εἶτα ὁ μὲν Θεὸς τοσαύτῃ τιμῇ κέχρηται πρὸς ἡμᾶς, ἡμεῖς δὲ οὐδὲ τῶν ἴσων αὐτὸν ἀξιώσομεν, ἀλλ' ὑβριζόμενον αὐτὸν παρὰ τῶν ἡμετέρων περιοψόμεθα γυναικῶν, καὶ ταῦτα εἰδότες, ὅτι μεγίστη κόλασις ἡμῖν ἀποκείσεται καὶ τιμωρία, ὅταν τῆς τῶν γυναικῶν ὑπερορῶμεν σωτηρίας; ∆ιὰ γὰρ τοῦτο κεφαλήν σε τῆς γυναικὸς ἐποίησε, διὰ τοῦτο καὶ ὁ Παῦλος ἐκέλευσεν· Εἴ τι μαθεῖν θέλουσιν αἱ γυναῖκες, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτᾷν, ἵνα ὥσπερ διδάσκαλος καὶ κηδεμὼν καὶ προστάτης, εἰς εὐσέβειαν αὐτὴν ἐνάγῃς. Ὑμεῖς δὲ, ὅταν μὲν καιρὸς συνάξεως πρὸς τὴν ἐκκλησίαν καλῇ, ῥᾳθυμούσας οὐ διεγείρετε· τοῦ δὲ διαβόλου πρὸς τὰς σάλπιγγας αὐτὰς καλοῦντος, ἑτοίμως ἐπακουούσας οὐ κατέχετε, ἀλλὰ περιορᾶτε τοῖς τῆς ἀσεβείας ἐγκλήμασιν ἁλισκομένας, καὶ πρὸς 48.861 ἀκολασίαν ἐξελκομένας. Καὶ γὰρ πόρναι καὶ μαλακοὶ καὶ πᾶς ὁ τῆς ὀρχήστρας χορὸς ἐκεῖ συντρέχειν εἰώθασι. Καὶ τί λέγω πορνείας τὰς