1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

19

διδασκάλους; Καὶ τί χρὴ λέγειν διδασκάλους καὶ προφήτας, ὅπουγε καὶ αὐτοὺς τοὺς υἱοὺς αὐτῶν κατέσφαξαν; Ἔθυσαν γὰρ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις. Τὴν φύσιν ἠγνόησαν, καὶ ἡμέρας ἤμελλον παρατηρεῖν; εἰπέ μοι· τὴν συγγένειαν κατεπάτησαν, τῶν τέκνων ἐπελάθοντο, αὐτοῦ τοῦ πεποιηκότος αὐτοὺς Θεοῦ ἐπελάθοντο· Θεὸν γὰρ, φησὶ, τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε· τὸν Θεὸν ἐγκατέλιπον, καὶ ἑορτὰς φυλάττειν ἤμελλον; καὶ τίς ἂν τοῦτο εἴποι; Ἐπεὶ καὶ ὁ Χριστὸς διὰ τοῦτο μετ' αὐτῶν τὸ πάσχα ἐποίησεν, οὐχ ἵνα ποιῶμεν ἡμεῖς μετ' ἐκείνων, ἀλλ' ἵνα τῇ σκιᾷ τὴν ἀλήθειαν ἐπαγάγῃ. Καὶ γὰρ καὶ περιτομὴν ὑπέμεινε, καὶ σάββατα ἐτήρησε, καὶ ἑορτὰς ἐπετέλεσε, καὶ ἄζυμα ἔφαγε, καὶ ἐν Ἱεροσολύμοις ταῦτα ἔπραξεν ἅπαντα. Ἀλλ' οὐδενὶ τούτων ἡμεῖς ὑποκείμεθα, ἀλλὰ βοᾷ Παῦλος λέγων· Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Καὶ περὶ τῶν ἀζύμων πάλιν· Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ἡμῶν γὰρ τὰ ἄζυμα οὐκ ἄλευρον πεφυραμένον, ἀλλ' εἰλικρινὴς πολιτεία, καὶ βίος ἐνάρετος.

δʹ. Τίνος οὖν ἕνεκεν ἐποίησεν ὁ Χριστὸς τότε; Ἐπειδὴ τὸ παλαιὸν πάσχα τύπος ἦν τοῦ μέλλοντος ἔσεσθαι, ἔδει δὲ τὴν ἀλήθειαν ἐπιτεθῆναι τῷ τύπῳ, πρότερον δείξας τὴν σκιὰν, τότε ἐπήγαγε τὴν ἀλήθειαν ἐπὶ τῆς τραπέζης· τῆς ἀληθείας δὲ ἐπενεχθείσης, ἡ σκιὰ λοιπὸν ἀποκρύπτεται, καὶ οὐδὲ καιρὸν ἔχει. Μὴ τοίνυν τοῦτο προβάλλου, ἀλλ' ἐκεῖνό μοι δεῖξον, ὅτι οὕτως ἐκέλευσε ποιεῖν ὁ Χριστός. Ἐγὼ γὰρ τοὐναντίον δείκνυμι, ὅτι οὐ μόνον οὐκ ἐκέλευσε παρατηρεῖν ἡμέρας, ἀλλὰ καὶ ἀπέλυσεν ἡμᾶς τῆς ἀνάγκης ταύτης. Ἄκουσον γοῦν τί φησιν ὁ Παῦλος· ὅταν δὲ τὸν Παῦλον εἴπω, τὸν Χριστὸν λέγω· ἐκεῖνος γάρ ἐστιν ὁ τὴν Παύλου κινῶν ψυχήν. Τί οὖν οὗτός φησιν; Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. Φοβοῦμαι ὑμᾶς, μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Καὶ πάλιν, Ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Ὁσάκις δὲ εἰπὼν, κύριον ἐποίησε τὸν προσιόντα, 48.867 πάσης ἡμερῶν παρατηρήσεως ἀπαλλάξας αὐτόν. Οὐ γὰρ ταὐτὸν πάσχα καὶ τεσσαρακοστὴ, ἀλλ' ἕτερον πάσχα, καὶ ἕτερον τεσσαρακοστή. Τεσσαρακοστὴ μὲν γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ γίνεται, πάσχα δὲ τρίτον τῆς ἑβδομάδος· ἔστι δ' ὅτε καὶ τέταρτον, μᾶλλον δὲ ὁσάκις ἂν βουλώμεθα· πάσχα γὰρ οὐ νηστεία ἐστὶν, ἀλλ' ἡ προσφορὰ καὶ ἡ θυσία ἡ καθ' ἑκάστην γινομένη σύναξιν. Καὶ ὅτι τοῦτό ἐστιν, ἄκουσον τοῦ Παύλου λέγοντος, Τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός· καὶ, Ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Ὥστε ὁσάκις ἂν προσίῃς μετὰ καθαροῦ συνειδότος, πάσχα ἐπιτελεῖς, οὐχ ὅταν νηστεύῃς, ἀλλ' ὅταν τῆς θυσίας ἐκείνης μετέχῃς. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Πάσχα δέ ἐστι τὸ τὸν θάνατον καταγγέλλειν. Καὶ γὰρ ἡ σήμερον γινομένη προσφορὰ, καὶ ἡ χθὲς ἐπιτελεσθεῖσα, καὶ ἡ καθ' ἑκάστην ἡμέραν ὁμοία ἐστὶ καὶ ἡ αὐτὴ τῇ γινομένῃ κατὰ τὴν ἡμέραν ἐκείνην τὴν τοῦ Σαββάτου, καὶ οὐδὲν ἐκείνη ταύτης σεμνοτέρα, οὐδὲ αὕτη ἐκείνης εὐτελεστέρα, ἀλλὰ μία καὶ ἡ αὐτὴ, ὁμοίως φρικτὴ καὶ σωτήριος. Τίνος οὖν ἕνεκεν νηστεύομεν, φησὶ, τὰς τεσσαράκοντα ταύτας ἡμέρας; Πολλοὶ τὸ παλαιὸν τοῖς μυστηρίοις προσῄεσαν ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ μάλιστα κατὰ τὸν καιρὸν τοῦτον, καθ' ὃν ὁ Χριστὸς αὐτὰ παρέδωκε. Συνειδότες οὖν οἱ πατέρες τὴν βλάβην τὴν γινομένην ἐκ τῆς ἠμελημένης προσόδου, συνελθόντες ἐτύπωσαν ἡμέρας τεσσαράκοντα νηστείας, εὐχῶν, ἀκροάσεως, συνόδων, ἵν' ἐν ταῖς ἡμέραις ταύταις καθαρθέντες μετ' ἀκριβείας ἅπαντες καὶ δι' εὐχῶν, καὶ δι' ἐλεημοσύνης, καὶ διὰ νηστείας, καὶ διὰ παννυχίδων, καὶ διὰ δακρύων, καὶ δι' ἐξομολογήσεως, καὶ διὰ τῶν ἄλλων ἁπάντων, οὕτω κατὰ δύναμιν τὴν ἡμετέραν μετὰ καθαροῦ συνειδότος προσίωμεν. Καὶ ὅτι μέγα κατώρθωσαν, διὰ τῆς συγκαταβάσεως ταύτης εἰς συνήθειαν