1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

31

τάλαντον ἐκεῖνο κατορύξας, ὁλόκληρον ἀπέδωκε τῷ ἰδίῳ δεσπότῃ· ἀλλ' ὅμως ἐπειδὴ μὴ ἐπλεόνασεν αὐτὸ ἐκολάζετο. Καὶ σὺ τοίνυν, αὐτὸς ἂν καθαρὸς διαμείνῃς καὶ ἀκέραιος, μὴ πλεονάσῃς δέ σου τὸ τάλαντον, μηδὲ ἕτερον ἀδελφὸν ἀπολλύμενον ἐπαναγάγῃς εἰς σωτηρίαν, τὰ αὐτὰ ἐκείνῳ πείσῃ. Τί μέγα αἰτῶ παρ' ὑμῶν, ἀγαπητοί; Ἕκαστος ὑμῶν ἕνα μοι τῶν ἀδελφῶν ἀνασωσάτω, περιεργασάσθω, πολυπραγμονησάτω, ἵνα εἰς τὴν ἐπιοῦσαν σύναξιν μετὰ πολλῆς παῤῥησίας ἀπαντήσωμεν, δῶρα τῷ Θεῷ κομίζοντες, δῶρα πάντων τιμιώτερα, τὰς ψυχὰς τῶν πεπλανημένων ἐπαναγαγόντες· κἂν ὑβρισθῆναι δέῃ, κἂν πληγὰς λαβεῖν, κἂν ὁτιοῦν ἕτερον ὑπομεῖναι, πάντα ποιήσωμεν, ὥστε αὐτοὺς ἀνακτήσασθαι. Καὶ γὰρ λακτιζόντων τῶν νοσούντων καὶ ὑβριζόντων καὶ λοιδορούντων ἀνεχόμεθα, οὐ δακνόμεθα ταῖς ὕβρεσιν, ἀλλ' ἓν μόνον ἐπιθυμοῦμεν ἰδεῖν, τοῦ τὰ τοιαῦτα ἀσχημονοῦντος τὴν ὑγίειαν. Καὶ ἰατροῦ πολλάκις ἐσθῆτα διέῤῥηξεν ὁ κάμνων· ἀλλ' οὐ διὰ τοῦτο ἀπέστη ἐκεῖνος τῆς θεραπείας. Πῶς οὖν οὐκ ἄτοπον, τοὺς μὲν τῶν σωμάτων προνοοῦντας τοσαύτην ποιεῖσθαι τὴν ἐπιμέλειαν, ψυχῶν δὲ τοσούτων ἀπολλυμένων, ῥᾳθυμεῖν, καὶ μηδὲν ἡγεῖσθαι πάσχειν δεινὸν, τῶν μελῶν ἡμῶν σηπομένων; Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως· ἀλλὰ πῶς; Τίς, φησὶν, ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Τοῦτο καὶ σὺ δέξαι τὸ πῦρ· κἂν ἴδῃς ἀδελφὸν ἀπολλύμενον, κἂν λοιδορῇ, κἂν ὑβρίζῃ, κἂν τύπτῃ, κἂν ἀπειλῇ ἐχθρὸς γενέσθαι, κἂν ὁτιοῦν ἕτερον ἐπανατείνηται, πάντα φέρε γενναίως, ὅπως αὐτοῦ κερδάνῃς τὴν σωτηρίαν. Ἐὰν οὗτος ἐχθρός σου γένηται, ὁ Θεὸς ἔσται σου φίλος, καὶ μεγάλοις σε κατὰ τὴν ἡμέραν ἐκείνην ἀμείψεται τοῖς ἀγαθοῖς. Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων τούς τε πεπλανημένους ἀνασωθῆναι, ὑμᾶς τε τῆς ἄγρας περιγενέσθαι, αὐτούς τε τοὺς βλασφήμους ἐκείνους τῆς ἀσεβείας ἀπαλλαγέντας, ἐπιγνῶναι τὸν ὑπὲρ αὐτῶν σταυρωθέντα Χριστὸν, ἵνα πάντες ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

48.883 ΚΑΤΑ ΙΟΥ∆ΑΙΩΝ Λόγος πέμπτος. αʹ. Πόθεν ἡμῖν ἄρα πλείων ὁ σύλλογος γέγονε σήμερον; Πρὸς τὴν ἀπαίτησιν

τῆς ὑποσχέσεως ἀπηντήκατε πάντως, καὶ τὸ ἀργύριον τὸ πεπυρωμένον, ὅπερ ὑπεσχόμην καταβαλεῖν, ὑποδέξασθαι παρεγένεσθε. Τὰ λόγια γὰρ, φησὶ, Κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ. Εὐλογητὸς ὁ Θεὸς, ὁ τοσαύτην ὑμῖν περὶ τὴν πνευματικὴν ἀκρόασιν ἐπιθυμίαν ἐνθείς. Καθάπερ γὰρ οἱ φίλοινοι καὶ φιλοπόται, ἀνιστάμενοι καθ' ἑκάστην ἡμέραν περιεργάζονται καὶ πολυπραγμονοῦσι ποῦ πότοι, καὶ συμπόσια, καὶ δεῖπνα, καὶ κῶμοι, καὶ μέθαι, καὶ φιάλαι, καὶ κρατῆρες, καὶ ποτήρια· οὕτω δὴ καὶ ὑμεῖς καθ' ἑκάστην ἡμέραν ἀνιστάμενοι περιεργάζεσθε, ποῦ παραίνεσις, καὶ συμβουλὴ, καὶ παράκλησις, καὶ διδασκαλία, καὶ λόγος εἰς δόξαν Χριστοῦ συντείνων. ∆ιὰ ταῦτα καὶ ἡμεῖς αὐτοὶ προθυμότερον ταύτης ἁπτόμεθα τῆς ὑποθέσεως, καὶ, ἅπερ ὑπεσχόμεθα, μετὰ πάσης κατατίθεμεν τῆς εὐγνωμοσύνης. Ἡ μὲν οὖν πρὸς Ἰουδαίους μάχη τέλος ἔλαβε τὸ προσῆκον· καὶ τὸ τρόπαιον ἕστηκε, καὶ ὁ στέφανος ἡμῖν ἀπήρτισται, καὶ τὸ βραβεῖον ἡρπάσαμεν καὶ ἀπὸ τῆς προτέρας διαλέξεως. Τὸ γὰρ σπουδαζόμενον ἦν ἡμῖν ἀποδεῖξαι, ὅτι τὰ γινόμενα νῦν ὑπ' αὐτῶν παρανομία τίς ἐστι καὶ παράβασις, καὶ ἀνθρώπων πρὸς Θεὸν μάχη καὶ πόλεμος· καὶ τοῦτο σὺν Θεῷ μετὰ ἀκριβείας ἁπάσης ἀπεδείχθη. Εἰ γὰρ καὶ μέλλοιεν ἀπολαμβάνειν τὴν ἑαυτῶν πόλιν, καὶ ἐπὶ τὴν προτέραν ἐπανιέναι πολιτείαν, καὶ τὸν ναὸν ὁρᾷν