1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

33

μαθηταὶ τῷ γενομένῳ, λέγοντες· ∆ιατί μὴ ἐπράθη τοῦτο 48.885 τριακοσίων δηναρίων, καὶ ἐδόθη πτωχοῖς; Ἐγκαλῶν τοίνυν αὐτοῖς, οὕτω πως φησί· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἐποίησε. Λέγω γὰρ ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ Εὐαγγέλιον τοῦτο εἰς πᾶσαν τὴν γῆν, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς. Ἆρ' οὖν ἐψεύσατο, ἢ ἠλήθευσεν; ἔλαβε τέλος ἡ προφητεία, ἢ διέπεσεν; Ἐρώτησον τὸν Ἰουδαῖον· κἂν μυριάκις ἀναισχυντῇ πρὸς τὴν πρόῤῥησιν ταύτην ἀντιβλέψαι οὐχ ἕξει. Καὶ γὰρ ἐν ἐκκλησίαις ἁπάσαις ἀκούομεν τὴν γυναῖκα λαλουμένην, καὶ ἑστήκασιν ἀκούοντες ὕπατοι, στρατηγοὶ, ἄνδρες, γυναῖκες, περιφανεῖς, ἐπίσημοι, λαμπροὶ ἐν ἁπάσαις πόλεσιν· καὶ ὅπουπερ ἂν ἀφίκῃ τῆς οἰκουμένης, μετὰ πάσης ἡσυχίας πάντες ἀκούουσι τοῦ τῆς γυναικὸς κατορθώματος, καὶ οὐκ ἔστι μέρος τῆς οἰκουμένης, ὃ τὸ γενόμενον ἠγνόησεν. Καίτοι πόσοι βασιλεῖς πολλὰ καὶ μεγάλα εἰργάσαντο τὰς πόλεις ἀγαθὰ, καὶ πολέμους κατώρθωσαν, καὶ τρόπαια πολλὰ ἔστησαν, καὶ ἔθνη διέσωσαν, καὶ πόλεις ἀνέστησαν, καὶ προσόδους μυρίας προσεκτήσαντο· ἀλλ' ὅμως σεσίγηνται μετὰ τῶν οἰκείων κατορθωμάτων. Καὶ βασιλίδες πολλαὶ, καὶ μεγάλαι γυναῖκες, μυρία τοὺς ἀρχομένους εὐεργετήσασαι, οὐδὲ ἐξ ὀνόματός εἰσί τισι γνώριμαι. Ἡ δὲ εὐτελὴς αὕτη γυνὴ, ἔλαιον καταχέασα μόνον, πανταχοῦ τῆς οἰκουμένης ᾄδεται, καὶ χρόνου πλῆθος τοσοῦτον οὐκ ἔσβεσεν αὐτῆς τὴν μνήμην, οὐδὲ σβέσει ποτέ· καίτοι οὐδὲ τὸ ἔργον περιφανές· τί γὰρ ἦν, τὸ ἔλαιον καταχέειν; οὐδὲ τὸ πρόσωπον ἐπίσημον· γυνὴ γὰρ ἦν ἀπεῤῥιμμένη· οὐδὲ οἱ μάρτυρες πολλοί· μεταξὺ γὰρ τῶν μαθητῶν ἐποίησεν· οὐδὲ ὁ τόπος κατάδηλος· οὐδὲ γὰρ ἐν θεάτρῳ παρελθοῦσα τοῦτο εἰργάσατο, ἀλλ' ἐν οἰκίᾳ, δέκα μόνον παρόντων ἀνθρώπων. Ἀλλ' ὅμως οὔτε ἡ εὐτέλεια τοῦ προσώπου, οὔτε ἡ ὀλιγότης τῶν μαρτύρων, οὔτε τὸ ἄσημον τοῦ τόπου, οὔτε ἄλλο οὐδὲν ἴσχυσεν αὐτῆς ἀφανίσαι τὴν μνήμην· ἀλλὰ βασιλίδων πασῶν, καὶ βασιλέων ἁπάντων λαμπροτέρα νῦν ἐστιν ἡ γυνὴ, καὶ χρόνος οὐδεὶς λήθῃ τὸ γενόμενον παρέδωκε. Πόθεν; εἰπέ μοι· τίνος τοῦτο ἐργασαμένου; οὐχὶ τοῦ θεραπευθέντος τότε Θεοῦ, πανταχοῦ τὴν φήμην ταύτην διασπείραντος; Ταῦτα οὖν ἀνθρωπίνης δυνάμεως, εἰπέ μοι, τὸ τοιαῦτα προαναφωνεῖν; καὶ τίς ἂν ταῦτα εἴποι νοῦν ἔχων; Τὸ μὲν γάρ τι τῶν ὑπ' αὐτοῦ γενομένων προλέγειν, θαυμαστὸν μὲν καὶ παράδοξον· τὸ δὲ καὶ τὰ παρ' ἑτέρων γινόμενα προλέγειν, καὶ ποιεῖν εὔπιστα γίνεσθαι καὶ πᾶσι κατάδηλα, πολλῷ μεῖζον καὶ θαυμαστότερον. Πάλιν προεῖπε τῷ Πέτρῳ, Ἐπὶ τὴν πέτραν ταύτην οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Τί οὖν, εἰπέ μοι, ἔχεις ἐπιλαβέσθαι τῶν εἰρημένων, ὦ Ἰουδαῖε, καὶ δεῖξαι ψευδῆ ταύτην εἶναι τὴν προαναφώνησιν; Ἀλλ' οὐκ ἀνέξεται τῶν πραγμάτων ἡ μαρτυρία, κἂν μυριάκις αὐτὸς φιλονεικῇς. Πόσοι γοῦν πόλεμοι κατὰ τῆς Ἐκκλησίας ἀνεῤῥιπίσθησαν; Καὶ στρατόπεδα πολλὰ παρεσκευάσθησαν, καὶ ὅπλα ἐκινήθη, καὶ πᾶν εἶδος κολάσεως, καὶ τιμωρίας ἐπενοήθη, καὶ 48.886 τήγανα, καὶ καταπέλται, καὶ λέβητες, καὶ κάμινοι, καὶ λάκκοι, καὶ κρημνοὶ, καὶ θηρίων ὀδόντες, καὶ πελάγη, καὶ δημεύσεις, καὶ ἕτερα μυρία βασανιστήρια οὐδὲ λόγῳ ῥητὰ, οὐδὲ ἔργῳ φορητὰ, καὶ οὐ παρὰ τῶν ἔξωθεν μόνον, ἀλλὰ καὶ παρὰ τῶν οἰκείων αὐτῶν. Καὶ γὰρ ἐμφύλιός τις τότε τὰ πάντα κατεῖχε πόλεμος, μᾶλλον δὲ ἐμφυλίου παντὸς χαλεπώτερος. Οὐ γὰρ πολῖται πολίταις μόνον, ἀλλὰ καὶ συγγενεῖς συγγενέσι, καὶ οἰκεῖοι οἰκείοις, καὶ φίλοι φίλοις συνεῤῥήγνυντο· ἀλλ' ὅμως οὐδὲν τούτων κατέλυσε τὴν Ἐκκλησίαν, οὐδὲ ἐποίησεν ἀσθενεστέραν· καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ὅτι ἐν τοῖς προοιμίοις ταῦτα πάντα ἐκινεῖτο. Εἰ μὲν γὰρ τότε ἐπήγετο τὰ δεινὰ, ὅτε ἐῤῥιζώθη, καὶ πανταχοῦ τῆς οἰκουμένης κατεφυτεύθη τὸ κήρυγμα, οὐχ οὕτω θαυμαστὸν ἦν τὸ μὴ παρατραπῆναι τὴν Ἐκκλησίαν· τὸ δὲ ἐν ἀρχῇ τῆς διδασκαλίας, ἄρτι τῆς πίστεως καταβληθείσης, καὶ τῆς διανοίας τῶν ἀκουόντων ἁπαλωτέρας οὔσης, τοσούτους συῤῥαγῆναι πολέμους, καὶ μὴ μόνον μηδὲν ἐλαττωθῆναι τὰ καθ' ἡμᾶς πράγματα, ἀλλὰ καὶ ἐπιδοῦναι