1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

37

μέτωπόν σου χαλκοῦν, τουτέστιν ἀναίσχυντον. Οὕτω γοῦν καὶ ἡμῖν ἔθος πολλάκις, τοὺς ἐρυθριᾷν μὴ εἰδότας χαλκοπροσώπους καλεῖν. Καὶ ἀνήγγειλά σοι, φησὶν ἃ μέλλει ἐπὶ σὲ ἔρχεσθαι, πρὶν ἢ γενέσθαι, καὶ ἀκουστά σοι ἐποίησα. Εἶτα τὴν αἰτίαν τῆς προῤῥήσεως λέγων, ἐπήγαγεν· Μήποτε εἴπῃς, ὅτι Τὰ εἴδωλά μοι ἐποίησε, καὶ τὰ γλυπτὰ καὶ τὰ φωνευτά μοι ἐνετείλατο. Καὶ πάλιν ἐπειδὴ φιλόνεικοί τινες ὄντες καὶ ἀλαζόνες, καὶ μετὰ τὴν ἔκβασιν ἠναισχύντουν ὡς μὴ προακηκοότες, οὐ προὔλεγον οἱ προφῆται τὰ ἐσόμενα μόνον, ἀλλὰ καὶ μάρτυρας ἐλάμβανον τῶν γινομένων. Οὕτω γοῦν πάλιν ὁ αὐτὸς Ἡσαΐας φησί· Μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ τὸν Ζαχαρίαν τὸν υἱὸν Βαραχίου. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐν τόμῳ καινῷ τὴν προφητείαν γράψας ἀπέθετο, ἵνα μετὰ τὴν ἔκβασιν αὐτὰ αὐτῶν καταμαρτυρῇ τὰ γράμματα, ὅτι ἄνωθεν αὐτοῖς καὶ πρὸ πολλοῦ τοῦ χρόνου προηγόρευται. ∆ιὰ τοῦτο οὐδὲ ἁπλῶς ἐν τόμῳ γράφει, ἀλλ' ἐν τόμῳ καινῷ, δυναμένῳ πρὸς τὸ μῆκος ἀρκέσαι τοῦ χρόνου καὶ μὴ διαφθαρῆναι ῥᾳδίως, ἀλλ' ἀναμεῖναι τὴν ἔκβασιν τῶν ἐν αὐτῷ γεγραμμένων πραγμάτων. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ πάντα αὐτοῖς προανεφώνει τὰ μέλλοντα ἔσεσθαι ὁ Θεὸς, οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν συμβάντων αὐτοῖς κακῶν τε καὶ ἀγαθῶν ποιήσομαι τὴν ἀπόδειξιν.

εʹ. Τρεῖς γοῦν δουλείας ὑπέμειναν χαλεπωτάτας οἱ Ἰουδαῖοι, καὶ οὐδεμίαν χωρὶς προῤῥήσεως αὐτοῖς ἐπήγαγεν, ἀλλὰ πάσας αὐτοῖς προλεχθῆναι παρεσκεύασεν ὁ Θεὸς, καὶ τόπον, καὶ χρόνον, καὶ πρόσωπον, καὶ εἶδος κακώσεως, καὶ τὴν ἐπάνοδον, καὶ τὰ ἄλλα πάντα μετὰ ἀκριβείας προλέγων. Καὶ τὴν πρώτην πρόῤῥησιν ἐρῶ τὴν ἐν Αἰγύπτῳ. Πρὸς γοῦν τὸν Ἀβραὰμ διαλεγόμενος, οὕτω πώς φησι· Γινώσκων γνώσῃ. ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ· καὶ δουλώσουσιν αὐτὸ, καὶ κακώσουσιν ἔτη τετρακόσια. Τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγὼ, εἶπεν ὁ Θεός. Τετάρτῃ δὲ γενεᾷ ἐπανελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. Εἶδες πῶς τὸν ἀριθμὸν εἶπε τῶν ἐτῶν· τετρακόσια ἔτη· τὸν τρόπον τῆς δουλείας, ὅτι οὐχ ἁπλῶς δουλώσουσιν, ἀλλὰ καὶ κακώσουσιν. Ἄκουε γοῦν πῶς μετὰ ταῦτα ἐξηγεῖται ὁ Μωϋσῆς τὴν κάκωσιν· Τὰ ἄχυρα οὐ δίδοται τοῖς οἰκέταις σου, φησὶ, καὶ λέγουσιν ἡμῖν τὴν πλινθουργίαν ποιεῖν. Καὶ ἐμαστιγοῦντο καθ' ἑκάστην ἡμέραν, ἵνα μάθῃς, τί ἔστι τὸ, ∆ουλώσουσι καὶ κακώσουσι, καὶ, Τὸ ἔθνος ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· τὸν καταποντισμὸν τῶν Αἰγυπτίων λέγων, τὸν διὰ τῆς Ἐρυθρᾶς θαλάσσης, ὃν ἐν ταῖς ᾠδαῖς Μωϋσῆς ἀναγράφων οὕτως ἔλεγεν· Ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν. Εἶτα καὶ τὸν τρόπον τῆς ἐπανόδου, ὅτι ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. Χρήσασθε, φησὶν, ἕκαστος παρὰ τοῦ γείτονος αὐτοῦ καὶ συσκήνου σκεύη χρυσᾶ καὶ ἀργυρᾶ. Ἐπειδὴ γὰρ πολὺν ἐδούλευσαν χρόνον, καὶ τὸν μισθὸν οὐκ ἀπέλαβον, ἄκοντας αὐτοὺς ἀπαιτηθῆναι παρεσκεύασεν ὁ Θεός. Καὶ βοᾷ ὁ προφήτης, λέγων· Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ 48.891 καὶ χρυσίῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Μία μὲν αὕτη δουλεία μετὰ ἀκριβείας πάσης προδιηγόρευται· φέρε δὴ καὶ ἐφ' ἑτέραν τὸν λόγον ἀγάγωμεν. Ποίαν δή; Τὴν ἐν Βαβυλῶνι. Καὶ γὰρ καὶ ταύτην μετὰ ἀκριβείας προανεφώνησεν ὁ Ἱερεμίας, οὕτως εἰπών· Οὕτως εἶπε Κύριος· ὅταν μέλλῃ πληροῦσθαι τῇ Βαβυλῶνι ἑβδομήκοντα ἔτη, ἐπισκέψομαι ὑμᾶς, καὶ ἐπιστήσω ἐφ' ὑμᾶς τοὺς λόγους μου τοὺς ἀγαθοὺς, τοῦ ἀποστρέψαι εἰς τὸν τόπον τοῦτον· καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν ὑμῶν, καὶ ἀθροίσω ὑμᾶς ἐκ πάντων τῶν ἐθνῶν, καὶ ἐκ πάντων τῶν τόπων, οὗ διέσπειρα ὑμᾶς ἐκεῖ, φησὶ Κύριος, καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὸν τόπον, ὅθεν ἀπῴκισα ὑμᾶς ἐκεῖθεν. Ὁρᾷς πῶς καὶ ἐνταῦθα πάλιν καὶ τὴν πόλιν εἶπεν, καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν, καὶ πόθεν αὐτοὺς μέλλει συνάγειν, καὶ ποῦ συνάγειν; ∆ιὰ τοῦτο καὶ ὁ ∆ανιὴλ οὐ πρότερον ὑπὲρ αὐτῶν τὴν ἱκετηρίαν ἔθηκεν, ἀλλ' ὅτε εἶδε πληρωθέντα τὰ ἑβδομήκοντα ἔτη. Καὶ τίς ταῦτά φησιν; Αὐτὸς ὁ ∆ανιὴλ