1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

38

οὕτω λέγων· Καὶ ἐγὼ ∆ανιὴλ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως, καὶ ἐθαύμαζον τὴν ὅρασιν, καὶ οὐκ ἦν ὁ συνιών· καὶ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὡς ἐγενήθη ὁ λόγος Κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην, εἰς συμπλήρωσιν τῆς ἐρημώσεως Ἱερουσαλὴμ ἑβδομήκοντα ἔτη. Καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς Κύριον τὸν Θεὸν, τοῦ ἐκζητῆσαι προσευχὴν, καὶ δέησιν ἐν νηστείᾳ καὶ σάκκῳ καὶ σποδῷ. Ἤκουσας πῶς καὶ αὕτη δουλεία διηγόρευται, καὶ ὁ προφήτης οὐκ ἐτόλμησε πρὸ τοῦ διωρισμένου χρόνου δέησιν καὶ ἱκετηρίαν προσαγαγεῖν τῷ Θεῷ, ἵνα μὴ μάτην καὶ εἰκῆ προσίῃ, ἵνα μὴ ἀκούσῃ ὅπερ ἤκουσεν ὁ Ἱερεμίας· Μὴ προσεύχου ὑπὲρ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαί σου. Ἀλλ' ὅτε τὴν ἀπόφασιν εἶδε πληρωθεῖσαν, καὶ τὸν καιρὸν συγκαλοῦντα πρὸς τὴν ἐπάνοδον· τότε προσεύχεται, καὶ οὐχ ἁπλῶς, ἀλλ' ἐν νηστείᾳ καὶ ἐν σάκκῳ καὶ ἐν σποδῷ. Καὶ ὅπερ ἐπ' ἀνθρώπων συμβαίνειν ἔθος, τοῦτο καὶ ἐπὶ τοῦ Θεοῦ πεποίηκε. Καὶ γὰρ ἡμεῖς ἐπειδάν τινας ἴδωμεν τοὺς αὑτῶν οἰκέτας μετὰ πολλὰ καὶ μεγάλα ἁμαρτήματα εἰς δεσμωτήριον ἐμβάλλοντας, οὐκ εὐθέως, οὐδὲ ἐν προοιμίοις, οὐδὲ ἐν ἀρχῇ τῆς κολάσεως, τὴν ἱκετηρίαν προσάγομεν· ἀλλ' ἀφέντες ὀλίγας ἡμέρας αὐτοὺς σωφρονισθῆναι, τότε πρόσιμεν τοῖς δεσπόταις, ἔχοντες καὶ τὴν ἀπὸ τοῦ καιροῦ συμμαχίαν· τοῦτο δὴ καὶ ὁ προφήτης ἐποίησεν. Ἐπειδὴ γὰρ δίκην ἔδωκαν, οὐκ ἀξίαν μὲν τῶν ἁμαρτημάτων, ἔδωκαν δ' οὖν ὅμως, προσέρχεται τῷ Θεῷ λοιπὸν ὑπὲρ αὐτῶν διαλεξόμενος. Εἰ δὲ βούλεσθε, καὶ τῆς εὐχῆς αὐτῆς ἀκούσωμεν· Ἐξωμολογησάμην γὰρ, φησὶ, καὶ εἶπον· Κύριε ὁ Θεὸς, ὁ μέγας καὶ θαυμαστὸς, ὁ φυλάσσων τὴν διαθήκην σου, καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε, καὶ φυλάττουσι τὰς ἐντολάς σου. Τί ποιεῖς, ὦ ∆ανιήλ; ὑπὲρ ἀνθρώπων ἡμαρτηκότων καὶ προσκεκρουκότων πρεσβεύων, τῶν φυλασσόντων αὐτοῦ τοὺς νόμους μέμνησαι; οὐκοῦν ἄξιοί εἰσι συγγνώμης οἱ παραβαίνοντες αὐτοῦ τὰς ἐντολάς; Ἀλλ' οὐ διὰ τούτους ταῦτα λέγω, φησὶν, ἀλλὰ διὰ τοὺς προγόνους τοὺς ἄνωθεν, διὰ τὸν Ἀβραὰμ, διὰ τὸν Ἰσαὰκ, διὰ τὸν Ἰακώβ. Ἐκείνοις ἐπηγγείλατο,φησὶ, καὶ ὑπέσχετο, οἳ καὶ τὰς ἐντολὰς αὐτοῦ ἐφύλαξαν. Ἐπεὶ οὖν οὐδὲν ἔχουσιν οὗτοι δικαίωμα σω48.892 τηρίας, διὰ τοῦτο τῶν προγόνων μέμνημαι. Καὶ ἵνα μὴ νομίσῃς, ὅτι περὶ τούτων ταῦτά φησιν, εἰπὼν, Ὁ φυλάσσων τὴν διαθήκην σου, καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε καὶ φυλάσσουσι τὰς ἐντολάς σου, ἐπήγαγεν εὐθέως· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν, ἠσεβήσαμεν, ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου, καὶ ἀπὸ τῶν κριμάτων σου, καὶ οὐκ ἠκούσαμεν τῶν δούλων σου τῶν προφητῶν. Μία γὰρ τοῖς ἁμαρτάνουσιν ἀπολογία μόνη μετὰ τὰ ἁμαρτήματα ὑπολέλειπται, τὸ τὰς οἰκείας ἁμαρτίας ὁμολογεῖν. Σὺ δέ μοι σκόπει καὶ τοῦ δικαίου τὴν ἀρετὴν, καὶ τῶν Ἰουδαίων τὴν ἀγνωμοσύνην. Ὁ μὲν γὰρ μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, καταδικάζει μετὰ πολλῆς ἑαυτὸν σφοδρότητος, λέγων· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν· οἱ δὲ μυρίων γέμοντες κακῶν, τοὐναντίον ἐποίουν, λέγοντες· Ἐφυλάξαμεν τὰ προστάγματά σου, καὶ νῦν μακαρίζομεν ἀλλοτρίους· καὶ ἀνοικοδομοῦνται οἱ ποιοῦντες ἀνομήματα. Ὥσπερ γὰρ τοῖς δικαίοις ἔθος μετὰ τὰ δικαιώματα μετριάζειν, οὕτω τοῖς πονηροῖς μετὰ τὰ ἁμαρτήματα ἐπαίρεσθαι. Ὁ μηδὲν ἑαυτῷ συνειδὼς τοιοῦτον ἔλεγεν, Ἠνομήσαμεν, ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου· οἱ δὲ μυρία συνειδότες ἑαυτοῖς ἁμαρτήματα ἔλεγον, ὅτι Ἐφυλάξαμεν τὰς ἐντολάς σου. Ταῦτα λέγω, ἵνα τὰ μὲν φύγωμεν, τὰ δὲ ζηλώσωμεν.

ςʹ. Εἶτα ἐπειδὴ κατέδραμεν αὐτῶν τῆς παρανομίας, λέγει καὶ τὴν τιμωρίαν ἣν ἔδοσαν, καὶ ἀπὸ τούτου πάλιν τὸν Θεὸν εἰς ἔλεον ἐπισπάσασθαι βουλόμενος, Καὶ ἐπῆλθε, φησὶν, ἐφ' ἡμᾶς ἡ κατάρα ἡ γεγραμμένη ἐν τῷ νόμῳ Μωσέως δούλου τοῦ Θεοῦ, ὅτι ἡμάρτομεν. Ποία κατάρα αὕτη; Βούλεσθε ἵνα ἀναγνῶμεν αὐτήν; Ἐὰν μὴ λατρεύσητε Κυρίῳ τῷ Θεῷ ὑμῶν, φησὶν, ἐπάξω ἐφ' ὑμᾶς ἔθνος ἀναιδὲς, οὗ οὐκ ἀκούσῃ τῆς φωνῆς αὐτοῦ, καὶ ἔσεσθε ἐν ἀριθμῷ βραχεῖς. Τοῦτο γοῦν αὐτὸ