1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

41

αὐτοὺς ὁ Θεὸς ἐν τοσούτοις γενέσθαι κακοῖς. Τίς δέ ἐστιν αὕτη; Τοῦ πυρῶσαι, φησὶν, αὐτοὺς καὶ τοῦ ἐκλέξασθαι, καὶ τοῦ ἐκλευκᾶναι ἕως καιροῦ πέρατος. ∆ιὰ ταῦτα γὰρ, φησὶ, συνεχώρησεν ὁ Θεὸς, ὥστε αὐτοὺς ἐκκαθᾶραι, καὶ δεῖξαι τοὺς δοκίμους τοὺς ἐν αὐτοῖς. Εἶτα διηγούμενος τοῦ βασιλέως τὴν δύναμιν αὐτοῦ ἐκεί48.895 νου, φησί· Καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ὑψωθήσεται καὶ μεγαλυνθήσεται· καὶ τὴν βλάσφημον αὐτοῦ γνώμην λέγων, προσέθηκεν, ὅτι Ἐπὶ τὸν Θεὸν τῶν θεῶν λαλήσει ὑπέρογκα, καὶ κατευθυνεῖ μέχρι τοῦ συντελεσθῆναι τὴν ὀργήν· δεικνὺς ὅτι οὐκ ἀπὸ τῆς οἰκείας γνώμης, ἀλλὰ διὰ τὴν ὀργὴν τοῦ Θεοῦ τὴν κατὰ τῶν Ἰουδαίων οὕτως ἐκεῖνος ἐκράτει. Εἰπὼν δὲ δι' ἑτέρων πλειόνων ὁ ∆ανιὴλ, ὅσα κακὰ ἐργάσεται τὴν Αἴγυπτον καὶ τὴν Παλαιστίνην, πῶς ἐπανήξει, καὶ τίνος καλοῦντος, καὶ ποίας αἰτίας καταναγκαζούσης, λέγει λοιπὸν, καὶ τὴν τῶν καιρῶν μεταβολὴν, καὶ ὅτι διελθόντες οἱ Ἰουδαῖοι διὰ τούτων ἁπάντων, τεύξονταί τινος ἀντιλήψεως, ἀγγέλου πεμφθέντος εἰς τὴν αὐτῶν βοήθειαν. Ἐντῷ καιρῷ γὰρ ἐκείνῳ, φησὶν, ἀναστήσεται Μιχαὴλ, ὁ ἄρχων ὁ μέγας, ὁ ἐφεστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου, καὶ ἔσται καιρὸς θλίψεως, οἷος οὐ γέγονεν ἀφ' οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς, καὶ ἕως τοῦ καιροῦ ἐκείνου, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαὸς πᾶς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῷ βιβλίῳ, τουτέστιν, οἱ σωτηρίας ὄντες ἄξιοι.

ηʹ. Ἀλλὰ τὸ ζητούμενον οὔπω καὶ νῦν ἀποδέδεικται ἡμῖν. Τί δὲ τοῦτό ἐστιν; Ὅτι καὶ χρόνους ὥρισεν αὐτοῖς ἐν τοῖς κακοῖς τούτοις, ὥσπερ ἐκεῖ τετρακόσια ἔτη, καὶ μετὰ ταῦτα ἑβδομήκοντα. Ἴδωμεν τοίνυν καὶ ἐνταῦθα, εἴ τινα χρόνον ὁρίζει. Ποῦ δὴ τοῦτο ἔστιν εὑρεῖν; Ἐν τοῖς μετὰ ταῦτα λεχθήσεσθαι μέλλουσιν. Ἐπειδὴ γὰρ τὰ πολλὰ καὶ μεγάλα ἤκουσε κακὰ, τὸν ἐμπρησμὸν, τῆς πολιτείας τὴν ἀνατροπὴν, τὴν τῶν οἰκείων αἰχμαλωσίαν, ἐπεθύμει λοιπὸν τὸ τέλος αὐτῶν μαθεῖν, καὶ εἴ τις ἔσται τῶν συμφορῶν τούτων μεταβολή. Καὶ ἐρωτῶν ἔλεγεν οὕτως· Κύριε, τί τὰ ἔσχατα τούτων; Καὶ εἶπε· ∆εῦρο ∆ανιὴλ, ὅτι ἐμπεφραγμένοι καὶ ἐσφραγισμένοι οἱ λόγοι τὸ ἀσαφὲς τῶν εἰρημένων αἰνιττόμενος ἕως καιροῦ πέρατος. Εἶτα καὶ τὴν αἰτίαν φησὶ τῆς συγχωρήσεως τῶν κακῶν, Ἕως ἂν ἐκλεγῶσι καὶ λευκανθῶσι καὶ πυρωθῶσιν οἱ πολλοὶ, καὶ ἀνομήσωσιν ἄνομοι, καὶ συνήσωσι πάντες οἱ ἀσεβεῖς, καὶ οἱ νοήμονες συνήσωσιν. Εἶτα τὸν καιρὸν προλέγων, ὅσον μέλλει κατέχειν ταῦτα τὰ δεινὰ, φησίν· Ἀπὸ καιροῦ παραλλάξεως ἐνδελεχισμοῦ. Ἐνδελεχισμὸς ἐκαλεῖτο ἡ καθημερινὴ θυσία· τὸ γὰρ ἐνδελεχὲς τὸ πυκνόν ἐστι καὶ τὸ συνεχές. Τοῖς γὰρ Ἰουδαίοις ἔθος ἦν καὶ ἐν ἑσπέρᾳ καὶ ὑπὸ τὴν ἕω καθ' ἑκάστην ἡμέραν τῷ Θεῷ θύειν· διὸ τὴν θυσίαν ἐκείνην ἐνδελεχισμὸν ἐκάλει. Ἐπεὶ οὖν ἐλθὼν ὁ Ἀντίοχος τοῦτο τὸ ἔθος κατέλυσε, καὶ περιήλλαξεν αὐτὸ, φησὶν ὁ ἄγγελος, ὅτι Ἀπὸ τοῦ καιροῦ τῆς ἀλλάξεως τοῦ ἐνδελεχισμοῦ, τουτέστιν, ἀπὸ τῆς καταλύσεως τῆς θυσίας ταύτης, ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα, ὅπερ ἐστὶν ἔτη τρία καὶ ἥμισυ καὶ μικρόν τι πρός. Εἶτα δηλῶν ὅτι κατάλυσις ἔσται τῶν κακῶν τούτων καὶ ἀπαλλαγὴ, ἐπήγαγε· Μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε· ταῖς χιλίαις διακοσίαις ἐνενήκοντα, τεσσαρακονταπέντε προσθείς. Ἐπειδὴ γὰρ ἐν μηνὶ καὶ ἡμίσει μηνὸς συνέβη γενέσθαι τὴν συμβολὴν, ἐν ταύτῃ ἡ νίκη ἡ καθαρὰ γέγονε, καὶ ἡ παντελὴς τῶν ἐπικειμένων κακῶν ἀπαλλαγή· εἰπὼν δὲ, ὅτι Μακάριος ὁ ὑπομείνας εἰς ἡμέρας χιλίας τριακοσίας τρια48.896 κονταπέντε, τὴν ἀπαλλαγὴν ἐδήλωσε. Καὶ οὐχ ἁπλῶς εἶπεν, ὁ φθάσας, ἀλλ' Ὁ ὑπομένων καὶ φθάσας. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀσεβούντων εἶδον τὴν μεταβολὴν, οὐκ ἐκείνους μακαρίζει ἁπλῶς, ἀλλὰ τοὺς ἐν τοῖς καιροῖς τῶν κακῶν μαρτυρήσαντας, καὶ μὴ προδόντας τὴν εὐσέβειαν, εἶτα τυχόντας τῆς ἀνέσεως. ∆ιὰ τοῦτο οὐχ ἁπλῶς εἶπεν, Ὁ φθάσας, ἀλλ' Ὁ ὑπομείνας καὶ φθάσας. Ἆρα τί τούτου σαφέστερον γένοιτ' ἄν; Ὁρᾷς πῶς οὐ μόνον μέχρις ἐνιαυτῶν καὶ μηνῶν, ἀλλὰ καὶ ἕως ἡμέρας μιᾶς, μετ' ἀκριβείας ἁπάσης καὶ τὴν αἰχμαλωσίαν καὶ τὴν ἀπαλλαγὴν τῆς αἰχμαλωσίας προανεφώνησεν ὁ προφήτης;