1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

46

ἐλπίζων ὁ μεμηνὼς καὶ ἀνόητος τοῦ Χριστοῦ περιγράφειν τὴν ἀπόφασιν, τὴν οὐκ ἐῶσαν ἀναστῆναι τὸν ναὸν ἐκεῖνον. Ἀλλ' ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, εὐθέως διὰ τῶν ἔργων ἐδήλου, ὅτε αἱ τοῦ Θεοῦ ψῆφοι πάντων εἰσὶ δυνατώτεραι, καὶ ἰσχυρὰ τὰ ἔργα τῶν λόγων τοῦ Θεοῦ. Ὡς γὰρ ἥψαντο τῆς παρανόμου ταύτης σπουδῆς, καὶ γυμνοῦν ἤρξαντο τὰ θεμέλια, καὶ πολὺν ἐκένωσαν χοῦν, καὶ τῆς οἰκοδομῆς ἅπτεσθαι λοιπὸν ἤμελλον· πῦρ ἐκπηδῆσαν ἐκ τῶν θεμελίων εὐθέως κατέφλεξέ τε πολλοὺς ἀνθρώπους, οὐ μὴν ἀλλὰ καὶ τοὺς λίθους τοῦ τόπου ἐκείνου, καὶ τῆς ἀκαίρου φιλονεικίας ἔστησεν οὐ μόνον τοὺς τὸ ἔργον ἐπιχειρήσαντας, ἀλλὰ καὶ Ἰουδαῖοι πολλοὶ τοῦτο θεασάμενοι ἐξέστησαν καὶ ᾐσχύνθησαν. Ταῦτα ἀκούσας ὁ βασιλεὺς Ἰουλιανὸς, καίτοι τοσαύτην μανίαν ἔχων περὶ τὴν σπουδὴν ἐκείνην, δείσας μὴ περαιτέρω προελθὼν ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴν καλέσῃ τὸ πῦρ, ἀπέστη ἡττηθεὶς μετὰ τοῦ ἔθνους παντός. Καὶ νῦν ἐὰν ἔλθῃς εἰς Ἱεροσόλυμα, γυμνὰ ὄψει τὰ θεμέλια· κἂν τὴν αἰτίαν ζητήσῃς, οὐδεμίαν ἀλλ' ἢ ταύτην ἀκούσεις. Καὶ τούτου μάρτυρες ἡμεῖς πάντες· ἐφ' ἡμῶν γὰρ, οὐ πρὸ πολλοῦ ταῦτα γέγονε χρόνου. Καὶ σκόπει νίκης περιφάνειαν. Οὐ γὰρ ἐν χρόνοις βασιλέων εὐσεβῶν τοῦτο συνέβη, ἵνα μή τινες λέγωσιν, ὅτι Χριστιανοὶ ταῦτα ἐπελθόντες διεκώλυσαν, ἀλλ' ἡνίκα τὰ ἡμέτερα ἠλαύνετο, ἡνίκα περὶ τοῦ ζῇν πάντες ἐκινδυνεύομεν, καὶ παῤῥησία ἀνθρωπίνη πᾶσα παρῃρεῖτο, καὶ τὰ Ἑλληνικὰ ἤνθει, καὶ τῶν πιστῶν οἱ μὲν ἐν τοῖς οἴκοις ἐκρύπτοντο, οἱ δὲ πρὸς τὰς ἐρημίας μετῳκίζοντο, καὶ τὰς ἀγορὰς ἔφευγον· τότε δὴ ταῦτα ἐγίνετο, ἵνα μηδεμία ἀναισχυντίας αὐτοῖς καταλιμπάνηται πρόφασις.

ιβʹ. Ἔτι οὖν ἀμφισβητεῖς, ὦ Ἰουδαῖε, καὶ τὴν ἀπὸ τοῦ τῆς Χριστοῦ προῤῥήσεως, καὶ τὴν ἀπὸ τῆς τῶν προφητῶν καὶ τῆς τῶν πραγμάτων ἀποδείξεως μαρτυρίαν ὁρῶν σου καταψηφιζομένην; Ἀλλ' οὐδὲν θαυμαστόν· τοιοῦτον γὰρ ὑμῶν τὸ ἔθνος ἄνωθεν 48.902 ἀναίσχυντον καὶ φιλόνεικον, καὶ τοῖς φανεροῖς ἀεὶ μάχεσθαι μεμελετηκὸς πράγμασι. Βούλει καὶ ἑτέρους ἐφοπλίσω σοι προφήτας φανερῶς αὐτὸ τοῦτο λέγοντας, ὅτι τὰ μὲν ὑμέτερα λήψεται τέλος, τὰ δὲ ἡμέτερα ἀνθήσει, καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκταθήσεται τὸ κήρυγμα τοῦ Χριστοῦ, καὶ θυσίας ἑτέρας εἰσενεχθήσεται τρόπος, ἐκείνων τῶν παρ' ὑμῖν καταλυθεισῶν; Ἄκουσον γοῦν τοῦ Μαλαχίου, τοῦ μετὰ τοὺς ἄλλους προφήτας ἐλθόντος· οὐδὲ γὰρ Ἡσαΐου παράγω μαρτυρίαν τέως, οὐδὲ Ἱερεμίου, οὐδὲ τῶν ἄλλων προφητῶν τῶν πρὸ τῆς αἰχμαλωσίας, ἵνα μὴ λέγῃς, ὅτι τὰ δεινὰ ταῦτα ἃ προέλεγον, ἐπὶ τῆς αἰχμαλωσίας ἐξέβη· ἀλλὰ παράγω προφήτην τὸν μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος, καὶ τὴν τῆς πόλεως ἀποκατάστασιν, σαφῶς περὶ τῶν ὑμετέρων πραγμάτων προφητεύσαντα. Ἐπειδὴ γὰρ ἐπανῆλθον, καὶ τὴν πόλιν ἀπέλαβον, καὶ τὸν ναὸν ἀνῳκοδόμησαν, καὶ τὰς θυσίας ἐπετέλουν, τὴν μέλλουσαν ἐρήμωσιν ταύτην τὴν νῦν προλέγων, καὶ τὴν τῶν θυσιῶν ἀναίρεσιν, οὕτω πώς φησιν ὁ Μαλαχίας ἐκ προσώπου τοῦ Θεοῦ· Εἰ λήψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν, λέγει Κύριος παντοκράτωρ· ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· ὑμεῖς δὲ βεβηλοῦτε αὐτό. Πότε ταῦτα ἐξέβη, ὦ Ἰουδαῖε; πότε ἐν παντὶ τόπῳ θυμίαμα προσηνέχθη τῷ Θεῷ; πότε θυσία καθαρά; Οὐκ ἂν ἔχοις ἕτερον εἰπεῖν καιρὸν, ἀλλ' ἢ τοῦτον τὸν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν· ὡς εἰ μὴ τοῦτον προλέγει τὸν καιρὸν, μηδὲ τὴν θυσίαν τὴν ἡμετέραν, ἀλλὰ τὴν Ἰουδαϊκὴν, καὶ παράνομος ἔσται ἡ προφητεία. Εἰ γὰρ τοῦ Μωϋσέως κελεύοντος εἰς μηδένα ἕτερον τόπον ἀνάγειν θυσίαν, ἀλλ' ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεὸς, καὶ εἰς ἓν χωρίον συγκλείοντος τὰς θυσίας ἐκείνας, ὁ προφήτης λέγει, ὅτι ἐν παντὶ τόπῳ θυμίαμα μέλλοι προσάγεσθαι, καὶ θυσία καθαρὰ, ἐναντιοῦται καὶ μάχεται τῷ Μωϋσῇ. Ἀλλ' οὐκ ἔστι μάχη καὶ φιλονεικία· περὶ γὰρ ἑτέρας ἐκεῖνος εἶπε, καὶ περὶ