1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

53

σωτηρίαν πᾶσι γενομένην προλέγων. Εἶτα λέγων ἡμεῖς τίνες, ἐπήγαγε· Πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος ἐν τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη. Καὶ λέγων τοῦ σταυροῦ τὸν τρόπον, οὕτω πώς φησιν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Καὶ ποῦ ταῦτα ἔστιν ἰδεῖν ἐξελθόντα; Ἐν τῷ παρανόμῳ δικαστηρίῳ Πιλάτου. Τοσαῦτα γὰρ καταμαρτυρησάντων αὐτοῦ, φησὶν, οὐδὲν ἀπεκρίνατο αὐτοῖς ὁ Ἰησοῦς· καὶ εἶπε πρὸς αὐτὸν ὁ ἡγεμών· Ἀκούεις τί οὗτοί σου καταμαρτυροῦσι; Καὶ οὐδὲν ἀπεκρίνατο, ἀλλ' εἱστήκει σιγῶν. Τοῦτο τοίνυν ὁ προφήτης ἄνωθεν ἔλεγεν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Εἶτα δεικνὺς τὴν παρανομίαν τὴν ἐν τῷ δικαστηρίῳ γενομένην τότε, φησίν· Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Οὐδεὶς αὐτὸν κατὰ τὸν τοῦ δικαίου λόγον ἐψηφίσατο τότε, ἀλλ' ἐδέξαντο τὰς ψευδεῖς μαρτυρίας τὰς κατ' αὐτοῦ. Τὸ δὲ αἴτιον διὰ τὸ μὴ βούλεσθαι αὐτὸν ἐπεξελθεῖν· εἰ γὰρ ἐβούλετο, πάντα ἂν ἐδόνησε καὶ ἔσεισεν. Εἰ γὰρ ἐπὶ τοῦ σταυροῦ τότε ὢν, τὰς πέτρας διέῤῥηξε, τὴν οἰκουμένην ἐσκότισε, τὰς ἀκτῖνας ἀπέστρεψε τὰς ἡλιακὰς, νύκτα ἐν ἡμέρᾳ πανταχοῦ τῆς γῆς ἐποίησε, καὶ ἐν τῷ δικαστηρίῳ δυνατὸς ἦν τοῦτο ποιῆσαι. Ἀλλ' οὐκ ἠθέλησε, πραότητα καὶ ἐπιείκειαν ἐπιδεικνύμενος. ∆ιὰ τοῦτό φησιν· Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Εἶτα δεικνὺς ὡς οὐκ ἄνθρωπος ἦν εἷς τῶν πολλῶν, ἐπήγαγε· Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Τίς γάρ ἐστι περὶ οὗ φησιν ὅτι Αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ; ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησιν· Ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς φανερωθήσεσθε σὺν αὐτῷ ἐν δόξῃ. Ἀλλ' ὅπερ προεθέμην εἰπεῖν καὶ δεῖξαι, ὅτι δι' αὐτὸν τὰ παρόντα ὑπομένουσι κακὰ, ὥρα λοιπὸν εἰσαγαγεῖν τὸν Ἡσαΐαν λέγοντα. Ποῦ τοίνυν τοῦτό φησι; Μετὰ τὸ δικαστήριον, μετὰ τὴν σφαγὴν, μετὰ τὴν ἀνάληψιν, μετὰ τὸ εἰπεῖν ὅτι Αἴρεται 48.911 ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἐπήγαγε λέγων· Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἰουδαίους, ἀλλὰ, Τοὺς πονηρούς. Τί γὰρ ἐκείνων πονηρότερον γένοιτ' ἂν, οἳ μετὰ τὰς τοσαύτας εὐεργεσίας τὸν εὐεργέτην ἔσφαττον; Εἰ μὴ ἐξέβη ταῦτα, καὶ ἠτίμωσθε νῦν, καὶ πάντων ἀπεστέρησθε τῶν πατρῴων, εἰ μὴ ἔπεσεν ὑμῶν ἡ πόλις, καὶ ἐρείπιον ἐγένετο ὁ ναὸς, καὶ τραγῳδίαν ἅπασαν ὑπερέβη τὰ καθ' ὑμᾶς, μὴ πιστεύῃς, ὦ Ἰουδαῖε· εἰ δὲ τὰ πράγματα βοᾷ, καὶ τέλος ἔλαβεν ἡ προφητεία, τίνος ἕνεκεν ἀναισχυντεῖς εἰκῆ καὶ μάτην; Ποῦ γὰρ τὰ σεμνὰ τὰ παρ' ὑμῖν νῦν; ποῦ ὁ ἀρχιερεύς; ποῦ δὲ ἡ στολὴ, καὶ τὸ λογεῖον, καὶ ἡ δήλωσις; Μὴ γάρ μοι τοὺς πατριάρχας τούτους εἴπῃς, τοὺς καπήλους, τοὺς ἐμπόρους, τοὺς πάσης παρανομίας γέμοντας. Ποῖος ἱερεὺς, εἰπέ μοι, χρίσματος οὐκ ὄντος ἐκείνου τοῦ παλαιοῦ, οὐδὲ τῆς ἄλλης ἁγιαστίας ἁπάσης; ποῖος ἱερεὺς, εἰπέ μοι, θυσίας οὐκ οὔσης, οὐδὲ βωμοῦ, οὐδὲ λατρείας; βούλει σοι τοὺς περὶ τῆς ἱερωσύνης λαλήσω νόμους, πῶς τὸ παλαιὸν ἐγίνοντο, ἵνα μάθῃς ὅτι οὗτοι οἱ νῦν πατριάρχαι παρ' ὑμῖν λεγόμενοι οὐχ ἱερεῖς εἰσιν, ἀλλὰ ἱερεῖς ὑποκρίνονται, καὶ παίζουσι καθάπερ ἐν τῇ σκηνῇ, μᾶλλον δὲ οὐδὲ ὑπόκρισιν διατηρῆσαι δύνανται· τοσοῦτον οὐχὶ τῆς ἀληθείας μόνον, ἀλλὰ καὶ τῆς ὑποκρίσεως αὐτῆς ἐξηκοντίσθησαν. Ἀναμνήσθητι τοίνυν πῶς Ἀαρὼν ἐγένετο ἱερεὺς τότε, πόσας ἐπ' αὐτῷ θυσίας ἔθυσεν ὁ Μωϋσῆς, πόσα κατέβαλεν ἱερεῖα, πῶς αὐτὸν ἔλουσε, πῶς αὐτοῦ ἔχρισε τὸν λοβὸν τοῦ ὠτίου, τὴν χεῖρα τὴν δεξιὰν, τὸν πόδα τὸν δεξιόν· εἶτα εἰς τὰ ἅγια τῶν ἁγίων εἰσήγαγεν· εἶτα ἐκέλευσε ῥητόν τινα ἀριθμὸν ἡμερῶν ἔνδον μεῖναι. Μᾶλλον δὲ καὶ αὐτῶν ἄξιον ἀκοῦσαι τῶν ῥήσεων. Αὕτη, φησὶν, ἡ χρίσις Ἀαρὼν, καὶ ἡ χρίσις τῶν υἱῶν αὐτοῦ. Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Λαβὲ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς αὐτῶν, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ κριὸν, καὶ ἐκκλησίασον τὴν συναγωγὴν ἐπὶ τὴν θύραν τῆς σκηνῆς