1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

68

τῷ ἀδελφῷ καταφυγὴ καὶ σκέπη καὶ προστασία, καὶ κράτει καὶ κυρίευε αὐτοῦ· μόνον μὴ πρὸς φόνον ἐκπηδήσῃς, μηδὲ εἰς τὴν παράνομον ἐκείνην ἐξέλθῃς σφαγήν. Ἀλλ' ὅμως οὐδὲ οὕτως ἤκουσεν, οὐδὲ ἡσύχασεν, ἀλλ' εἰργάσατο τὴν μιαιφονίαν ἐκείνην, καὶ τὴν δεξιὰν εἰς τὸν λαιμὸν ἐβάπτισε τὸν ἀδελφικόν. Τί οὖν; ἆρα εἶπεν ὁ Θεὸς, Ἀφῶμεν αὐτὸν λοιπόν; τί πλέον τὸ ὄφελος; εἰργάσατο τὸν φόνον, ἀπέκτεινε τὸν ἀδελφὸν, κατεφρόνησέ μου τῆς παραινέσεως, ἀνίατόν τινα καὶ ἀσύγγνωστον σφαγὴν ἐτόλμησε, τοσαύτης καὶ τοιαύτης ἀπολαύσας προνοίας καὶ διδασκαλίας καὶ συμβουλῆς· πάντα ἐξέβαλεν ἐκεῖνα ἀπὸ τῆς διανοίας, καὶ πρὸς οὐδὲν ἐπεστράφη. Ἀφείσθω τοίνυν καὶ ἐῤῥίφθω λοιπὸν, καὶ μηδὲ λόγου τινὸς ἀξιούσθω παρ' ἐμοῦ. Οὐδὲν τοιοῦτον ὁ Θεὸς οὐκ εἶπεν, οὐκ ἔπραξεν· ἀλλὰ καὶ πρὸς αὐτὸν ἔρχεται πάλιν, καὶ διορθοῦται τὸν ἄνθρωπον, καί φησι· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Καὶ οὐδὲ ἀρνούμενον ἀφίησιν, ἀλλ' ἐνάγει καὶ ἄκοντα εἰς τὴν τῆς ἐργασίας ὁμολογίαν· καὶ εἰπόντος, Οὐκ οἶδα, Φωνὴ, φησὶν, αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με· αὐτὸ τὸ πρᾶγμα, φησὶ, κηρύττει τὸν μιαιφόνον. Τί οὖν οὗτος; Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με· καὶ εἰ ἐκβάλῃς με ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Μείζονα μὲν ἥμαρτον συγγνώμης καὶ ἀπολογίας καὶ τοῦ ἀφεθῆναι, πλὴν ἀλλ' εἰ βουληθείης ἐπεξελθεῖν τῷ γεγενημένῳ, πᾶσι προκείσομαι, ἔρημος τῆς παρὰ σοῦ συμμαχίας γενόμενος. Τί οὖν ὁ Θεός; Οὐχ οὕτως, πᾶς ὁ ἀποκτείνας Κάϊν, ἑπτὰ ἐκδικούμενα παραλύσει. Μὴ φοβοῦ τοῦτο, φησί· βιώσῃ βίον μακρὸν, κἂν ἀνέλῃ σέ τις, πολλαῖς ἔσται τιμωρίαις ὑπεύθυνος, ὁ γὰρ ἑπτὰ ἀριθμὸς παρὰ τῇ Γραφῇ ἀδιορίστου πλήθους ἐστὶ σημαντικός. Ἐπεὶ οὖν ὁ Κάϊν πολλαῖς ὑπεβέβλητο τιμωρίαις, ἀγωνίᾳ, καὶ τρόμῳ, καὶ στεναγμοῖς, καὶ ἀθυμίᾳ, καὶ παραλύσει σώματος, Ὁ ἀνελών σε, φησὶ, καὶ τούτων ἀπαλλάξας τῶν κολάσεων, αὐτὸς ἐφ' ἑαυτὸν ἐπισπάσεται τὴν τιμωρίαν. Καὶ δοκεῖ μὲν εἶναι βαρὺ καὶ φορτικὸν τὸ λεγόμενον, πολλῆς δὲ ταῦτά ἐστι κηδεμονίας ὑπόδειξις. Καὶ γὰρ τοὺς μετὰ ταῦτα σωφρονίσαι βουλόμενος, τοιοῦτον ἐπενόησε κολάσεως τρόπον, ὃς ἀπαλλάξαι αὐτὸν τῆς ἁμαρτίας ἐδύνατο. Εἰ μὲν γὰρ εὐθέως αὐτὸν ἀνεῖλεν, ἀπῆλθεν ἂν ἔχων τὴν ἁμαρτίαν ἐγκεκαλυμμένην, καὶ τοῖς μετὰ ταῦτα οὐκ ἂν ἐγένετο γνώριμος. Νυνὶ δὲ ἀφεθεὶς πολὺν χρόνον ζῆσαι ἐν ἐκείνῳ τῷ τρόμῳ, διδάσκαλος τοῖς ἀπαντῶσιν ἐγίνετο πᾶσι, διὰ τῆς ὄψεως καὶ τοῦ σάλου τῆς σαρκὸς παραινῶν ἅπασι μή ποτε τοιαῦτα τολμᾷν, ἵνα μὴ τοιαῦτα πάθωσιν, αὐτός τε βελτίων ἐγίνετο πάλιν. Ὁ γὰρ τρόμος καὶ φόβος, καὶ τὸ ἀγωνίᾳ συζῇν, καὶ ἡ τοῦ σώματος πάρεσις, καθάπερ ἐν δεσμῷ τινι κατεῖχεν αὐτὸν, καὶ οὐκ ἠφίει οὔτε εἰς ἕτερον ἐκπηδῆσαι τοιοῦτο τόλμημα πάλιν, καὶ τοῦ προτέρου συνεχῶς ἀνεμίμνησκε, καὶ ἐν τούτοις αὐτοῦ τὴν ψυχὴν σωφρονεστέραν εἰργάζετο. γʹ. Ἀλλὰ μεταξὺ λέγοντί μοι ἐπῆλθεν εἰς μέσον ἀγαγεῖν καὶ ζητῆσαι τί δήποτε τὴν ἁμαρτίαν ὁμολογήσας τὴν ἑαυτοῦ, καὶ καταγνοὺς τῶν γενομένων, καὶ εἰπὼν μείζονα συγγνώμης ἡμαρτηκέναι, καὶ μη48.931 δεμιᾶς ἀπολογίας ἄξιος εἶναι, οὐκ ἴσχυσεν ἀπονίψασθαι τὰ ἁμαρτήματα καίτοι γε ὁ προφήτης φησί· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς, ἀλλὰ καὶ κατεκρίθη; Ὅτι οὐκ εἶπεν, ὡς ὁ προφήτης ἐκέλευσεν. Οὐ γὰρ ἁπλῶς εἶπεν ὁ προφήτης, Λέγε σὺ τὰς ἀνομίας σου, ἀλλὰ τί; Λέγε σὺ πρῶτος, φησὶ, τὰς ἀνομίας σου. Τὸ ζητούμενον τοῦτό ἐστιν· οὐ τὸ εἰπεῖν ἁπλῶς, ἀλλὰ τὸ πρῶτον εἰπεῖν, τὸ μὴ ἀναμεῖναι τὸν ἐλέγχοντα καὶ κατηγοροῦντα. Οὗτος δὲ οὐκ εἶπε πρῶτος, ἀλλὰ ἀνέμεινεν ἐλεγχθῆναι παρὰ τοῦ Θεοῦ, μᾶλλον δὲ καὶ ἐλέγχοντος ἠρνεῖτο. Ἀλλ' ἐπειδὴ ἅπαξ ἔδειξε τὸ γενόμενον φανερῶς, τότε εἶπε τὴν ἁμαρτίαν, ὅπερ οὐκ ἔστιν ἐξομολόγησις λοιπόν. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ἐπειδὰν ἁμάρτῃς, μὴ ἀνάμενε τὴν παρ' ἑτέρου κατηγορίαν, ἀλλὰ πρὶν ἂν ἢ κατηγορηθῇς καὶ διαβληθῇς, σὺ καταγίνωσκε τῶν γεγενημένων, ὡς ἐὰν ἕτερος ἐλέγξῃ λοιπὸν, οὐκ ἔτι τῆς σῆς ἐξομολογήσεως τὸ κατόρθωμα γίνεται, ἀλλὰ τῆς ἐκείνου κατηγορίας ἡ διόρθωσις.