1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

72

τοῖς τὰ τοιαῦτα τολμῶσιν· ἀνάμνησον καὶ Παύλου λέγοντος· Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε· καὶ πάλιν ἀπειλοῦντος· Ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Καὶ εἰπὲ ὅτι καθάπερ περιτομὴ, οὕτω καὶ νηστεία Ἰουδαϊκὴ τῶν οὐρανῶν ἐκβάλλει τὸν νηστεύοντα, κἂν μυρία ἕτερα κατορθώματα ἔχῃ· εἰπὲ ὅτι Χριστιανοὶ διὰ τοῦτο καὶ καλούμεθα καὶ ἐσμὲν, ἵνα τῷ Χριστῷ πειθώμεθα, οὐχ ἵνα πρὸς τοὺς ἐχθροὺς ἐκείνους τρέχωμεν. Ἂν δέ τινας θεραπείας προτείνηται, καὶ λέγῃ πρὸς σὲ, ὅτι Ὑπισχνοῦνται θεραπεύειν, καὶ διὰ τοῦτο πρὸς αὐτοὺς τρέχω, ἀνακάλυψον αὐτῶν τὰς μαγγανείας, τὰς ἐπῳδὰς, τὰ περιάμματα, τὰς φαρμακείας. Οὐδὲ γὰρ ἄλλῳ τινὶ τρόπῳ δοκοῦσι θεραπεύειν, οὐδὲ γὰρ θεραπεύουσι κατὰ ἀλήθειαν, μὴ γένοιτο! Ἐγὼ δὲ ὑπερβολὴν ποιοῦμαι πολλὴν, καὶ ἐκεῖνο λέγω, ὅτι εἰ καὶ θεραπεύουσιν ἀληθῶς, βέλτιον ἀποθανεῖν, ἢ τοῖς ἐχθροῖς τοῦ Θεοῦ προσδραμεῖν, καὶ τοῦτον θεραπευθῆναι τὸν τρόπον. Τί γὰρ ὄφελος, σῶμα θεραπεύεσθαι τῆς ψυχῆς ἀπολλυμένης; τί δὲ κέρδος, ἐνταῦθά τινος τυγχάνειν παραμυθίας, μέλλοντας εἰς τὸ ἀθάνατον παραπέμπεσθαι πῦρ; Ἵνα γὰρ μὴ λέγωσι ταῦτα, ἄκουσον τί φησιν ὁ Θεός· Ἐὰν ἀναστῇ προφήτης ἐν σοὶ, ἢ ἐνυπνιαζόμενος ἐνύπνιον, καὶ δῷ σημεῖον καὶ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον καὶ τὸ τέρας, ὃ ἐλάλησε, καὶ εἴπῃ· Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οὐκ ἀκούσεσθε τοῦ προφήτου ἐκείνου, ὅτι πειράζει Κύριος ὁ Θεὸς ὑμᾶς, εἰ ἀγαπᾶτε Κύριον τὸν Θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν, καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐὰν εἴπῃ τις προφήτης, φησὶν, ὅτι ∆ύναμαι νεκρὸν ἐγεῖραι, ἢ τυφλὸν θεραπεῦσαι, ἀλλὰ πεισθῆτέ μοι, καὶ προσκυνήσωμεν τοῖς δαίμοσιν, ἢ εἰδωλολατρήσωμεν· εἶτα ὁ ταῦτα λέγων, δυνηθῇ θεραπεῦσαι τὸν τυφλὸν, ἢ τὸν νεκρὸν ἐγεῖραι, μηδὲ οὕτω πεισθῇς, φησί· διὰ τί; Ὅτι πειράζων σε ὁ Θεὸς, συνεχώρησεν ἐκείνῳ δυνηθῆναι τοῦτο, οὐκ ἐπειδὴ αὐτὸς ἠγνόει σου τὴν γνώμην, ἀλλ' ἵνα σοι δοκιμὴν παράσχῃ εἰ φιλεῖς τὸν Θεὸν ὄντως. Φιλοῦντος δέ ἐστι, τὸ κἂν νεκροὺς παρέχωσιν ἀνισταμένους οἱ σπουδάζοντες ἡμᾶς ἀφελκύσαι τοῦ φιλουμένου, μηδ' οὕτως ἀφίστασθαι. Εἰ δὲ Ἰουδαίοις ταῦτα ἔλεγε, πολλῷ μᾶλλον ἡμῖν, οὓς ἐπὶ μείζονα φιλοσοφίαν ἤγαγεν, οἷς τὴν περὶ τῆς ἀναστάσεως ἤνοιξε θύραν, οἷς κελεύει, μὴ τοῖς παροῦσιν ἐμφιλοχωρεῖν, ἀλλὰ τὰς ἐλπίδας ἁπάσας πρὸς τὴν μέλλουσαν ζωὴν ἔχειν. ςʹ. Ἀλλὰ τί λέγεις; ὅτι θλίβει σε καὶ πιέζει τοῦ σώματος ἡ νόσος; Ἀλλ' οὔπω τοσαῦτα πέπονθας, ὅσα ὁ μακάριος Ἰὼβ, μᾶλλον δὲ οὐδὲ τὸ πολλοστὸν μέρος ἐκείνου. Μετὰ γὰρ τὴν ἀθρόαν τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἄλλων ἁπάντων ἀπώλειαν, ἡρπάσθη καὶ τῶν παίδων ὁλόκληρος ὁ χορός· καὶ πάντα ἐν ἡμέρᾳ μιᾷ ἐγένετο, ἵνα μὴ ἡ φύσις τῶν πειρασμῶν μόνον, ἀλλὰ καὶ ἡ συνέχεια καταβάλῃ τὸν ἀθλητήν. Μετ' ἐκεῖνα πάντα καιρίαν ἐν τῷ σώματι δε48.936 ξάμενος τὴν πληγὴν, σκώληκας ἑώρα πάντοθεν βρύοντας ἀπὸ τοῦ σώματος, καὶ γυμνὸς ἐπὶ τῆς κοπρίας ἐκάθητο, κοινὸν τοῖς παροῦσι συμφορᾶς θέατρον, ὁ δίκαιος, ὁ ἀληθινὸς, ὁ θεοσεβὴς, ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Καὶ οὐδὲ μέχρι τούτων ἔστη τὰ δεινά· ἀλλ' ὀδύναι μεθημεριναὶ καὶ νυκτεριναὶ, καὶ λιμός τις αὐτὸν ἐπολιόρκει ξένος καὶ παράδοξος. Βρῶμον γὰρ, φησὶν, ὁρῶ τὰ σῖτά μου, ὀνείδη καθημερινὰ, χλευασίαι, σκώμματα, γέλως. Οἱ οἰκέται γάρ μου, φησὶ, καὶ οἱ υἱοὶ τῶν παλλακίδων μου ἐπανέστησάν μοι, ἐν ἐνυπνίοις φόβοι, ζάλη τις λογισμῶν διηνεκής. Ἀλλ' ὅμως τούτων ἁπάντων ἀπαλλαγὴν ἐπηγγέλλετο ἡ γυνὴ λέγουσα οὕτως, Εἶπόν τι ῥῆμα πρὸς τὸν Κύριον, καὶ τελεύτα. Βλασφήμησον, φησὶ, καὶ ἀπαλλαγήσῃ τῶν ἐπικειμένων πόνων. Τί οὖν; παρέτρεψε τὸν ἅγιον ἐκεῖνον ἡ συμβουλή; Τοὐναντίον μὲν οὖν καὶ ἐποίησε, καὶ ἐπέῤῥωσε μειζόνως αὐτὸν, ὡς καὶ ἐπιτιμῆσαι τῇ γυναικί. Ἡρεῖτο γὰρ μᾶλλον ὀδυνᾶσθαι καὶ ταλαιπωρεῖσθαι καὶ μυρία πάσχειν δεινὰ, ἣ μετὰ βλασφημίας ἀπαλλαγήν τινα τῶν τοσούτων εὑρέσθαι κακῶν. Οὕτω καὶ ὁ τριακονταοκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ καθ' ἕκαστον ἐνιαυτὸν ἔτρεχεν ἐπὶ τὴν κολυμβήθραν,