1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

73

καὶ καθ' ἕκαστον ἐξεκρούετο, καὶ θεραπείας οὐκ ἐτύγχανεν· ἀλλ' ἑτέρους μὲν ἑώρα καθ' ἕκαστον ἐνιαυτὸν ἀπαλλαττομένους διὰ τὸ πολλοὺς ἔχειν τοὺς θεραπεύοντας, αὑτόν τε διὰ τὴν ἐρημίαν τῶν προστησομένων ἐν διηνεκεῖ μένοντα παρέσει. Καὶ οὐδὲ οὕτως ἔδραμεν ἐπὶ μάντεις, οὐκ ἦλθε πρὸς ἐπαοιδοὺς, οὐκ ἐπέδησε περίαπτα, ἀλλ' ἀνέμενε τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν· διὰ τοῦτο πρὸς τῷ τέλει θαυμαστῆς τινος καὶ παραδόξου θεραπείας ἔτυχεν. Ὁ δὲ Λάζαρος λιμῷ καὶ νόσῳ καὶ ἐρημίᾳ πάντα τὸν χρόνον ἐπάλαισεν, οὐ τριακονταοκτὼ ἔτη ἔχων μόνον, ἀλλὰ πᾶσαν τὴν ζωήν· οὕτω γοῦν καὶ ἐξέπνευσεν ἐν τῷ πυλῶνι κείμενος τοῦ πλουσίου, καταφρονούμενος, χλευαζόμενος, λιμώττων, τοῖς κυσὶ βορὰ προκείμενος. Οὕτω γὰρ αὐτοῦ τὸ σῶμα παρεῖτο, ὡς μηδὲ ἀποσοβεῖν δύνασθαι τοὺς κύνας ἐπιόντας καὶ τὰ τραύματα αὐτοῦ λιχμωμένους. Ἀλλ' ὅμως οὐκ ἐπαοιδὸν ἐζήτησεν, οὐ πέταλα περιῆψεν, οὐ μαγγανείας ἐκίνησεν, οὐ γόητας πρὸς ἑαυτὸν ἐκάλεσεν, οὐκ ἄλλο τι τῶν κεκωλυμένων ἐποίησεν, ἀλλ' εἵλετο μᾶλλον τοῖς κακοῖς ἐναποθανεῖν ἐκείνοις, ἢ τῆς εὐσεβείας μικρόντι προδοῦναι μέρος. Τίνα οὖν ἕξομεν συγγνώμην ἡμεῖς, εἰ τοσαῦτα πασχόντων ἐκείνων καὶ καρτερούντων ἢ διὰ πυρετὸν ἢ διὰ τραύματα, τρέχομεν ἐπὶ συναγωγὰς, καὶ τοὺς φαρμακοὺς καὶ γόητας εἰς τὰς οἰκίας καλοῦμεν τὰς ἑαυτῶν; Οὐκ ἤκουσας τί φησιν ἡ Γραφή; Τέκνον, ἐὰν προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμὸν, εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον· ἐν νόσῳ καὶ πενίᾳ ἐπ' αὐτῷ πεποιθὼς γίνου. Ὥσπερ γὰρ ἐν πυρὶ δοκιμάζεται χρυσίον, οὕτως ἄνθρωπος δεκτὸς ἐν καμίνῳ ταπεινώσεως. Ἂν σὺ τὸν οἰκέτην μαστίξῃς τὸν σὸν, εἶτα ἐκεῖνος τριάκοντα ἢ πεντήκοντα λαβὼν πληγὰς, εὐθέως ἐλευθερίαν ἀναβοήσῃ, ἢ καταλίπῃ σου τὴν δεσποτείαν, καὶ πρὸς ἑτέρους τινὰς ἀπέλθῃ τῶν μισούντων σε, καὶ παροξύνῃ· ἆρα δυνήσεται συγγνώμης τυχεῖν, εἰπέ μοι; ἆρα δυνήσεται ἀπολογήσασθαί τις ὑπὲρ αὐτοῦ; Οὐδαμῶς. Τί δήποτε; Ὅτι προσῆκον δεσπότῃ 48.937 κολάζειν οἰκέτην. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ὅτι, εἰ καταφυγεῖν ἐχρῆν, οὐχὶ πρὸς τοὺς ἐχθροὺς, οὐδὲ πρὸς τοὺς μισοῦντας, ἀλλὰ πρὸς τοὺς φίλους τοὺς γνησίους ἔδει. ζʹ. Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς τὸν Θεόν σε κολάζοντα, μὴ πρὸς τοὺς ἐχθροὺς αὐτοῦ καταφύγῃς τοὺς Ἰουδαίους, ἵνα μὴ μᾶλλον αὐτὸν παροξύνῃς, ἀλλὰ πρὸς τοὺς φίλους αὐτοῦ, τοὺς μάρτυρας, τοὺς ἁγίους, καὶ εὐηρεστηκότας αὐτῷ καὶ πολλὴν ἔχοντας πρὸς αὐτὸν παῤῥησίαν. Καὶ τί λέγω περὶ οἰκετῶν καὶ δεσποτῶν; υἱὸς οὐ δυνήσεται τοῦτο ποιῆσαι διὰ τὰς παρὰ τοῦ πατρὸς μάστιγας, οὐδὲ ἀρνήσασθαι τὴν πρὸς ἐκεῖνον συγγένειαν. Καὶ γὰρ οἱ τῆς φύσεως καὶ οἱ παρὰ τῶν ἀνθρώπων τεθέντες νόμοι, κἂν μαστίζῃ, κἂν τραπέζης εἴργῃ, κἂν ἐκβάλλῃ τῆς οἰκίας, κἂν παντὶ κολάζῃ τρόπῳ, κελεύουσιν ἅπαντα φέρειν γενναίως, κἂν μὴ πείθηται μηδὲ ἀνέχηται, οὐδεμίαν οὐδεὶς αὐτῷ δίδωσι συγγνώμην· ἀλλὰ κἂν μυρία ἀποδύρηται μαστιχθεὶς ὁ παῖς, ταῦτα πρὸς αὐτὸν ἅπαντες λέγουσι τὰ ῥήματα, ὅτι πατήρ ἐστιν ὁ μαστίξας καὶ κύριος, καὶ ἐξουσίαν ἔχων πᾶν ὁτιοῦν ἐργάσασθαι καὶ ποιῆσαι, καὶ δεῖ πάντα πράως φέρειν. Εἶτα οἰκέται μὲν ἀνέχονται δεσποτῶν, καὶ υἱοὶ πατέρων, πολλάκις οὐδὲ δεόντως κολαζόντων αὐτοὺς ἐκείνων· σὺ δὲ οὐκ ἀνέξῃ τοῦ Θεοῦ παιδεύοντός σε, τοῦ καὶ δεσποτῶν ὄντος κυριωτέρου, καὶ πατέρων μᾶλλόν σε φιλοῦντος, καὶ πρὸς ὀργὴν μὲν οὐδὲν, πάντα δὲ πρὸς τὸ συμφέρον πραγματευομένου καὶ ποιοῦντος; ἀλλ' ἂν μικρά τις γένηται νόσος, εὐθέως ἀποπηδᾷς αὐτοῦ τῆς δεσποτείας, καὶ ἐπὶ τοὺς δαίμονας τρέχεις, καὶ πρὸς τὰς συναγωγὰς αὐτομολεῖς; Καὶ ποίας τεύξῃ συγγνώμης λοιπόν; πῶς δὲ δυνήσῃ αὐτὸν παρακαλέσαι πάλιν; Μᾶλλον δὲ τίς ἕτερος, κἂν τὴν Μωσέως σχῇ παῤῥησίαν, δυνήσεται περὶ σοῦ δεηθῆναι; Οὐκ ἔστιν οὐδείς. Ἢ οὐκ ἀκούεις, τί περὶ Ἰουδαίων ὁ Θεός φησι πρὸς τὸν Ἱερεμίαν; Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, ὅτι ἂν στῇ Μωϋσῆς καὶ Σαμουὴλ, οὐκ εἰσακούσομαι αὐτῶν. Οὕτως ἐστὶν ἁμαρτήματά τινα πᾶσαν ὑπερβαίνοντα συγγνώμην, καὶ οὐ δυνάμενα ἀπολογίας τυχεῖν. Μὴ τοίνυν τοσαύτην ἐπισπασώμεθα