1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

76

καίτοι οὐκ ἀποθνήσκων, ἀλλὰ τῇ προθέσει μόνον ὑπομένων τοῦτο. Οὕτω καὶ σὺ, ἂν διακρούσῃ τὰς ἐπῳδὰς καὶ τὰς φαρμακείας καὶ τὰς μαγγανείας, καὶ ἀποθάνῃς τῇ νόσῳ, μάρτυς ἀπηρτισμένος εἶ, ὅτι ἀπαλλαγὴν μετὰ ἀσεβείας ἐπαγγελλομένων ἑτέρων εἵλου θάνατον μετ' εὐσεβείας μᾶλλον. Καὶ ταῦτα μὲν ἡμῖν εἴρηται πρὸς τοὺς κομπάζοντας καὶ λέγοντας, ὅτι θεραπεύουσι δαίμονες· ἵνα δὲ μάθῃς, ὅτι οὐδὲ τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησιν ὁ Χριστὸς περὶ τοῦ διαβόλου· Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς. Ὁ Θεὸς λέγει, ἀνθρωποκτόνος, καὶ σὺ ὡς πρὸς ἰατρὸν τρέχεις; Καὶ τίνα ἕξεις λόγον εἰπεῖν ἐγκαλούμενος, εἰπέ μοι, τῆς ἀποφάσεως τοῦ Χριστοῦ τὰς γοητείας τούτων ἀξιοπιστοτέρας εἶναι νομίζων; Ὅταν γὰρ ὁ μὲν Θεὸς λέγῃ, ὅτι ἀνθρωποκτόνος ἐστὶν, οὗτοι δὲ ὅτι νοσήματα δύναται λύειν λέγωσιν, ἀπεναντίας τῇ θείᾳ ψήφῳ, σὺ δὲ καταδέχῃ τὰς μαγγανείας τούτων καὶ τὰς ἐπῳδὰς, οὐδὲν ἕτερον ἀλλ' ἢ τούτους ἀξιοπιστοτέρους ἐκείνου νομίζεις εἶναι δι' ὧν ποιεῖς, κἂν μὴ λέγῃς τοῦτο τοῖς ῥήμασιν. Εἰ δὲ ὁ διάβολος ἀνθρωποκτόνος, εὔδηλον ὅτι καὶ οἱ διακονοῦντες αὐτῷ δαίμονες. Καὶ τοῦτό σε δι' αὐτῶν τῶν ἔργων ἐπαίδευσεν ὁ Χριστός· ὅτε γοῦν αὐτοὺς ἀφῆκεν ἐμπεσεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων, κατεπόντισαν εἰς τὸν κρημνὸν ἅπασαν τὴν ἀγέλην ἐκείνην, ἵνα μάθῃς, ὅτι καὶ τοὺς ἀνθρώπους ταῦτα ἂν εἰργάσαντο, καὶ ἀπέπνιξαν εὐθέως, εἰ συνεχώρησεν αὐτοῖς ὁ Θεός. Νυνὶ δὲ αὐτὸς αὐτοὺς κατεῖχε καὶ ἐκώλυσε, καὶ οὐδὲν ἠφίει τοιοῦτον ἐργάσασθαι· καὶ τοῦτο ἐξουσίαν λαβόντες κατὰ τῶν χοίρων ἐδήλωσαν. Εἰ γὰρ χοίρων οὐκ ἐφείσαντο, πολλῷ μᾶλλον ἡμῶν οὐκ ἂν ἀπέσχοντο. Μὴ τοίνυν, ἀγαπητὲ, ταῖς ἐκείνων ἀπάταις παρασύρου, ἀλλ' ἔσο ἐστηριγμένος ἐν τῷ φόβῳ τοῦ Θεοῦ. Πῶς δὲ καὶ εἰσελεύσῃ εἰς τὴν συναγωγήν; Ἂν μὲν σφραγίσῃς τὸ πρόσωπον, εὐθέως ἀπεπήδησεν ἡ πονηρὰ δύναμις ἡ τὴν συναγωγὴν οἰκοῦσα· ἂν δὲ μὴ σφραγίσῃς, ἀπὸ τῶν θυρῶν εὐθέως τὸ ὅπλον ἔῤῥιψας· εἶτα γυμνὸν καὶ ἄοπλόν σε λαβὼν ὁ διάβολος, μυρία διαθήσει δεινά. Καὶ τί χρὴ λέγεσθαι ταῦτα παρ' ἡμῶν; Ὅτι γὰρ καὶ αὐτὸς σὺ μεγίστην ἁμαρτίαν εἶναι νομίζεις τὸ δραμεῖν εἰς τὸ πονηρὸν ἐκεῖνο χωρίον, δῆλον ἀπὸ τοῦ τρόπου τῆς ἀφίξεως. Καὶ γὰρ λαθεῖν σπουδάζεις ἀφικνούμενος ἐκεῖσε, καὶ οἰκέταις καὶ φίλοις καὶ γείτοσι παρακελεύῃ, μὴ κατειπεῖν σου πρὸς τοὺς ἱερέας, κἂν διαβάλῃ τις, ἀγανακτεῖς. Πόσης οὖν οὐκ ἂν εἴη ἀνοίας, ἀνθρώπους πειρᾶσθαι λανθάνειν, 48.941 τοῦ δὲ Θεοῦ ὁρῶντος, τοῦ πανταχοῦ παρόντος, ἀναισχύντως τὴν παρανομίαν ταύτην τολμᾷν; Ἀλλ' οὐ δέδοικας τὸν Θεόν; Οὐκοῦν κἂν αὐτοὺς αἰδέσθητι τοὺς Ἰουδαίους. Ποίοις γὰρ αὐτοὺς ὀφθαλμοῖς ὄψει; καὶ ποίῳ διαλέξῃ στόματι, Χριστιανὸς μὲν εἶναι ὁμολογῶν, πρὸς δὲ τὰς ἐκείνων τρέχων συναγωγὰς, καὶ τῆς παρ' ἐκείνων δεόμενος βοηθείας; Οὐκ ἐννοεῖς, ὅσον σου καταχέουσι γέλωτα, ὅσα σκώμματα, ὅσην χλευασίαν, ὅσην αἰσχύνην, ὅσον ὄνειδος, εἰ καὶ μὴ φανερῶς, ἀλλὰ κατὰ τὸ συνειδὸς τὸ ἑαυτῶν; θʹ. Ταῦτ' οὖν, εἰπέ μοι, φορητὰ ἢ ἀνεκτά; Εἰ γὰρ μυρίους ἀποθανεῖν θανάτους ἔδει, εἰ γὰρ τὰ ἀνήκεστα παθεῖν, οὐ πολλῷ βέλτιον ἦν ἅπαντα ὑπομεῖναι τὰ χαλεπὰ, ἢ τῶν μιαρῶν ἐκείνων γενέσθαι γέλωτα καὶ χλευασίαν, καὶ μετὰ συνειδότος ζῇν πονηροῦ; Ταῦτα λέγω, οὐχ ἵνα αὐτοὶ ἀκούητε μόνον, ἀλλ' ἵνα τοὺς τὰ τοιαῦτα νοσοῦντας θεραπεύητε. Ὥσπερ γὰρ ἐκείνοις ἐγκαλοῦμεν, ὅτι ἀσθενοῦσι περὶ τὴν πίστιν, οὕτως ὑμῖν ἐγκαλοῦμεν, ὅτι τοὺς ἀσθενοῦντας διορθοῦν οὐ βούλεσθε. Μὴ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, ἀγαπητὲ, ἵνα ἐνταῦθα εἰσιὼν ἀκούσῃς τὰ λεγόμενα; τοῦτο μὲν οὖν καὶ κρῖμά ἐστιν, ὅταν μὴ προσῇ τῇ τῶν λόγων ἀκροάσει καὶ ἔργον. ∆ιὰ τοῦτο Χριστιανὸς εἶ, ἵνα τὸν Χριστὸν μιμῇ, καὶ τοῖς ἐκείνου πείθῃ νόμοις. Τί δαὶ ἐκεῖνος ἐποίησεν; Οὐκ ἐν Ἱεροσολύμοις καθήμενος ἐκάλει πρὸς ἑαυτὸν τοὺς ἀῤῥώστους, ἀλλὰ περιῄει πόλεις καὶ κώμας, ἑκατέρων τὴν ἀῤῥωστίαν θεραπεύων, καὶ τὴν τοῦ σώματος, καὶ τὴν τῆς ψυχῆς. Καίτοι γε ἐδύνατο ἐν ἑνὶ καθήμενος τόπῳ πάντας ἑλκύσαι πρὸς ἑαυτόν· ἀλλ' οὐκ ἐποίησε τοῦτο, ἡμῖν διδοὺς ὑπόδειγμα εἰς τὸ περιιέναι καὶ ζητεῖν τοὺς