1

 2

 3

 4

 5

 6

 7

3

πικρότερα καὶ ὀλεθριώτερα. Καὶ οὐδὲ ἐνταῦθα τέλος ἐλάμβανε τὰ παλαίσματα, ἀλλ' ἀρχὴ πάλιν καὶ προοίμια τῆς παρατάξεως ἦν. Ἐπειδὴ γὰρ οὐδὲν ἐντεῦθεν ἐγένετο πλέον τῷ διαβόλῳ, τῶν φίλων ὁ χορὸς παρεγένετο, ἐν προσωπείῳ συμπαθείας τὰ τῶν πολεμίων ἐπιδεικνύμενος, καὶ ἐνάλλονται κειμένῳ, καὶ ἀναξαίνουσι τὰ ἕλκη, ἀλλήλους διαδεχόμενοι καὶ μηδὲ ἀναπνεῖν ἐῶντες, καὶ πολλοὺς κύκλους κυκλοῦντες, χαλεπήν τινα χορείαν χορεύοντες. Εἴπω καὶ τῆς νυκτὸς τὸν ἀφόρητον πειρασμὸν, καὶ αὐτὸν καινὸν ὄντα καὶ παράδοξον; Τοῖς μὲν γὰρ ἄλλοις ἅπασιν ἀνθρώποις, κἂν μυρία πάσχωσι δεινὰ, κἂν δεσμωτήρια οἰκῶσι, κἂν ἅλυσιν περικέωνται, κἂν συμφορὰς θρηνῶσι, κἂν λώβην σώματος ὑπομένωσι, κἂν πενίᾳ πιέζωνται, κἂν νόσῳ. κἂν πόνοις, κἂν ταλαιπωρίαις, ἀλλ' ὅμως ἐπελθοῦσα ἡ νὺξ φάρμακον ἐπάγει παραμυθίας, ἀφιεῖσα τῶν πόνων τὸ σῶμα, ἀνιεῖσα τῶν φροντίδων τὴν ψυχήν· ἐπὶ δὲ ἐκείνου τότε καὶ ὁ λιμὴν σκόπελος γέγονε, καὶ τὸ φάρμακον ἕλκος κατέστη, καὶ ἡ παραμυθία προσθήκη τις ἦν ὀδύνης χαλεπωτέρα, καὶ φοβερώτερος ὁ χειμὼν ἐγίνετο ἐν τῇ πᾶσιν ἀνθρώποις νυκτὶ παρεχούσῃ γαλήνην· καὶ ἔφευγε μὲν ὡς ἀπὸ κυμάτων τῆς ἡμέρας, διὰ τὰς ἀκαρτερήτους ὀδύνας ἐκείνας, εὕρισκε δὲ τρικυμίας καὶ στροβίλους καὶ ὑφάλους καὶ σπιλάδας, ὡς πάλιν τὰ ἐν τῇ ἡμέρᾳ κύματα ζητεῖν. ∆ιὸ δὴ καὶ αὐτὸς τὸ καινὸν τοῦτο πάθος διηγούμενος, ἐβόα λέγων· Ἐὰν κοιμηθῶ, λέγω· Πότε ἡμέρα; ἐὰν ἀναστῶ, λέγω· Πότε ἑσπέρα; Τίνος ἕνεκεν, εἰπέ μοι; ἐν μὲν γὰρ τῇ ἡμέρᾳ εἰκότως τὴν νύκτα ἐπιζητεῖς· ἑσπέραν γὰρ τὴν νύκτα καλεῖ, ἅτε ἀτέλειαν πᾶσι παρέχουσαν τῶν μεθημερινῶν κακῶν· ἐν νυκτὶ δὲ γενόμενος· καὶ γαλήνῃ καὶ λήθῃ τῶν ὀδυνῶν ἐκείνων καὶ τῶν φροντίδων, τί πάλιν ἐπιζητεῖς τὴν ἡμέραν; Ὅτι μοι τῆς ἡμέρας χαλεπωτέρα ἡ νύξ· οὐ γὰρ ἀτέλειάν μοι παρέχει τῶν πόνων, ἀλλ' ἐπίτασιν καὶ θορύβους καὶ ταραχάς· καὶ τοῦτο αὐτὸ διηγούμενος ἔλεγε· Φοβεῖς με ἐν ἐνυπνίοις, καὶ ἐν ὁράμασί με καταπλήσσεις. Καὶ γὰρ ἐξεδειματοῦτο, φοβερὰς ὄψεις ὁρῶν ἐπὶ τῆς νυκτὸς, καὶ φόβον ἀφόρητον ὑπομένων, ἔκστασίν τε πολλὴν καὶ κατάπληξιν.

γʹ. Ἆρα οὐκ ἀπεκάμετε ἀκούοντες τὰς ἐπαλλήλους ταύτας συμφοράς; Ἀλλ' ἐκεῖνος οὐκ ἔκαμνε πάσχων. ∆ιὸ δὴ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην ἔτι μικρὸν ἀναμεῖναι· οὐδέπω γὰρ τὸ πᾶν εἰρήκαμεν, οὐδὲ τὴν ἑτέραν προσεθήκαμεν ὑπερβολήν. Μία μὲν γὰρ ἦν, ὅτι πάντα τὰ ἐν ἀνθρώποις κακὰ ἓν σῶμα ὑπέμεινεν· ἑτέρα δὲ, ὅτι πάντα ὁμοῦ, καὶ οὐδὲ τὴν τυχοῦσαν ἔσχεν ἀνακωχήν· βούλομαι δὲ καὶ τρίτην εἰπεῖν· τίς οὖν ἐστιν αὕτη; Ὅτι τῶν εἰρημένων ἕκαστον οὐ μόνον οὐχ ὁμοῦ ἐπῆλθεν, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς ὑπερβολῆς καὶ τῆς σφοδρότητος· ἥ τε γὰρ πενία πενίας ἁπάσης χαλεπωτέρα, ἥ τε νόσος, ἥ τε καθέδρα, ἥ τε τῶν παίδων ἀπώλεια, ἥ τε τῶν ὄντων ἁπάντων. Σκόπει δέ· Ἀπώλεσέ τις τὰ ὄντα; ἀλλ' οὐχ οὕτως ὁλοσχερῶς, οὐδὲ τρόπῳ τοιούτῳ. Ἀπέβαλε παῖδας; ἀλλ' οὐδέποτε ὑφ' ἓν ἅπαντας, οὐδὲ τοσούτους, οὐδὲ τοιούτους. Νόσῳ περιέπεσεν; ἀλλ' οὐ τοιαύτῃ, ἀλλ' ἢ πυρετοῖς, ἢ λώβῃ, ἢ ἑτέρῳ τινὶ πάθει συνήθει. Ἐκείνη δὲ ἡ πληγὴ ξένη τις ἦν, καὶ τῷ πάσχοντι μόνῳ σαφής. Λόγος γὰρ οὐδεὶς παραστῆσαι δύναιτ' ἂν τὸ πικρὸν τῶν ἑλκῶν ἐκείνων καὶ τὸ τῶν τραυμάτων ὀδυνηρὸν, ἀλλ' ἀρκεῖ μόνον τὸν ἐργασάμενον εἰπόντα καὶ τὸν ἄσχετον αὐτοῦ θυμὸν, ἐνδείξασθαι τῆς πληγῆς τὸ 63.481 μέγεθος. Καινὴ δὲ καὶ ἡ καθέδρα ἦν καὶ ξένη· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδεὶς πένης οὕτω ποτὲ καθεσθεὶς αἴθριος διὰ παντὸς τοῦ χρόνου, ὥσπερ ἐκεῖνος ὑπέμεινε, γυμνὸς ἱματίων, στέγης ἀπεστερημένος ἁπάσης, ἐπὶ τῆς κοπρίας ἡλκωμένος καθήμενος. Ἔσχε τις γυναῖκα πονηρὰν πολλάκις, ἀλλ' οὐδεὶς οὐδέποτε ἐγένετο οὕτω πονηρὰ, ὡς ἐν τοιαύτῃ συμφορᾷ ἐπιτίθεσθαι τῷ ἀνδρὶ, καὶ ξίφος ἀνονῆσαι κατὰ τῆς ἐκείνου ψυχῆς, καὶ συμβουλεῦσαι τοιαύτας συμβουλάς. Καὶ τὸ τῶν φίλων δὲ ξένον, καὶ τὸ τῶν οἰκετῶν· καὶ τὸ τοῦ λιμοῦ δὲ καινότερον πάλιν, ὅτι παρακειμένης οὐκ ἀπεγεύετο τῆς τραπέζης. Εἴπω καὶ τετάρτην ὑπερβολήν; τὸν πλοῦτον λέγω τὸν ἔμπροσθεν καὶ τὴν