1

 2

 3

 4

 5

 6

 7

6

σαρκῶν αὐτοῦ ἐμπλησθῆναι; λίαν μου χρηστοῦ ὄντος. Ἐνταῦθα τὸν ἔρωτα διηγεῖται τῶν οἰκετῶν τὸν μανικὸν, ὃν περὶ αὐτὸν εἶχον διακαεῖς αὐτοῦ καταστάντες ἐρασταὶ, ἀφ' ὧν αὐτὸς εἰς αὐτοὺς ἐπεδείκνυτο. Οὕτω γὰρ, φησὶν, ἐξεκρέμαντό μου, οὕτως ἀντείχοντο, οὕτως ἦσαν προσηλωμένοι, οὕτως ἐρῶντες, ὡς ἐπιθυμεῖν καὶ αὐτῶν ἐμπλησθῆναι τῶν σαρκῶν, καὶ καταπιεῖν καὶ καταφαγεῖν διὰ τὸ σφόδρα φιλεῖν καὶ ἐκκαίεσθαι.

εʹ. Τί ἄν τις εἴποι τὴν τῶν χρημάτων ὑπεροψίαν; καὶ γὰρ καὶ τοῦτο μεθ' ὑπερβολῆς αὐτῷ κατώρθωτο. Οὐ γὰρ δὴ μόνον τῶν ἀλλοτρίων οὐκ ἐφίετο, ὅπερ πάσχουσιν οἱ πολλοὶ νῦν, ἀλλ' οὐδὲ τῶν οἰκείων, ἀλλὰ καὶ αὐτῶν ἠλλοτρίωτο μετὰ πάσης ὑπερβολῆς· διὸ καὶ ἔλεγεν· Εἰ δὲ ηὐφράνθην πολλοῦ πλούτου γενομένου μοι, οὐδὲ λίθῳ πολυτελεῖ ἐπεποίθησα. ∆ιὰ δὴ τοῦτο καὶ ἀφαιρεθέντων, μετὰ πολλῆς ἔφερε τῆς εὐκολίας τὴν ἀφαίρεσιν, καὶ παρόντων δαψιλῆ τὴν ἐλεημοσύνην εἰργάζετο, 63.484 πᾶσι τὴν δεξιὰν ἁπλώσας, καὶ τὴν οἰκίαν ἀνοίξας. Οὐδὲ γὰρ, ὃ πάσχουσιν οἱ πολλοὶ περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες τοὺς λαμβάνοντας, ἐποίει οὗτος, ἀλλ', Ἡ θύρα μου, φησὶ, παντὶ ἐλθόντι ἀνέῳκτο. Ἀδύνατοι γὰρ, ἥν ποτε εἶχον χρείαν, οὐκ ἀπέτυχον· ξένος δὲ οὐκ ἐξῆλθε τὴν θύραν μου κόλπῳ κενῷ. Εἶδες τὸ δαψιλές; εἶδες τὸ φιλάνθρωπον, τὸ χρηστὸν, τὸ ταπεινόν; Βούλει καὶ τὴν σωφροσύνην μαθεῖν; ∆ιαθήκην, φησὶν, ἐθέμην τοῖς ὀφθαλμοῖς μου τοῦ μὴ κατανοῆσαι εἰς παρθένον ἀλλοτρίαν. Ἃ μετὰ ταῦτα ἐλθὼν ὁ Χριστὸς ἐπέταξε, ταῦτα ἐκεῖνος διὰ τῶν πραγμάτων κατώρθου. Εἶδες αὐτὸν πλουτοῦντα, εἶδες πενόμενον, εἶδες ὑγιαίνοντα, εἶδες νοσοῦντα; εἶδες τῶν πραγμάτων αὐτῷ κατὰ ῥοῦν φερομένων; εἶδες αὐτὸν πάντων ἀφαιρεθέντα; εἶδες πρὸς παῖδας, πρὸς οἰκέτας, πρὸς ἀδικουμένους, πρὸς ὀρφανοὺς οἷον ἑαυτὸν παρεσκεύασεν; Εἰ δὲ καὶ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν, φησί· τουτέστιν, οὐδὲ τὰς συνουσίας ταύτας ἐδίωκον τὰς τῶν γελωτοποιῶν. Καὶ τοῦτο δὲ σωφροσύνης οὐ μικρὸν σημεῖον. Πᾶσαν γὰρ ἀρετὴν ἐπῆλθε, καὶ τῶν οὐδὲν ἐχόντων ἀκριβέστερον διέκειτο τοσαῦτα περιβεβλημένος· οὐ γὰρ οὕτως ὁ μηδὲν ἔχων ἀπήλλακτο χρημάτων, ὡς ἐκεῖνος ὁ τοσαῦτα ἔχων. Πανταχοῦ γὰρ ἡ γνώμη ἐστὶν ἡ στεφανουμένη. Καὶ πρὸς αὐτὴν τῆς σωφροσύνης τὴν κορυφὴν ἀνέβη, καὶ πᾶσαν ἀρετὴν μετὰ τῆς προσηκούσης ἀκριβείας κατώρθου. Ταῦτα ζήλου, ἀγαπητὲ, ταῦτα μίμησαι, καὶ τὴν εἰκόνα ταύτην τὴν ὑπογραφεῖσαν ἀναλαβὼν, ἔμπηξον τῷ συνειδότι τῷ σῷ· κἂν ἐν ἀθυμίᾳ ᾖς, πρὸς αὐτὸν κατάφευγε, κἂν ἐν πλούτῳ, τὸ φάρμακον ἐντεῦθεν λάμβανε, ὥστε μήτε πτωχείᾳ βαπτισθῆναι, μήτε πλούτῳ φυσηθῆναι· κἂν παῖδας ἀποβάλῃς, ἔχεις ἐντεῦθεν τὴν παράκλησιν· τὴν γὰρ ὑπερβολὴν ἐνταῦθα εὑρήσεις καὶ τῶν συμφορῶν καὶ τῆς καρτερίας· κἂν νόσῳ περιπέσῃς, ἐννόησον τὰς πηγὰς τῶν σκωλήκων, ἃς ἐπέζεσε ἡ ἐκείνου σὰρξ, καὶ οἴσεις ἅπαντα πράως· κἂν φίλος ἐπιβουλεύσῃ, πάλιν τὸν ἅγιον εἰς μέσον ἄγε, καὶ περιέσῃ τοῦ πάθους· κἂν οἱ τυχόντες ἀποχρήσωνται, ἐννόησον ἅπερ ἔπασχε παρὰ τῶν οἰκετῶν, καὶ πολλὴν δέξῃ τὴν ἰατρείαν· κἂν πονηρά τις ὑπόληψίς σε περιλάβῃ, λόγισαι οἷα περὶ τούτου ἔλεγον, ὅτι οὐδέπω τῶν ἡμαρτημένων αὐτῷ ἔδωκεν ἀξίαν δίκην, καὶ οἷα ὠνείδιζον, καὶ περιέσῃ καὶ τούτου τοῦ πάθους. Οὐ γὰρ ἔστιν, ὅπερ ἀρχόμενος εἶπον, συμφορὰ ἐν ἀνθρώποις, ἣν οὐχ ὑπέμεινεν ὁ παντὸς ἀδάμαντος οὗτος στεῤῥότερος, λιμὸν καὶ πενίαν καὶ νόσον καὶ ἀποβολὴν παίδων καὶ ζημίαν τοσούτων χρημάτων ἀθρόον ὑπενεγκών· καὶ μετ' ἐκεῖνο, ὅτι παρὰ γυναικὸς ἐπιβουλευθεὶς, παρὰ φίλων ἐπηρεασθεὶς, παρὰ οἰκετῶν πολεμηθεὶς, διὰ πάντων ἀπεδείκνυτο πέτρας ἁπάσης στεῤῥότερος, καὶ ταῦτα πρὸ τοῦ νόμου καὶ τῆς χάριτος. Καὶ γὰρ οὐδὲ τὴν τυχοῦσαν ἕξομεν ἀπολογίαν, ὅταν ἡμεῖς οἱ μετὰ νόμον καὶ χάριν τοσαύτης ἀπολαύσαντες δωρεᾶς, ἔλαττον φέρωμεν τούτου τοῦ ἐν ἀρχῇ καὶ προοιμίοις τοῦ βίου τοῦ ἀνθρωπίνου τοσαύτην ἐπιδειξαμένου φιλοσοφίαν. Ἵν' οὖν καὶ παράκλησιν ἔχωμεν τῶν λυπηρῶν, καὶ διδασκαλίαν