1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

5

προσανέχοντες; Εἰ δὲ Ἕλληνες ἄνθρωποι, καὶ μηδὲν ὅλως ὑγιὲς ἐννοοῦντες, τοῦτο ἠδυνήθησαν συνιδεῖν, καὶ πολλῇ τετιμήκασι τῇ τιμῇ τοὺς ἀποθανόντας μόνον ὑπὲρ αὐτῶν, μηδὲν δὲ ἐργασαμένους πλέον, πόσῳ μᾶλλον ὁ Χριστὸς τοῦτο ἐργάσεται, ὁ πανταχοῦ τοὺς δι' αὐτὸν κινδυνεύοντας ἐκ πολλοῦ τοῦ περιόντος ταῖς τῶν δωρεῶν νικῶν ἀντιδόσεσι; Οὐ γὰρ διωγμῶν μόνον, οὐδὲ πληγῶν, οὐδὲ δεσμωτηρίων καὶ φόνων καὶ σφαγῆς, ἀλλὰ καὶ ὕβρεως μόνης καὶ ῥημάτων ὀνειδιστικῶν πολὺν ἔθηκε τὸν μισθόν. Μακάριοι γὰρ, φησὶν, ἐστὲ, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκεν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου· χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ. Εἰ τοίνυν τὸ κακῶς παθεῖν καὶ τὸ κακῶς ἀκοῦσαι ἐπιτείνει τὸν μισθὸν καὶ τοῖς πάσχουσι καὶ τοῖς ἀκούουσι κακῶς, ὁ κωλύων αὐτοὺς παθεῖν καὶ ἀκοῦσαι κακῶς, οὐχὶ τούτους, ἀλλὰ τοὺς λέγοντας καὶ τοὺς ποιοῦντας ὠφέλησε. Τούτους γὰρ ἔβλαψε, τοῦ μισθοῦ τὸ πλέον ἐκκόπτων αὐτοῖς, καὶ τῆς χαρᾶς καὶ τῶν πολλῶν σκιρτημάτων ἀναιρῶν τὴν ὑπόθεσιν. Ὥστε τούτων μὲν ἕνεκεν καὶ σιγῆσαι ἐχρῆν, καὶ ἀφεῖναι γενέσθαι ταῦτα τὰ πολὺν αὐτοῖς τὸν πλοῦτον ποιοῦντα τῶν ἀγαθῶν, καὶ μείζω τὴν παῤῥησίαν κατασκευάζοντα· ἐπειδὴ δὲ ἀλλήλων ἐσμὲν μέλη, κἂν αὐτοὶ πάλιν ἀρνῶνται τὴν χάριν, οὐ χρὴ τοὺς οὕτω διακειμένους, ἑνὸς μὲν προνοεῖν μέρους, ἑτέρου δὲ περιορᾷν. Ἐκείνοις μὲν γὰρ ἔσται καὶ ἑτέρας εὐδοκιμήσεως ὑπό47.325 θεσις, κἂν μὴ νῦν πάθωσι κακῶς· οὗτοι δὲ, ἂν μὴ μάχης ἀπόσχωνται ταύτης, οὐκέτι σωθῆναι δυνήσονται. Τούτου δὴ χάριν παριδὼν τὸ ἐκείνων, πρὸς τὸ ὑμέτερον ἵσταμαι, καὶ δέομαι καὶ ἀντιβολῶ πεισθῆναί τε ἡμῖν παρακαλοῦσι, καὶ μηκέτι καθ' ἑαυτῶν τὸ ξίφος ὠθεῖν, μηδὲ πρὸς κέντρα λακτίζειν, μηδὲ νομίζοντας ἀνθρώπους ἀνιᾷν, λυπεῖν τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ. Ὅτι μὲν γὰρ ἐπαινέσεσθε ταύτην ἡμῶν τὴν γνώμην, κἂν μὴ νῦν, ἀλλ' αὖθις, οἶδα καὶ πέπεισμαι· βούλομαι δὲ ὑμᾶς τοῦτο ποιῆσαι νῦν, ἵνα μὴ μάτην αὐτὸ μετὰ ταῦτα ποιῆτε. Ἐπεὶ καὶ ὁ πλούσιος ἐκεῖνος, ὅτε μὲν ἦν ἐνταῦθα, τοὺς προφήτας καὶ τὸν νόμον καὶ τὴν ἐκ τούτων παράκλησιν μῦθόν τινα ἡγεῖτο καὶ λῆρον· ἐπειδὴ δὲ ἀπῆλθεν ἐκεῖ, οὕτως ἐθαύμασεν αὐτῶν τὴν παραίνεσιν, ὡς, ἐπειδὴ συνεῖδε μηδὲν αὐτὸν ἀπὸ τῶν ἐπαίνων ὠφεληθῆναι δυνάμενον, παρακαλέσαι τὸν πατριάρχην πέμψαι τινὰ τῶν ἐν ᾅδου τοῖς ὑπὲρ γῆς ἀπαγγέλλοντα, ἐκεῖνο δεδοικὼς, μή ποτε καὶ αὐτοὶ τὸ αὐτὸ πάθωσι, καὶ καταγελάσαντες τῶν θείων Γραφῶν, τότε αὐτὰς θαυμάσωσι, ὅταν αὐτοῖς ὄφελος οὐδὲν ἀπὸ τοῦ θαύματος. Καίτοι γε οὐδὲν ἐκεῖνος τοσοῦτον εἰργάσατο οἷον ὑμεῖς. Ἐκεῖνος γὰρ τῶν μὲν ἑαυτοῦ οὐ μετέδωκε τῷ Λαζάρῳ, οὐ μὴν καὶ ἑτέρους βουληθέντας μεταδοῦναι ἐκώλυσεν, ἢ ἀπήλασε καθάπερ ὑμεῖς νῦν. Καὶ οὐ ταύτῃ μόνον αὐτὸν ἀπεκρύψατε τῇ ὠμότητι, ἀλλὰ καὶ ἑτέρῳ. Ὥσπερ γὰρ οὐκ ἔστιν ἴσον αὐτὸν μηδὲν ποιεῖν ἀγαθὸν, καὶ ἑτέρους βουλομένους κωλύειν ποιεῖν, οὕτως οὐκ ἔστιν ἴσον τροφῆς τε ἀπορεῖν σωματικῆς, καὶ ἐν πολλῷ τῷ τῆς φιλοσοφίας λιμῷ κείμενον κωλύειν τρέφεσθαι παρ' ἑτέρων. Ὥστε διπλῇ παρηλάσατε τὸν ὠμὸν πλούσιον ἐκεῖνον, τῷ τε ἑτέρους κωλῦσαι σβέσαι τὸν λιμὸν, καὶ τῆς ψυχῆς ἀγχομένης τὴν ἀπανθρωπίαν ἐπιδείκνυσθαι ταύτην. Τοῦτο καὶ Ἰουδαῖοι ποτὲ ἐποίησαν, καὶ ἐκώλυον τοὺς ἀποστόλους τοῖς ἀνθρώποις τὰ πρὸς σωτηρίαν λαλεῖν. Πλὴν ἀλλὰ καὶ τούτων χείρονες ὑμεῖς. Οἱ μὲν γὰρ δὴ τὴν τῶν ἐχθρῶν ἀναδεξάμενοι τάξιν, οὕτως ἅπαντα ἔπραττον ἐκεῖνα· ὑμεῖς δὲ τὸ τῶν φίλων ὑποδύντες προσωπεῖον, τὰ τῶν ἐχθρῶν ἐπιδείκνυσθε· ἐμάστιξαν καὶ ὕβρισαν καὶ πονηρᾷ περιέβαλον δόξῃ τοὺς ἁγίους ἀποστόλους τότε ἐκεῖνοι γόητας καὶ πλάνους καλοῦντες αὐτούς. Ἀλλὰ τοιαύτη κατέλαβε αὐτοὺς δίκη, ὡς μηδεμίαν λοιπὸν δυνηθῆναι τοῖς ἐκείνων δεινοῖς παρισωθῆναι συμφοράν. Πρῶτοι γὰρ οὗτοι καὶ μόνοι τῶν ὑφ' ἡλίῳ πάντων ἀνθρώπων τοιαῦτα ἔπαθον, οἷα οὐδεὶς ἕτερος. Καὶ τούτων μάρτυς ἀξιόπιστος ὁ Χριστὸς, οὕτω λέγων· Ἔσται θλῖψις μεγάλη, οἴα οὐ