1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

9

ηʹ. Τί οὖν, φησί; πάντες οἱ τὰς πόλεις οἰκοῦντες ἀπολώλασι καὶ χειμάζονται, καὶ δεῖ τὰς πόλεις ἀφέντας, καὶ ἐρημώσαντας πρὸς τὴν ἔρημον μεταστῆναι, καὶ τῶν ὀρῶν τὰς κορυφὰς οἰκίζειν; Καὶ σὺ ταῦτα κελεύεις, καὶ νομοθετεῖς; Ἄπαγε· τοὐναντίον γὰρ, καθάπερ καὶ ἔφθην εἰπὼν, καὶ ἐβουλόμην καὶ εὔχομαι τοσαύτης ἡμᾶς ἀπολαύειν εἰρήνης, καὶ τὴν τυραννίδα τῶν κακῶν τούτων εἰς τοσοῦτον καταλυθῆναι, ὡς μὴ μόνον τοῖς ἐν ταῖς πόλεσιν ἀνάγκην μὴ γίνεσθαι τὰ ὄρη καταλαβεῖν, ἀλλὰ καὶ τοὺς τὰς ἐρημίας οἰκοῦντας καθάπερ τινὰς φυγάδας διὰ μακροῦ τοῦ χρόνου πρὸς τὴν αὐτῶν πόλιν καταγαγεῖν. Ἀλλὰ τί πάθω; δέδοικα μὴ τῇ πατρίδι σπουδάζων αὐτοὺς ἀποδοῦναι, ἀντὶ ταύτης ταῖς τῶν πονηρῶν δαιμόνων χερσὶ παραδῶ, καὶ βουλόμενος ἀπαλλάξαι ἐρημίας καὶ φυγῆς, φιλοσοφίας καὶ ἡσυχίας παρασκευάσω πάσης ἐκπεσεῖν. Εἰ δέ με, τὸ πλῆθος τῶν ἐν τῇ πόλει προφέρων, ταύτῃ δυσωπήσειν οἴει καὶ δεδίξεσθαι, ὡς οὐκ ἀνεξόμενον καταδικάσαι τὴν οἰκουμένην ἅπασαν, τοῦ Χριστοῦ τὴν ἀπόφασιν λαβὼν, μετ' αὐτῆς στήσομαι πρὸς ταύτην σου τὴν ἀντίθεσιν. Οὐδὲ γὰρ ἀνέξῃ πρᾶγμα τοσαύτης γέμον τόλμης, ὡς πρὸς τὴν ψῆφον ἀντιβλέψαι τοῦ τότε μέλλον47.330 τος κρίνειν ἡμᾶς. Τί οὖν οὗτός φησι; τὸ, Στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Εἰ δὲ οἱ εὑρίσκοντες ὀλίγοι, πολλῷ μᾶλλον οἱ πρὸς τὸ τέλος αὐτῆς φθάσαι δυνάμενοι. Οὐ γὰρ δὴ πάντες ὅσοι τῆς ἀρχῆς ἐπέβησαν, καὶ πρὸς τὸ πέρας αὐτῆς ἴσχυσαν στῆναι, ἀλλ' οἱ μὲν ἐν τοῖς προοιμίοις, οἱ δὲ ἐν τῷ μέσῳ, πολλοὶ δὲ καὶ πρὸς αὐτῷ τῷ λιμένι κατεποντίσθησαν. Καὶ πάλιν πολλοὺς μὲν εἶναί φησι τοὺς κλητοὺς, ὀλίγους δὲ τοὺς ἐκλεκτούς. Ὅταν οὖν ὁ Χριστὸς τὸ μὲν πλέον εἶναι τῆς ἀπωλείας, ἐν δὲ τοῖς ὀλίγοις περιωρίσθαι τὴν σωτηρίαν ἀποφαίνηται, τί πρὸς ἐμὲ μάχῃ; Ταυτὸν γὰρ ποιεῖς, ὥσπερ ἂν εἰ καὶ περὶ τῶν κατὰ τὸν Νῶε συμβεβηκότων λόγων γινομένων ἡμῖν ἐθαύμαζες, εἰ πάντες μὲν ἀπολώλασι, δύο δὲ καὶ τρεῖς ἄνθρωποι μόνοι τὴν τοσαύτην διέφυγον κόλασιν, ταύτῃ προσδοκῶν ἐμφράξαι ἡμῶν τὸ στόμα, ὡς οὐ τολμώντων καταδικάσαι τὸ πλῆθος. Ἀλλ' οὐ πεισόμεθα τοῦτο, οὐδὲ τῆς ἀληθείας τοὺς πολλοὺς προτιμήσομεν. Οὐδὲ γὰρ τῶν τότε συμβεβηκότων ἐλάττω τὰ νῦν, ἀλλὰ καὶ πολλῷ μιαρώτερα, ὅσῳ καὶ γέεννα τούτοις ἠπείληται, καὶ τὰ τῆς κακίας οὐδὲ οὕτως ἐκκόπτεται. Τίς γὰρ, εἰπέ μοι, μωρὸν οὐ καλεῖ τὸν ἀδελφόν; τοῦτο δὲ ὑπεύθυνον ποιεῖ τῷ τῆς γεέννης πυρί. Τίς οὐκ εἶδεν ἀκολάστοις ὀφθαλμοῖς εἰς γυναῖκα; καὶ τοῦτο δὲ μοιχεία ἀπηρτισμένη· τὸν δὲ μοιχὸν πάλιν εἰς τὴν αὐτὴν ἀνάγκη ἐμπίπτειν γέενναν. Τίς οὐκ ὤμοσε; τοῦτο δὲ ἐκ τοῦ πονηροῦ πάντως· τὸ δὲ ἐκ τοῦ πονηροῦ, καὶ αὐτὸ κολάσεως πάντως. Τίς οὐκ ἐβάσκηνε φίλῳ ποτέ; τοῦτο δὲ καὶ ἐθνικῶν καὶ τελωνῶν χείρους ποιεῖ· τοὺς δὲ ἐκείνων χείρους, ὅτι οὐκ ἔνι κόλασιν διαφυγεῖν, παντί που δῆλόν ἐστι. Τίς ἐκ καρδίας ἅπασαν μῆνιν ἐξήλασε, καὶ τὰ πάντων εἰς αὐτὸν πεπλημμεληκότων εἴασεν ἁμαρτήματα; τὸν δὲ οὐκ ἀφέντα, ὅτι τοῖς βασανιστηρίοις ἀνάγκη παραδοθῆναι, τῶν ἀκηκοότων τοῦ Χριστοῦ οὐδεὶς ἀντερεῖ. Τίς δὲ οὐκ ἐδούλευσε τῷ μαμωνᾷ; τὸν δὲ ἐκείνῳ δουλεύσαντα ἀνάγκη παραιτήσασθαι τοῦ Χριστοῦ τὴν δουλείαν· ἐκείνην δὲ ἀρνησάμενον, καὶ τὴν οἰκείαν ἀνάγκη σωτηρίαν ἀρνήσασθαι. Τίς οὐ κακηγόρησε λάθρα; τούτους δὲ καὶ ἡ Παλαιὰ ἀποκτίννυσθαι κελεύει, καὶ κατασφάττεσθαι. Ἀλλὰ τίς ἡ παραμυθία τῶν οἰκείων κακῶν; Τὸ πάντας ὥσπερ ἔκ τινος συνθήματος πρὸς τὸ τῆς κακίας ὀλισθῆσαι βάραθρον, ὃ καὶ αὐτὸ τῆς κατεχούσης νόσου τεκμήριόν ἐστι μέγιστον, ὅταν τοῦτο παραμυθίαν φέρῃ τῶν κακῶν ἡμῖν, ὃ μείζονος ὀδύνης ὑπόθεσιν εἶναι ἐχρῆν. Οὐ γὰρ δὴ τὸ πολλοὺς ἔχειν κοινωνοὺς τῶν ἁμαρτημάτων ἀπαλλάττει τῶν ἐγκλημάτων ἡμᾶς, καὶ τῶν τιμωριῶν. Εἰ δέ τις ἐπὶ τοῖς εἰρημένοις ἀπέγνω, μικρὸν ἀναμεινάτω, καὶ τότε ἀπογνώσεται πλέον, ὅταν τὰ πολλῷ τούτων εἴπωμεν χαλεπώτερα, οἷον τὰς ἐπιορκίας. Εἰ γὰρ τὸ ὀμόσαι διαβολικὸν, τὸ καὶ τοὺς ὅρκους πατῆσαι ποίαν οἴσει τιμωρίαν ἡμῖν; Εἰ τὸ μωρὸν καλέσαι γέενναν ἐφέλκεται,