1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

12

προσδοκάσθω, καὶ λαμπρότερον αὐτοῦ φανήσεσθαι, καὶ πᾶσιν αὐτὸν ἀποκρύψειν τοῖς βιωτικοῖς· εἶτα ἐν μέσῳ τῶν ἐλπίδων τούτων προσερχέσθω τις, καὶ διαλεγέσθω περὶ ταύτης αὐτῷ τῆς φιλοσοφίας, καὶ πειθέτω πάντων ἐκείνων καταγελάσαντα περιβαλέσθαι ἱμάτιον ἁδρὸν, καὶ τὴν πόλιν ἀφέντα πρὸς τὸ ὄρος φυγεῖν, καὶ φυτεύειν ἐκεῖ καὶ ἄρδειν καὶ ὑδροφορεῖν, καὶ τὰ ἄλλα δὴ πάντα τὰ τῶν μοναχῶν ποιεῖν, τὰ δοκοῦντα εἶναι καὶ εὐτελῆ καὶ ἐπονείδιστα· ἔστω δὲ καὶ ἀνυπόδετος, καὶ χαμαὶ καθευδέτω, γενέσθω δὲ καὶ λεπτὸς καὶ ὠχρὸς ὁ καλὸς νεανίας οὗτος, ὁ ἐν τοσαύτῃ τρυφῇ καὶ τιμῇ διατελῶν, καὶ τοιαύτας ἔχων ἐλπίδας, καὶ τῶν οἰκετῶν τῶν ἑαυτοῦ εὐτελεστέραν περικείσθω στολήν· ἆρα ἱκανὰς ἐδώκαμεν τῷ κατηγόρῳ τὰς λαβὰς, καὶ ἀρκούντως συνεπλάσαμεν τὸν ἀνταγωνιστήν; Εἰ δὲ μὴ ἀρκούντως, καὶ ἑτέρας αὐτῷ παρέξομεν προφάσεις. Μετὰ γὰρ τούτων καὶ πάντα κινείτω τὰ μηχανήματα πρὸς τὸ μεταπεῖσαι τὸν υἱὸν, καὶ πάντα εἰκῆ, καθάπερ ἐπὶ πέτρας ἑστῶτος αὐτοῦ τοῦ παιδὸς, καὶ τῶν ποταμῶν καὶ τοῦ ὑετοῦ καὶ τῶν πνευμάτων ἀνωτέρου γινομένου· θρηνείτω δὲ ὁ τοιοῦτος, καὶ προβαλέτω δάκρυα, ὥστε μᾶλλον ἐμπρῆσαι τὸν καθ' ἡμῶν θυμὸν, καὶ πρὸς πάντας τοιαῦτα κατηγορείτω συνεχῶς ἐντυγχάνων. Ἐφύτευσα, ἔθρεψα, ἐταλαιπωρήθην διὰ πάσης τῆς ἡλικίας, πάντα ποιῶν καὶ πάσχων, ἅπερ ἐκ τῆς παιδοποιίας ταύτης συμβαίνειν εἰκός· χρηστὰς εἶχον ἐλπίδας, διελέχθην παιδαγωγοῖς, παρεκάλεσα διδασκάλους, ἀνήλωσα χρήματα, ἠγρύπνησα πολλάκις ὑπὲρ εὐκοσμίας φροντίζων, ὑπὲρ παιδεύσεως, ὅπως μηδενὸς οὕτω τῶν προγόνων λείποιτο τῶν αὐτοῦ, ὅπως ἁπάντων φανείη λαμπρότερος· συνδιοίσειν μοι τοῦτον τὸ γῆρας προσεδόκησα, προϊόντος τοῦ χρόνου περὶ γυναικὸς ἐβουλευόμην καὶ γάμου, περὶ ἀρχῆς, καὶ δυναστείας. Ἀλλ' ἐξαίφνης, ὥσπερ τις σκηπτὸς ἢ καταιγίς ποθεν ἐπιπεσοῦσα, μυ47.334 ριαγωγὸν ὁλκάδα καὶ πολλῶν γέμουσαν φορτίων, καὶ μακρὸν διανύσασαν πέλαγος, καὶ ἐξ οὐρίας πλέουσαν, καὶ πρὸς αὐτῷ λοιπὸν οὖσαν τῷ λιμένι, μικρὸν πρὸ τοῦ στόματος αὐτοῦ κατέκλυσε, καὶ μὴ μόνον πενίας τῆς ἐσχάτης, ἀλλὰ καὶ θανάτου τοῦ ἐλεεινοῦ καὶ ἀπωλείας δέος, μὴ τῇ τοῦ τὰ τοιαῦτα πεπλουτηκότος κεφαλῇ περιστήσειεν ὁ χειμών· οὕτω δή μοι συμβέβηκε νῦν. Οἱ γὰρ ἐπάρατοι καὶ λυμεῶνες καὶ πλάνοι λεγέτω γὰρ δὴ καὶ ταῦτα, οὐ διοισόμεθα ἐκ τῶν τοσούτων ἐλπίδων ἀναρπάσαντές μοι τὸν γηροτρόφον, καθάπερ τινὲς λῄσταρχοι πρὸς τὰς αὐτῶν καταλύσεις ἀπήγαγον, καὶ οὕτω ταῖς αὐτῶν κατεγοήτευσαν ἐπῳδαῖς, ὡς ἑλέσθαι καὶ πρὸς σίδηρον καὶ πρὸς πῦρ καὶ πρὸς θηρία καὶ πρὸς πᾶν ὁτιοῦν στῆναι γενναίως, ἢ πρὸς τὴν προτέραν εὐπραγίαν ἐπανελθεῖν· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ ταῦτα πείσαντες μᾶλλον ἡμῶν προσποιοῦνται τὸ συμφέρον ὁρᾷν. Ἔρημοι μὲν οἰκίαι, ἔρημοι δὲ ἀγροί· κατηφείας δὲ καὶ αἰσχύνης μεστοὶ μὲν οἱ γεωργοὶ, μεστοὶ δὲ οἰκέται· καὶ φαιδροὶ μὲν ἐπὶ τοῖς κακοῖς τοῖς ἐμοῖς ἐχθροὶ, ἐγκαλύπτονται δὲ οἱ φίλοι. Παρ' ἐμοὶ δὲ οὐδεμία γνώμη κρατεῖ, ἀλλ' ἢ ὥστε πῦρ ἐπαφεῖναι καὶ φλέξαι πάντα, καὶ οἰκίας καὶ ἀγροὺς καὶ ἀγέλας βοῶν καὶ ποίμνια προβάτων. Ποῦ γὰρ ἔσται μοι χρήσιμα ταῦτα λοιπὸν, ἐκείνου τοῦ χρησομένου τούτοις οὐκ ὄντος, ἀλλ' αἰχμαλώτου γενομένου, καὶ παρὰ βαρβάροις ἀνημέροις δουλεύοντος θανάτου παντὸς πικροτέραν δουλείαν; Περιέβαλον μελαίνῃ στολῇ τοὺς οἰκέτας ἅπαντας, κατέπασα τέφρᾳ τὰς κεφαλὰς, χοροὺς ἔστησα γυναικῶν, ἐκέλευσα χαλεπώτερον αὐτὰς κατακόπτεσθαι, ἢ εἰ νεκρὸν ἑώρων. Σύγγνωτε δέ μοι τοῦτο ποιοῦντι· μεῖζον ἐκείνου τὸ πένθος ἐμοί. Παρενοχλεῖσθαι δοκῶ λοιπὸν ὑπὸ τοῦ φωτὸς, καὶ πρὸς αὐτὰς ἀηδῶς ἔχω τὰς ἀκτῖνας, ὅταν εἰς νοῦν λάβω τὸ σχῆμα τοῦ ταλαιπώρου παιδὸς ἐκείνου, ὅταν τῶν εὐτελεστέρων ἀγροίκων ἐκείνων ἀτιμότερον αὐτὸν ἠμφιεσμένον ἴδω, καὶ ἐπ' ἔργα ἀτιμότερα τοῦτον προπεμπόμενον· ὅταν ἐννοήσω αὐτοῦ τὸ ἀκαμπὲς, κατακαίομαι, διασπῶμαι, διαῤῥήγνυμαι.