1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

18

τοὺς εὐεργετοῦντας ἀμείβεσθαι, Καίτοι γε ταύτην ἅπασαν οὐδὲ παρὰ τῷ βασιλεύοντι ἴδοι τις ἄν· καὶ γὰρ πολλοὺς ἔχει τοὺς λυποῦντας, οὓς οὐκ ἂν δύναιτο λυπεῖν, καὶ πολλοὺς τοὺς εὖ ποιοῦντας, οὓς οὐκ ἂν εὐκόλως ἀμείψαιτο. Καὶ γὰρ ἐν πολέμοις πολλάκις λυπήσαντας πολεμίους, καὶ μυρία αὐτὸν εἰργασμένους κακὰ, ἀμύνασθαι ἐπεθύμησε μὲν, οὐκ ἴσχυσε δέ· καὶ φίλους δὲ μεγάλα ἐπιδειξαμένους ἐκεῖ κατορθώματα, οὐκ ἔσχε τοῖς ἴσοις ἀμείψασθαι, προαναρπασθέντας τῆς ἀντιδόσεως, καὶ ἐν αὐτῷ τῷ πολέμῳ πεσόντας. Τί οὖν, ἂν ταύτης τῆς δυνάμεως, ἧς οὐδὲ βασιλεῖς ἀπολαύουσιν, ὡς ὁ λόγος ἀπέδειξεν, ἑτέραν πολλῷ μείζονα καὶ τὸν υἱὸν ἔχοντα ἀποδείξωμεν τὸν σόν; Καὶ μηδεὶς ἴσως τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ ὑπολάβοι λεγόντων ἡμῶν, οἷς ἀπιστεῖς· οὐχ οὕτως ἐπιλελήσμεθα τῶν ὑποσχέσεων· ἀλλ' ἀπὸ τῶν ἐνταῦθα γινομένων παρεξόμεθα τὴν ἀπόδειξιν. Εἰ γὰρ δύναμις αὕτη μεγίστη, τὸ λυποῦντας δύνασθαι ἀμύνεσθαι, πολλῷ μεῖζον ταύτης τὸ τοιαύτην εὑρεῖν τοῦ βίου κατάστασιν, ἐν ᾗ μὲν οὐδ' ἂν ἐθέλῃ τις λυπῆσαι δυνήσεται· ὅτι γὰρ ἐκείνου τοῦτο μεῖζον, ἂν ἐφ' ἕτερον παράδειγμα τὸν λόγον ἀγάγωμεν, δῆλον ἡμῖν ἔσται καὶ φανερόν. Εἰπὲ γάρ μοι, τί βέλτιον, οὕτως ἔμπειρον εἶναι τὰ πολεμικὰ, ὡς μηδένα τῶν τιτρωσκόντων ἡμᾶς ἄτρωτον διαφυγεῖν, ἢ σῶμα κεκτῆσθαι τοιοῦτον, ὡς μηδένα, κἂν μυρία ποιῇ, δύνασθαι πλῆξαι τὸ σῶμα; Παντί που δῆλον, ὅτι τοῦτο ἐκείνου καὶ δυνατώτερον καὶ θειότερον· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὃ πολλῷ τούτου ἀνώτερον. Ποῖον δὲ τοῦτο; Τὸ φάρμακα εἰδέναι, δι' ὧν ἀφανισθήσεται τὰ τραύματα πάντα. Τριῶν τοίνυν τρόπων ὄντων, ἑνὸς μὲν τοῦ δύνασθαι τοὺς ἀδικοῦντας ἀμύνεσθαι, ἑτέρου δὲ ἀνωτέρου τοῦ καὶ τὰ οἰκεῖα τραύματα θεραπεύειν· οὐ γὰρ ἕπεται τοῦτο πάντως ἐκείνῳ· τρίτου δὲ τοῦ μηδενὶ τῶν ὄντων ἀνθρώπων εὐχείρωτον εἶναι, ὃ δὴ καὶ μεῖζον φύσεως ἀνθρωπίνης ἐστὶ, τοῦτο τὸν υἱὸν σὸν ἔχοντα ἀποδείξομεν. ζʹ. Καὶ ὅτι οὐ ψόφος ταῦτα τὰ ῥήματα, καὶ ταύτης τῆς μεγάλης δυνάμεως ἑτέραν πάλιν μείζονα μεταξὺ ζητοῦντες εὑρήκαμεν. Οὐ γὰρ δὴ μόνον οὐ δυναμένους, ἀλλ' οὐδὲ βουλομένους ἐκείνων βλάψαι τινὰς ὄψεταί τις· ὥστε διπλᾶ τὰ τῆς ἀσφαλείας αὐτῷ. Τί οὖν θειότερον γένοιτ' ἂν ταύτης τῆς ζωῆς, ἐν ᾗ μηδεὶς μήτε ἐθελήσῃ, μήτε, ἂν ἐθέλῃ, δυνήσεται ποιῆσαι κακῶς; καὶ μάλιστα, ὅταν τὸ μὴ θέλειν οὐκ ἐκ τοῦ μὴ δύνασθαι γίνηται, καθάπερ ἐπὶ πολλῶν, ἀλλ' ἐκ τοῦ μηδεμίαν αἰτίαν εὑρεῖν. Ἐπεὶ, εἴ γε τοῦτο ἦν καθ' ἑαυτὸ, τὸ μὴ δύνασθαι λέγω, οὐδὲν τοσοῦτον ἦν· μῖσος γὰρ ἂν ἐτέχθη πολὺ τοῖς θέλουσι μὲν, οὐ δυναμένοις δὲ ἀδικεῖν· οὐ μικρὸς δὲ καὶ οὗτος μακαριότητος τρόπος. Αὐτὸ δὴ οὖν τοῦτο ἐξετάσωμεν, εἰ δοκεῖ, πρῶτον. Τίς οὖν, εἰπέ μοι, τὸν οὐδὲν κοινὸν ἔχοντα πρὸς ἀνθρώπους, οὐ συμβολαίων ἕνεκεν, οὐ γῆς, οὐ χρημάτων, οὐ πραγμάτων, οὐκ ἄλλου οὐδενὸς, ἐθελήσει βλάψαι ποτέ; ὑπὲρ ποίας χώρας φιλονεικήσει πρὸς αὐτόν; ὑπὲρ τίνων ἀνδραπόδων; ὑπὲρ ποίας δόξης; τί δεδοικώς; ὑπὸ τίνος δακνόμενος; Ἢ γὰρ φθόνῳ, ἢ δέει, ἢ ὀργῇ κινούμεθα πρὸς τὸ βλάπτειν ἑτέρους. Ἀλλ' οὗτος ὁ βασιλικώτατος πάντων ἐστὶν ἀνώτερος. Τίς γὰρ φθονήσει τῷ 47.342 πάντων καταγελῶντι τούτων, περὶ ἃ κόπτονται ἕτεροι καὶ σπουδάζουσι; τίς δὲ ὀργιεῖται μηδὲν ἠδικημένος; τίς δὲ φοβηθήσεται, μηδὲν ὑποπτεύων; Οὐκοῦν, ὅτι μὲν οὐ βουλήσονταί τινες ἀδικεῖν, ἐκ τούτου δῆλον· ὅτι δὲ οὐδ' ἂν ἐθέλωσι δυνήσονται, καὶ τοῦτο ὁμοίως ἐκείνῳ δῆλον. Οὐ γὰρ ἔχει τὰς ἀφορμὰς, οὐδὲ τὰς λαβὰς, ὅθεν ἄν τις αὐτὸν κατάσχοι· ἀλλ' ὥσπερ ἀετὸς ὑψηλὰ πετόμενος παγίδι στρουθῶν οὐκ ἂν ἁλῴη ποτὲ, οὕτω καὶ οὗτος. Πόθεν γὰρ αὐτόν τις βλάψαι δυνήσεται; Χρήματα οὐκ ἔστι παρ' αὐτῷ, ἵνα ἀπειλήσῃ ζημίαν· πατρίδα οὐκ ἔχει, ἵνα τὴν ὑπερορίαν ἐπανατείνηται· δόξης οὐκ ἐφίεται, ἵνα εἰς ἀτιμίαν ἀγάγῃ· ἕν ἐστι τὸ λειπόμενον, θάνατος· ἀλλ' ἐνταῦθα μάλιστα οὐ δυνήσεται αὐτὸν λυπῆσαί ποτε, ἀλλὰ καὶ ὠφελήσει τὰ μέγιστα. Πρὸς γὰρ ἑτέραν αὐτὸν πέμπει ζωὴν, τὴν ποθουμένην αὐτῷ, καὶ δι' ἣν ἅπαντα πράττει καὶ πραγματεύεται· ὥστε τοῦτο ἀπαλλαγὴ πόνων ἐστὶ, καὶ οὐ τιμωρία, ἀλλ' ἱδρώτων λύσις καὶ ἀνάπαυλα. Βούλει