1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

19

καὶ ἕτερον τρόπον τῆς δυνάμεως αὐτοῦ μαθεῖν, πολλῷ τούτου φιλοσοφώτερον; Κἂν γὰρ μυρία τις αὐτὸν ἐργάσηται δεινὰ, κἂν μαστίξῃ, κἂν δήσῃ, τὸ μὲν σῶμα πλήττεται διὰ τὴν φύσιν, ἡ δὲ ψυχὴ ἄπληκτος διὰ τὴν φιλοσοφίαν μένει. Οὐδὲ γὰρ ἁλίσκεται θυμῷ, οὐ χειροῦται μίσει, οὐκ ἀπεχθείᾳ καταγωνίζεται. Καὶ οὔπω τοῦτο μέγα, ἀλλὰ τὸ πολλῷ τούτου θαυμαστότερον· καθάπερ γὰρ εὐεργέτας καὶ προστάτας, οὕτω φιλεῖ τοὺς τὰ τοιαῦτα ἐργασαμένους, οὕτως εὔχεται πάντα αὐτοῖς γενέσθαι τὰ ἀγαθά. Καίτοι τί τοσοῦτον ἔδωκας ἂν αὐτῷ, εἰ μυριάκις αὐτὸν βασιλέα τῆς οἰκουμένης ἐποίησας, καὶ ἐπὶ μυρίοις ἔτεσι τὴν βασιλείαν ἐξέτεινας; πόσης ἁλουργίδος τοῦτο τὸ κτῆμα, πόσης ἀρχῆς, πόσης δόξης οὐ τιμιώτερον; τί οὐκ ἂν προήκατο, ὥστε ψυχὴν τοιαύτην λαβεῖν; Ἐμοὶ δοκεῖ καὶ τοὺς σφόδρα φιλοσωμάτους ἑλεῖν ἂν ταύτης τῆς ζωῆς τὴν ἐπιθυμίαν. Βούλει καὶ ἑτέρωθεν τὴν δύναμιν ἰδεῖν τοῦ ἀνδρὸς θαυμαστοτέραν καὶ ἡδίστην, ἀπὸ μέρους ταπεινοτέρου μὲν, σοὶ δὲ μάλιστα ἡδίστου; Τὰ μὲν γὰρ εἰρημένα δείκνυσιν αὐτὸν ἀχείρωτον ὄντα καὶ ἀνάλωτον· ὅτι δὲ καὶ ἑτέρων προστήσεται, καὶ ἐν ἀσφαλείᾳ καταστήσει πολλῇ, τοῦτο ἴσως ζητεῖς μαθεῖν. Τοῦτο μὲν οὖν πρώτη ἐστὶ προστασία, τὸ καὶ ἑτέρους εἰς τὸν αὐτὸν ζῆλον ἀγαγεῖν, καὶ οὕτω ποιῆσαι ἰσχυρούς· εἰ δὲ μὴ θέλοιεν, ἀλλὰ τὴν ἀνθρωπινωτέραν ταύτην καὶ γηΐνην μετέρχοιντο ζωὴν, καὶ ἐν ταύτῃ πάλιν ὄψει δύναμιν αὐτὸν ἔχοντα τοῦ πλουτοῦντος σοῦ μείζονα τὸν μηδὲν ἔχοντα δι' αὐτὸ τοῦτο μάλιστα τὸ μηδὲν ἔχειν. Τίς γὰρ μετὰ πλείονος ἐξουσίας διαλέξεται βασιλεῖ καὶ ἐπιτιμήσει; σὺ ὁ τοσαῦτα κεκτημένος, καὶ ὑπεύθυνος ὢν διὰ ταῦτα καὶ τοῖς ἐκείνου δούλοις, καὶ ὑπὲρ ἁπάντων τρέμων, καὶ μυρίας αὐτῷ παρέχων λαβὰς, εἰ βούλοιτό σε ἀδικεῖν ὀργισθεὶς, ἢ οὗτος ὁ τῶν ἐκείνου χειρῶν ἀνώτερος ὤν; Βασιλεῦσι μὲν γὰρ οὗτοι μάλιστα διελέχθησαν μετ' ἐξουσίας πολλῆς, ὅσοι πάντων ἐγένοντο τῶν βιωτικῶν ἐκτός. Τίνι δὲ μᾶλλον εἴξει καὶ ἐπακούσεται ὁ ἐν δυνάμει ὢν, καὶ ἐν τοῖς βασιλείοις στρεφόμενος, τῷ πλουτοῦντί σοι, καὶ ὃν ὑποπτεύει ἕνεκα χρημάτων πολλὰ πολλάκις ποιεῖν, ἢ τῷ μίαν ἔχοντι τῶν ἐπιταγμάτων ὑπόθεσιν, τὴν εἰς τοὺς ἄλλους φιλανθρωπίαν; Τίνα τιμήσει καὶ θαυμάσεται, περὶ οὗ μηδὲν ταπεινὸν ὑποπτεῦσαι δύναιτ' ἂν, ἢ τὸν καὶ τῶν οἰκετῶν ταπεινότε 47.343 ρον εἶναι νομιζόμενον τῶν αὐτοῦ; Καθάπερ γὰρ ἐν χρήμασιν, ὅταν ἀναλίσκειν δέοι, ἐκείνοις ὑπακούουσι μᾶλλον, οὕτω καὶ προστῆναι κελεύουσιν.

ηʹ. Εἰ δὲ βούλει, μηδὲν δι' ἑτέρων ἀνυέτω, ἀλλὰ δι' ἑαυτοῦ· καὶ τὸν κακῶς παθόντα καὶ πρὸς τοῦτον ἀγάγωμεν καὶ πρὸς σὲ, μᾶλλον δὲ μὴ πρὸς σὲ, ἀλλὰ πρὸς αὐτὸν τὸν βασιλεύοντα· εἶτα ἴδωμεν τίς μᾶλλον προνοῆσαι δυνήσεται τούτου. Καὶ πρῶτος ἀγέσθω τῶν ἄλλων ὁ πάντων δεινότατα πεπονθώς. Ἔστω γάρ τις υἱὸν ἔχων μονογενῆ, καὶ ἐν ἀκμῇ τῆς ὥρας αὐτὸν ἀποβαλέτω. Τοῦτον οὔτε ἄρχων, οὔτε βασιλεὺς, οὔτε ἄλλος τις ὠφελῆσαι δυνήσεται, μήτιγε σύ· οὐδὲν γὰρ αὐτῷ δώσεις τοιοῦτον, οἷον ἀπολώλεκεν. Ἐὰν δὲ πρὸς τὸν υἱὸν ἀγάγῃς τὸν σὸν, πρῶτον μὲν αὐτὸν ἀπό τε τῆς ὄψεως, ἀπό τε τοῦ σχήματος, ἀπό τε τῆς οἰκήσεως ἀναστήσει ταχέως, καὶ πείσει μηδὲν ἡγεῖσθαι τὰ ἀνθρώπινα· ἔπειτα δὲ καὶ λόγοις ἀπελάσει τὸ νέφος εὐνόλως. Ἀπὸ δὲ τῆς σῆς οἰκίας καὶ πλέον ἕξει τὸ πένθος ἐκεῖνος. Ὅταν γὰρ ἴδῃ ταύτην καθαρὰν οὖσαν κακῶν, καὶ πολλῆς εὐπραγίας γέμουσαν, καὶ κληρονόμον ἔχουσαν, μᾶλλον κατακαήσεται· ἐκεῖθεν δὲ ἡμερώτερος ἔσται καὶ φιλοσοφώτερος. Ὁρῶν γὰρ τοσαύτης μὲν οὐσίας ὑπερορῶντα τὸν σὸν υἱὸν, τοσαύτης δὲ δόξης καὶ λαμπρότητος, οὐκ ἀλγήσει τῷ τελευτήσαντι τοσοῦτον. Πῶς γὰρ αὐτὸν δήξεται τὸ μηδένα κληρονόμον ἔχειν τῶν αὐτοῦ, ὅταν ἴδῃ τούτων πάντων καταφρονοῦντα ἕτερον; Καὶ τοὺς περὶ φιλοσοφίας δὲ λόγους εὐκολώτερον παρ' ἐκείνου ἀκούσεται τοῖς ἔργοις ἐπαληθεύοντος. Σὺ δὲ ἂν χᾶναι τολμήσῃς μόνον, καὶ ἀθυμίας αὐτὸν ἐμπλήσεις πολλῆς, ἅτε ἐπ' ἀλλοτρίοις φιλοσοφῶν κακοῖς· ἐκεῖνος δὲ αὐτὸν διὰ τῶν πραγμάτων διδάσκων, πείσει ῥᾳδίως, ὅτι οὐδὲν ὕπνου πλέον ὁ