1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

22

διὰ τοῦτο καὶ πρὸς τὴν τελευτὴν φρίττετε, καὶ πάντων ἐλεεινοτέρους εἶναί φατε τότε μάλιστα, ὅταν εὐδοκιμῆτε. Ἐκεῖνος δὲ τότε ἀναπαύσεται μάλιστα, ὅταν γηράσῃ, ἅτε εἰς λιμένα ἐπειγόμενος ἐλθεῖν, καὶ νεότητα μὲν ἔχων ἀεὶ ἀκμάζουσαν, εἰς γῆρας δὲ οὐδέποτε ἐπείγουσαν. Σὺ δὲ τοιαύτην τρυφὴν τὸν υἱὸν ἐβούλου τρυφᾷν, δι' ἣν ἂν μετενόησε μυριάκις, καὶ ἤλγησεν ἐν γήρᾳ γενόμενος. Ἀλλὰ μὴ γένοιτο μηδὲ τοὺς ἐχθροὺς τοὺς ὑμετέρους τοιαῦτα τρυφῆσαί ποτε. Καὶ τί λέγω τὸ γῆρας; ἐν γὰρ ἡμέρᾳ μιᾷ σβέννυται τὰ τῆς ἡδονῆς ἐκείνης· μᾶλλον δὲ οὐκ ἐν ἡμέρᾳ, οὐδὲ ἐν ὥρᾳ, ἀλλὰ καὶ ἐν μικρᾷ καὶ ἀκαριαίᾳ ῥοπῇ. Τί γάρ ἐστιν ἡδονή; οὐ τὸ γαστρίζεσθαι, καὶ συβαριτικὰς παρατίθεσθαι τραπέζας, καὶ γυναιξὶν ὡραίαις συγγίνεσθαι καθάπερ τινὰς χοίρους ἐν βορβόρῳ κυλινδουμένους;

ιʹ. Ἀλλὰ γὰρ μήπω τοῦτο· τὴν δὲ ἡδονὴν ἐξετάσωμεν τέως, εἰ μὴ ψυχρά τίς ἐστι καὶ εὐτελὴς, καὶ εἰ βούλει, πρώτην τὴν ἡδίω δοκοῦσαν εἶναι τὴν τῆς τρυφῆς. ∆εῖξον οὖν μοιτὸν ταύτης καιρὸν, καὶ πόσον κατέχειν ὑμᾶς δύναιτ' ἂν μέρος ἡμέρας; τοσοῦτον, ὅσον οὐδὲ ὀφθῆναι καλῶς. Ἅμα τε γὰρ ἐνεπλήσθη τις, καὶ τὴν ἡδονὴν ἔσβεσε, καὶ πρὸ τῆς πλησμονῆς δὲ ῥεύματος θᾶττον παρέρχεται, πρὸς αὐτὸν ἀφανιζομένη τὸν λαιμὸν, καὶ οὐδὲ τοῖς σιτίοις ἀρκοῦσα συγκατελθεῖν· ὁμοῦ τε γὰρ παρῆλθε τὴν γλῶτταν, καὶ συγκατέλυσε τὴν ἰσχύν. Καὶ σιωπῶ τὰ λοιπὰ κακὰ, καὶ ὅσος ἀπὸ ταύτης γίνεται τῆς τρυφῆς ὁ χειμών· οὐ γὰρ μόνον ἡδίων ὁ μὴ τρυφήσας, ἀλλὰ καὶ κουφότερος, καὶ ῥᾷον διακείσεται τοῦ διασπασθέντος ὑπὸ τῆς πλησμονῆς· Ὕπνος γὰρ, φησὶν, ὑγιείας ἐν σπλάγχνῳ μετρίῳ. Τί δεῖ λέγειν τὰς νόσους, τὰς ἀηδίας, τὰς συμφορὰς, τὰς δαπάνας τὰς εἰκῆ; ὅσαι αἱ αἰτιάσεις, ὅσαι αἱ ἐπιβουλαὶ, ὅσαι αἱ ἀπὸ τούτων ἐπήρειαι τῶν συμποσίων βλαστάνουσιν; ἀλλὰ τὸ πόρναις γυναιξὶν ὁμιλεῖν ἡδύ; Καὶ ποία μετὰ τοσαύτης αἰσχύνης ἡδονὴ γένοιτ' ἄν; Μάλιστα δὲ μηδὲ ἐνταῦθα τοῦτο ἐξετάζωμεν τέως, μηδὲ τὰς ἐκ τῶν ἐραστῶν μάχας, μηδὲ τοὺς ἐκ τῶν ἀντεραστῶν πολέμους, μηδὲ τὰς κατηγορίας· ἀλλ' ἔστω τις μετ' ἐξουσίας ἀπολαύων τῆς ἀσελγείας ἐκείνης, καὶ μήτε ἀντεραστὴν ἐχέτω, μήτε ὑπεροράσθω παρὰ τῆς ἐρωμένης, τά τε χρήματα ὥσπερ ἐκ πηγῶν ἀναλισκέτω, καίτοι οὐδαμοῦ ταῦτα συμβεβηκέναι πάντα δυνατὸν, ἀλλὰ δεῖ τὸν μὲν μὴ μέλλοντα ἔχειν ἀντεραστὴν τὴν οὐσίαν καταλῦσαι πᾶσαν, νικῶντα τῇ φιλοτιμίᾳ τοὺς ἄλλους ἅπαντας, τὸν δὲ μὴ βουλόμενον ἀπορεῖν ὑπερορᾶσθαι παρὰ τῆς πόρνης καὶ διαπτύεσθαι πάλιν. Πλὴν ἀλλὰ μηδὲν ἔστω τούτων, ἀλλὰ πάντα αὐτῷ κατὰ νοῦν προχωρείτω· ποῦ τὴν ἐκ τούτων ἡδονὴν ἐπιδεῖξαι ἔχεις ἡμῖν; Οὐδὲ γὰρ ἐν αὐτῷ τῷ τῆς μίξεως φαίνεται καιρῷ, ἀλλ' ὁ μὲν πληρώσας τὴν συνουσίαν, καὶ τὴν ἡδονὴν ἔσβεσεν, ὁ δὲ ἐν τῇ μίξει ὢν, οὐκ ἔστιν ἐν ἡδονῇ, ἀλλ' 47.347 ἐν θορύβῳ καὶ ταραχῇ καὶ οἴστρῳ καὶ μανίᾳ καὶ κλόνῳ πολλῷ καὶ βρασμῷ. Ἀλλ' οὐχ ἡ παρ' ἡμῖν ἡδονὴ τοιαύτη· μὴ γένοιτο· ἀλλὰ διαπαντὸς ἀχείμαστον τηρεῖ τὴν ψυχὴν, καὶ θόρυβον οὐδένα, οὐδὲ κλόνον ἐπάγει, καθαρὰν δέ τινα εὐφροσύνην καὶ εἰλικρινῆ καὶ ἔνδοξον καὶ τέλος οὐκ ἔχουσαν, δυνατωτέραν τε πολλῷ καὶ σφοδροτέραν τῆς παρ' ὑμῖν. Ὅτι γὰρ ἡδίων αὕτη ἡ ἡδονὴ, τὴν μὲν ὑμετέραν ἱκανὸς ἀποστῆσαι φόβος· κἂν γὰρ βασιλεὺς γράμματα καταπέμψῃ θάνατον ἀπειλοῦντα, τὸ πλέον τῶν ἀνθρώπων ἐκστήσεται ταύτης τῆς ἡδονῆς· ἐκείνης δὲ, κἂν μυρίους θανάτους τις ἐπιφέρῃ, οὐ πείσει καταφρονεῖν, ἀλλὰ καὶ γελασθήσεται μᾶλλον· οὕτω τυραννικωτέρα τε αὕτη ἐστὶν ἐκείνης καὶ ἡδίων, καὶ οὐδ' ἂν σύγκρισιν δέξαιτο πρὸς ἐκείνην. Μὴ δὴ βασκήνῃς τῷ παιδὶ, ἀπὸ τῶν ῥεόντων ἀγαθῶν, μᾶλλον δὲ οὐδὲ ὄντων, ἐπὶ τὰ ὄντα καὶ μένοντα διαβαίνοντι, μηδὲ θρήνει τὸν μακαρίζεσθαι ἄξιον, ἀλλ' εἴ τις μὴ τοιοῦτος καθάπερ ἐν εὐρίπῳ τῷ παρόντι βίῳ φερόμενος. Καὶ τὸ δὴ κεφάλαιον· εἰ γὰρ καὶ ἄπιστος σὺ καὶ Ἕλλην, ὅμως κἂν τοῦτον παραδέξῃ τὸν λόγον. Ἀκούεις Κωκυτοὺς πάντως καὶ Πυριφλεγέθοντας ποταμοὺς, καὶ Στυγὸς ὕδωρ, καὶ Τάρταρον τοσοῦτον ἀπέχοντα τῆς γῆς, ὅσον αὕτη τοῦ οὐρανοῦ, καὶ πολλοὺς κολάσεων