1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

23

τρόπους. Εἰ γὰρ καὶ μετὰ ἀληθείας, ὡς ἔχει, ταῦτα εἰπεῖν οὐκ ἠδυνήθησαν Ἕλληνες, ἅτε ἀπὸ λογισμῶν κινηθέντες καὶ παρακουσμάτων τῶν παρ' ἡμῖν, ἀλλ' ὅμως εἰκόνα τινὰ κρίσεως ἔλαβον· καὶ ποιητὰς καὶ φιλοσόφους καὶ λογοποιοὺς, καὶ πάντας εὑρήσεις ὑπὲρ τούτων φιλοσοφοῦντας τῶν δογμάτων. Ἀκούεις δὲ καὶ Ἠλύσιον πεδίον, καὶ μακάρων νήσους, καὶ λειμῶνας, καὶ μυρσίνας, καὶ λεπτὴν αὔραν, καὶ εὐωδίαν πολλὴν, καὶ χοροὺς ἐκεῖ διατρίβοντας, καὶ λευκὴν περιβεβλημένους στολὴν, χορεύοντάς τε καὶ ᾄδοντας ὕμνους τινὰς, καὶ ὅλως καὶ πονηροῖς καὶ ἀγαθοῖς ἀποκειμένην ἀντίδοσιν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν. Πῶς οὖν οἴει μετὰ τοιούτων βιοῦν τῶν λογισμῶν τούς τε ἀγαθοὺς, τούς τε οὐ τοιούτους; Οὐχ οἱ μὲν ταῦτα στρέφοντες, κἂν ἀλύπως αὐτοῖς καὶ μετὰ πολλῆς τῆς ἡδονῆς τὰ τοῦ παρόντος προχωρῇ βίου, καθάπερ ὑπό τινος ἐλαύνονται μάστιγος τοῦ συνειδότος καὶ τῆς προσδοκίας τῶν δεξομένων αὐτοὺς δεινῶν· οἱ δὲ ἀγαθοὶ κἂν μυρία πάσχωσι κακὰ, κατὰ Πίνδαρον, ἐλπίδα κουροτρόφον ἔχουσιν οὐκ ἀφιεῖσαν τῶν παρόντων κακῶν αἴσθησιν λαβεῖν; Ὥστε καὶ κατὰ τοῦτο μείζων ἐκείνη ἡ ἡδονή. Πολλῷ γὰρ βέλτιον, ἀπὸ πόνων προσκαίρων ἀρξάμενον πρὸς ἀνάπαυσιν ἄπειρον τελευτᾷν, ἢ τῶν δοκούντων εἶναι ἡδίστων ἐν βραχεῖ γευσάμενον, ἐπὶ τὰ πικρότερα καὶ φορτικώτερα λῆξαι κακά. Ὅταν δὲ πρὸς τούτῳ καὶ ὡμολογημένον ᾖ, ὅτι καὶ ἐνταῦθα οὗτος ὁ βίος ἡδίων, οὐχὶ τοῦτο ὅπερ ἀρχόμενος ἔφην ἀνάγκη νῦν ποιεῖν, ἐλεεῖν τοὺς τὰ τοιαῦτα δακρύοντας ἀγαθά; Οὐ δὴ θρήνων ἄξιος ὁ παῖς ὁ σὸς, ἀλλὰ κρό47.348 των καὶ στεφάνων, ἐπὶ τὴν ἀκύμαντον ζωὴν καὶ τὸν εὔδιον λιμένα ἐλθών. Ἀλλ' ὀνειδίζουσί σε πατέρες πολλοὶ υἱοὺς ἔχοντες ἐν τῷ παρόντι στρεφομένους βίῳ, καὶ δακρύουσί σε, ὅταν ἴδωσιν ἕτεροι καὶ γελῶσιν ἄλλοι. ∆ιὰ τί δὲ μὴ τούτους σὺ μᾶλλον καταγελᾷς καὶ πενθεῖς; Μὴ γὰρ δὴ τοῦτο σκοπῶμεν, εἰ σκώπτουσιν ἡμᾶς, ἀλλ' εἰ καλῶς καὶ δικαίως· κἂν μὲν τοῦτο ᾖ, καὶ μὴ γελώντων ἐκείνων ἡμεῖς δακρύωμεν, ἐὰν δὲ ἀδίκως τοῦτο πράττωσι, κἂν ἅπαντες γελῶσιν, ἡμεῖς μὲν ἑαυτοὺς μακαρίζωμεν, ἐκείνους δὲ θρηνῶμεν, ἅτε πάντων ἀθλιωτέρους ὄντας, καὶ τῶν μαινομένων οὐδὲν διαφέροντας. Τὸ γὰρ γελᾷν τὰ πολλῶν ἐπαίνων ἄξια καὶ στεφάνων, μαινομένων ἐστὶ, καὶ τῶν τὰ αὐτὰ νοσούντων αὐτοῖς. Εἰπὲ γάρ μοι, εἰ περὶ τὴν τῶν ὀρχουμένων καὶ τὴν τῶν ἡνιόχων μανίαν ἐπτοημένου τοῦ παιδὸς ἐπῄνουν σε καὶ ἐθαύμαζον ἅπαντες καὶ μακαριστὸν εἶναι ἔλεγον, οὐχὶ χλεύην εἶναι τὸ πρᾶγμα ἐνόμισας; Τί δὲ, εἰ γενναῖόν τι καὶ ἐπαίνων ἄξιον πράττοντος ἐγέλων ἐκεῖνοι καὶ ὠνείδιζον, οὐχὶ παραπαίειν αὐτοὺς ἂν ἔφης; Τοῦτο δὴ ποιῶμεν καὶ νῦν, μὴ τῇ τῶν πολλῶν ὑπονοίᾳ, ἀλλ' ἀκριβεῖ λογισμῶν ἐξετάσει τὴν περὶ τοῦ παιδὸς ἐπιτρέποντες ψῆφον, καὶ ὄψει τοὺς γελῶντας τούτους ἀνδραπόδων μᾶλλον, ἢ ἐλευθέρων ὄντας παίδων πατέρας, ὅταν πρὸς τὸν υἱὸν ἐξετάζωνται ἐκεῖνοι τὸν σόν. Νῦν μὲν γὰρ ὑπὸ τοῦ πάθους σκοτούμενος, οὐδὲ διαβλέψαι πρὸς ταῦτα δυνήσῃ· ὅταν δὲ μικρὸν ἀναπαύσῃ, καὶ ὁ υἱὸς πολλὴν ἐπιδείξηται τὴν ἀρετὴν, οὐκέτι σοι λόγων δεήσει, ἀλλὰ ταῦτα σὺ πρὸς ἑτέρους ἐρεῖς καὶ πλείονα τούτων. Καὶ οὐχ ἁπλῶς σοι ταῦτα μαντεύομαι, ἀλλ' ἀπὸ τῆς πείρας αὐτῆς. Καὶ γὰρ ἐμοὶ γέγονεν ἑταῖρος, πατέρα ἄπιστον ἔχων πλουτοῦντα καὶ εὐδόκιμον καὶ πάντοθεν λαμπρόν· καὶ οὗτος ὁ πατὴρ τὸ μὲν πρῶτον καὶ ἄρχοντας ἐκίνησε, καὶ δεσμὰ ἠπείλησε, καὶ πάντων αὐτὸν ἀποδύσας ἐπὶ τῆς ἀλλοτρίας εἴασε γῆς, καὶ τῆς ἀναγκαίας δεόμενον τροφῆς, ὡς ταύτῃ πείσων πρὸς τὴν βιωτικωτέραν ζωὴν ἐπανελθεῖν· ἐπειδὴ δὲ εἶδε πρὸς οὐδὲν τούτων ἐνδόντα, ἡττηθεὶς παλινῳδίαν ᾖσε, καὶ νῦν τιμᾷ τὸν υἱὸν, καὶ αἰδεῖται μᾶλλον πατρός· καὶ πολλοὺς ἔχων ἑτέρους παῖδας εὐδοκιμοῦντας, οὐδὲ δούλους ἐκείνους τούτου φησὶν εἶναι ἐπιτηδείους· καὶ αὐτὸς δὲ πολλῷ λαμπρότερός ἐστι διὰ τὸν υἱόν. Ταῦτα καὶ ἐπὶ τοῦ παιδὸς ὀψόμεθα τοῦ σοῦ, καὶ ὅτι οὐ ψεύδομαι, διὰ τῶν ἔργων αὐτῶν εἴσῃ καλῶς. ∆ιὸ σιγήσομαι λοιπὸν, τοσοῦτόν σου δεηθεὶς, ἐνιαυτὸν ἀνάμεινον μόνον, ἢ καὶ ἐλάττονα χρόνον. Οὐδὲ γὰρ δεῖται πολλῶν ἡμερῶν ἡ παρ'