1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

36

μὴ ὑπανέστη, μηδὲ προσεῖπεν ὁ δεῖνα πρότερος, μηδὲ ὑπέκυψε, μηδὲ τὰ τῶν ἀνδραπόδων ἐπεδείξατο; οἱ μελετῶντες ἄρχεσθαι, ἢ οἱ δυναστειῶν ἐρῶντες καὶ ἀρχῶν, καὶ πάντα ὑπὲρ τούτου καὶ ποιῆσαι καὶ παθεῖν ἀνεχόμενοι; οἱ πάντων βελτίους εἶναι λέγοντες, καὶ διὰ τοῦτο πάντα καὶ λέγειν καὶ πράττειν ἑαυτοῖς ἐξεῖναι νομίζοντες, ἢ οἱ μετὰ τῶν ἐσχάτων ἀριθμοῦντες ἑαυτοὺς, καὶ ταύτῃ τὴν ἄλογον ἐξουσίαν τῶν παθῶν κολάζοντες; οἱ τὰς λαμπρὰς οἰκοδομούμενοι οἰκίας, καὶ τὰς πολυτελεῖς παρατιθέμενοι τραπέζας, ἢ οἱ μηδὲν πλέον 47.364 καὶ τροφῆς καὶ οἰκήσεως τῆς ἀναγκαίας ζητοῦντες; οἱ μυρία πλέθρα ἀποτεμνόμενοι γῆς, ἢ οἱ μηδὲ βῶλον μίαν ἀναγκαίαν αὐτοῖς πρὸς κτῆσιν εἶναι νομίζοντες; οἱ τόκους ἐπὶ τόκους συλλέγοντες, καὶ πάσης ἐμπορίας κινοῦντες ὁδὸν ἄδικον, ἢ οἱ τὰς ἀδίκους ταύτας διασπῶντες συγγραφὰς, καὶ ἐκ τῶν ἐνόντων τοῖς δεομένοις ἐπικουροῦντες; οἱ τὸ εὐτελὲς τῆς ἀνθρωπίνης ἐπεσκεμμένοι φύσεως, ἢ οἱ μηδὲ τοῦτο αὐτὸ εἰδέναι θέλοντες, ἀλλ' ὑπὸ τῆς ἄγαν ἀλαζονείας καὶ τὸ ἀνθρώπους αὐτοὺς νομίζειν ἀπολωλεκότες; οἱ πόρνας τρέφοντες, καὶ τοῖς ἀλλοτρίοις λυμαινόμενοι γάμοις, ἢ οἱ καὶ τῆς ἑαυτῶν ἀπεχόμενοι γυναικός; Οὐχ οἱ μὲν, ὥσπερ οἰδήματα σώματι καὶ πνεύματα ἄγρια θαλάττῃ, τῇ πολιτείᾳ τῆς οἰκουμένης ἐπιφύονται, καὶ τοὺς καθ' ἑαυτοὺς σώζεσθαι δυναμένους χειμάζοντες διὰ τὴν ἀκρασίαν τὴν αὐτῶν· οἱ δὲ ὥσπερ ἐν σκότῳ βαθεῖ λαμπτῆρες φαιδροὶ τοὺς ἐν μέσῳ ναυαγοῦντας πρὸς τὴν οἰκείαν καλοῦσιν ἀσφάλειαν, καὶ τὰς τῆς φιλοσοφίας λαμπάδας ἀφ' ὑψηλοῦ πόῤῥωθεν ἅψαντες, οὕτω τοὺς βουλομένους ἐπὶ τὸν τῆς ἀπραγμοσύνης χειραγωγοῦσι λιμένα; Οὐ δι' ἐκείνους στάσεις καὶ πόλεμοι καὶ μάχαι, καὶ πόλεων κατασκαφαὶ, καὶ ἀνδραποδισμοὶ, καὶ δουλεῖαι, καὶ αἰχμαλωσίαι, καὶ φόνοι, καὶ τὰ μυρία ἐν τῷ βίῳ κακά; οὐ τὰ παρὰ ἀνθρώπων ἀνθρώποις ἐπαγόμενα μόνον, ἀλλὰ καὶ τὰ ἐκ τοῦ οὐρανοῦ πάντα, οἷον αὐχμοὶ, καὶ ἐπομβρίοι, καὶ σεισμοὶ, καὶ καταπτώσεις, καὶ πόλεων καταποντισμοὶ, καὶ λιμοὶ, καὶ λοιμοὶ, καὶ τὰ ἄλλα πάντα, ὅσα ἡμῖν ἐκεῖθεν ἐπάγεται; ιʹ. Οὐκοῦν οὗτοι οἱ τὴν πολιτείαν ἀνατρέποντες, καὶ τοῖς κοινοῖς λυμαινόμενοι· οὗτοι οἱ καὶ ἑτέροις μυρίων αἴτιοι συμφορῶν, οἱ τοῖς βουλομένοις ἡσυχάζειν ἐνοχλοῦντες, καὶ πανταχόθεν ἕλκοντες καὶ σπαράττοντες· διὰ τούτους δικαστήρια, καὶ νόμοι, καὶ τιμωρίαι, καὶ διάφοροι κολάσεων τρόποι. Καὶ καθάπερ ἐν οἰκίᾳ, ἔνθα πολλοὶ μὲν οἱ κάμνοντες, οἱ δὲ ὑγιαίνοντες ὀλίγοι. καὶ φάρμακα καὶ ἰατροὺς πολλοὺς εἰσελθόντας ἔστιν εὑρεῖν· οὕτω καὶ ἐν τῇ οἰκουμένῃ οὐκ ἔστιν ἔθνος, οὐκ ἔστι πόλις, ἔνθα μὴ πολλοὶ μὲν οἱ νόμοι, πολλοὶ δὲ οἱ ἄρχοντες, πολλαὶ δὲ αἱ τιμωρίαι. Οὐ γὰρ ἀρκεῖ τὰ φάρμακα αὐτὰ καθ' ἑαυτὰ ἀναστῆσαι τὸν κάμνοντα, ἀλλὰ δεῖ καὶ τῶν ἐπιτιθέντων αὐτὰ, οἵπερ εἰσὶν οἱ δικάζοντες, καὶ ἑκόντας καὶ ἄκοντας ἀναγκάζοντες δέχεσθαι τὴν ἰατρείαν αὐτούς. Ἀλλ' ὅμως οὕτως ὑπερέσχεν ἡ νόσος, ὡς καὶ αὐτῆς τῆς τῶν ἰατρῶν κρατῆσαι τέχνης, καὶ αὐτοὺς ἐπελθεῖν τοὺς δικάζοντας· καὶ συμβαίνει ταὐτὸ, οἷον ἂν εἴ τις πυρετῷ καὶ ὑδέρῳ συνεχόμενος. καὶ μυρίοις ἑτέροις πάθεσι χαλεπωτέροις, τῶν μὲν οἰκείων μὴ περιγίνοιτο κακῶν, ἑτέρους δὲ τοῖς αὐτοῖς ἐνεχομένους δεινοῖς ἀπαλλάττειν φιλονεικοίη. Ἡ γὰρ τῆς κακίας ἐπιῤῥοὴ καθάπερ τις χειμάῤῥους, ἅπαντα τὰ κωλύματα ἀναῤῥήξασα, σφοδρῶς ἐπὶ τὰς τῶν ἀνθρώπων ἐξεχύθη ψυχάς. Καὶ τί λέγω πολιτείας ἀνατροπήν; κινδυνεύει γὰρ οὗτος ὁ λοιμὸς, ὁ παρὰ τῶν πονηρῶν τούτων ἀρθεὶς, καὶ τοὺς περὶ τῆς προνοίας τοῦ Θεοῦ τῶν πολλῶν ἀπελάσαι λόγους· οὕτω πρόεισι καὶ νέμεται καὶ πάντα ἐπείγεται κατασχεῖν, καὶ τὰ ἄνω κάτω πεποίηκε, καὶ αὐτῷ λοιπὸν ἐπιστρατεύει τῷ οὐρανῷ, τὰς τῶν ἀνθρώ47.365 πων γλώττας οὐκέτι κατὰ τῶν ὁμοδούλων, ἀλλ' ἤδη καὶ κατ' αὐτοῦ τοῦ πάντων κρατοῦντος ὁπλίζων ∆εσπότου. Πόθεν γὰρ, εἰπέ μοι, ὁ πολὺς πανταχοῦ τῆς εἱμαρμένης λόγος; πόθεν ἄστρων ἀλόγῳ φορᾷ τὰ ὄντα ἀνατιθέασιν οἱ πολλοί; διὰ τί τύχην, διὰ τί τὸ αὐτόματόν τινες πρεσβεύουσι; πόθεν εἰκῆ καὶ ἁπλῶς πάντα νομίζουσι φέρεσθαι; διὰ