1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

41

τεθέντα· εἰ δὲ χρόνος ἐγγένηται πολὺς, καὶ ῥιζωθείη καλῶς, σφόδρα ἐθάῤῥουν ὅτι οὐκ ἂν οὐδ' ὁτιοῦν γένηται δυνήσεται παραβλάψαι τὸν υἱὸν ἐκεῖνος· ὃ δὴ καὶ γέγονε, καὶ οὐ διήμαρτον τῆς ἐλπίδος. Ὅτε γὰρ πατὴρ αὐτοῦ προσβαλὼν ὕστερον χρόνου παρελθόντος πολλοῦ, καὶ μετὰ σφοδρᾶς ἐνσείσας τῆς ῥύμης, οὐ μόνον οὐκ ἔκλινέ τι τῆς οἰκοδομῆς, ἀλλὰ καὶ ἰσχυροτέραν ἀπέφηνε· τῶν τε συμφοιτώντων αὐτῷ πολλοὶ τοσαῦτα τῆς ὁμιλίας ἀπώναντο τῆς ἐκείνου, ὡς πρὸς τὸν αὐτὸν αὐτῷ ζῆλον ἐλθεῖν. Ἔχων γὰρ οἴκοι διαπαντὸς τὸν ῥυθμίζοντα, καθάπερ ἄγαλμα συνεχῶς ἀπολαῦον τῆς τοῦ τεχνίτου χειρὸς, οὕτω προσθήκην καθ' ἑκάστην ἡμέραν ἐλάμβανε τοῦ κατὰ ψυχὴν κάλλους. Καὶ τὸ δὴ θαυμαστὸν, ἔξω μὲν φαινόμενος, οὐδὲν διαφέρειν ἐδόκει τῶν πολλῶν· οὔτε γὰρ ἦθος εἶχεν ἠγριωμένον καὶ κατεσκληκὸς, οὔτε ἐξηλλαγμένην στολὴν, ἀλλ' ἦν κοινὸς καὶ τῷ σχήματι καὶ τῷ βλέμματι καὶ τῇ φωνῇ καὶ τοῖς ἄλλοις ἅπασιν. Ὅθεν καὶ πολλοὺς τῶν ὁμιλούντων αὐτῷ εἴσω τῶν αὐτοῦ δικτύων ἠδυνήθη λαβεῖν, πολλὴν ἔνδον ἔχων ἐγκεκρυμμένην τὴν φιλοσοφίαν. Οἴκοι δὲ εἴ τις αὐτὸν εἶδεν, ἐνόμισεν ἄν τινα εἶναι τῶν ἐν τοῖς ὄρεσι καθημένων· καὶ γὰρ ἡ οἰκία αὐτῷ πρὸς ἀκρίβειαν μοναστηρίου παντὸς διέκειτο, οὐδὲν ἔχουσα τῶν ἀναγκαίων πλέον. Καὶ ὁ καιρὸς δὲ αὐτῷ ἅπας εἰς τὴν ἀνάγνωσιν τῶν ἁγίων ἀνηλίσκετο βιβλίων· καὶ γὰρ ὢν ὀξὺς μαθήματα προσλαβεῖν, τῇ μὲν ἔξωθεν παιδεύσει βραχὺ τῆς ἡμέρας ἀπένειμε μέρος, τὸ δὲ λοιπὸν ἅπαν εὐχαῖς συνεχέσι καὶ βιβλίοις ἀνέκειτο θείοις, καὶ ἄσιτος ἅπασαν διετέλει τὴν ἡμέραν, μᾶλλον δὲ οὐδὲ μίαν, οὐδὲ δύο μόνον, ἀλλὰ καὶ πλείους. Καὶ νύκτες δὲ αὐτῷ ταῦτα συνῄδεσαν, δάκρυα, καὶ εὐχὰς, καὶ τὴν τοιαύτην ἀνάγνωσιν. Ἅπερ ἡμῖν ἅπαντα ὁ παιδαγωγὸς λάθρα ἀπήγγειλε· καὶ γὰρ ἦν ἀφόρητος ὁ παῖς, εἴ τι τούτων ᾔσθετό ποτε ἐξενεχθέν. Ἔλεγε τοίνυν οὗτος, ὅτι καὶ ἱμάτιον αὐτῷ ἀπὸ τριχῶν κατεσκεύαστο, καὶ τούτῳ τὰς νύκτας ἐγκαθεύδοι, σοφήν τινα μηχανὴν τοῦ ταχέως ἐξανίστασθαι ταύτην εὑρών. Καὶ τὰ ἄλλα δὲ αὐτῷ πρὸς τὴν ἀκρίβειαν τῶν μοναχῶν ἀπήρτιστο, καὶ τὸν Θεὸν ἐδόξαζε συνεχῶς ἐκεῖνος, τὸν οὕτω κοῦφα τῆς φιλοσοφίας ταύτης ἐνθέντα αὐτῷ τὰ πτερά. Ὥστε εἴ τίς μοι ψυχὴν καὶ νῦν ἐδείκνυ τοιαύτην, καὶ παιδαγωγὸν παρεῖχε τοιοῦτον, καὶ τὰ ἄλλα πάντα ὁμοίως [ἐπιμελεῖσθαι] ἐπηγγείλατο, μυριάκις ἂν ηὐξάμην τοῦτο γενέσθαι μᾶλλον τῶν γεννησαμένων αὐτῶν. Ἦ γὰρ ἂν ἡμῖν ἡ θήρα πλείων ἐγένετο, καὶ διὰ τὸν βίον, καὶ διὰ τὴν ἡλικίαν, καὶ διὰ τὴν συνεχῆ διατριβὴν, τῶν τοιούτων δυναμένων τοὺς ἡλικιώτας θηρᾷν. Ἀλλὰ γὰρ οὐδείς ἐστιν ὁ ταῦτα ὑποστησόμενος, οὐδὲ ποιήσων· οὐκ ὄντος δὲ, μυρίας 47.371 ὠμότητος ἂν εἴη τὸν οὐδὲ ἑαυτῷ δυνάμενον ἀμῦναι, ἀλλὰ κείμενον, καὶ μυρία δεχόμενον τραύματα, καὶ τοὺς ἄλλους ἀσθενεστέρους ποιοῦντα, τοῦτον ἐν τῷ μέσῳ κατακόπτεσθαι ἐᾷν, δέον ἐξέλκειν ἀπὸ τῆς μάχης. Καὶ γὰρ καὶ στρατηγὸν ὁμοίως ἄν τις κολάσειε, τὸν τούς τε δυναμένους πολεμεῖν ἀπάγοντα τῆς παρατάξεως, τούς τε τρωθέντας καὶ κειμένους, καὶ τοὺς ἄλλους συνταράσσοντας κελεύοντα κεῖσθαι διαπαντὸς ἐν τῷ μέσῳ. ιγʹ. Ἐπεὶ δὲ πολλοὶ τῶν πατέρων, ἕκαστος ἔγκειται τὸν υἱὸν ἐπιθυμῶν ἐν λόγοις ζῶντα ὁρᾷν, ὡς ἀκριβῶς εἰδὼς ὅτι πρὸς τὸ τέλος πάντως ἥξει τῶν λόγων, ὑπὲρ τούτου μὲν μὴ φιλονεικῶμεν, μηδὲ ὅτι διαμαρτήσεται λέγωμεν, ἀλλὰ δῶμεν τῷ λόγῳ καὶ περιέσεσθαι πάντως αὐτὸν τῆς σπουδῆς, καὶ πρὸς ἄκρον ἀφίξεσθαι. Ἔστω δὲ αἵρεσις ἡμῖν προκειμένη διπλῆ, καὶ εἰς διδασκαλεῖα μὲν φοιτῶν, ὑπὲρ τῆς μαθήσεως ἐχέτω τὸν ἀγῶνα, εἰς δὲ ἐρημίας ὑπὲρ τῆς ψυχῆς· ποῦ βέλτιον, εἰπέ μοι, κρατεῖν; Ἂν μὲν γὰρ ἑκατέρωθεν συμβαίνῃ, κἀγὼ βούλομαι· ἂν δὲ θάτερον λείπηται, βέλτιον ἑλέσθαι τὸ κρεῖττον. Ναὶ, φησὶν, αὐτὸ δὲ τοῦτο πόθεν ἡμῖν ἔσται δῆλον, ὅτι στήσεται καὶ μενεῖ, καὶ οὐ μεταπεσεῖται; πολλοὶ γὰρ οἱ πεσόντες. Πόθεν δῆλον ὅτι οὐ στήσεται, οὐδὲ μενεῖ; πολλοὶ γὰρ οἱ στάντες, καὶ τῶν πεπτωκότων πλείους· ὥστε διὰ τούτους μᾶλλον θαῤῥεῖν χρὴ, ἢ δι' ἐκείνους φοβεῖσθαι. Τίνος δὲ ἕνεκεν καὶ ἐπὶ τῶν λόγων αὐτὸ τοῦτο οὐ δέδοικας, ἔνθα μάλιστα