1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

44

αὐτὸν μιμεῖσθαι κελεύῃ τὸν Χριστὸν, καὶ τοῖς μὴ ζηλοῦσι κόλασιν τίθησι μεγίστην, πόθεν ἐκεῖνο μεῖζον ἔφης εἶναι τὸ ὕψος; Τὸ γὰρ αὐτὸ πάντας ἀνθρώπους ἀναβῆναι δεῖ· καὶ τὸ πᾶσαν ἀνατρέψαν τὴν οἰκουμένην, τοῦτό ἐστιν, ὅτι μείζονος οἰόμεθα δεῖν ἀκριβείας τῷ μονάζοντι μόνῳ, τοῖς δὲ λοιποῖς ἐξεῖναι ῥᾳθύμως ζῇν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἀλλὰ τὴν αὐτὴν ἀπαιτούμεθα, φησὶ, πάντες φιλοσοφίαν· καὶ σφόδρα φαίην ἂν ἔγωγε, μᾶλλον δὲ οὐκ ἐγὼ, ἀλλ' αὐτὸς ὁ μέλλων κρίνειν ἡμᾶς. Εἰ δὲ θαυμάζεις ἔτι καὶ διαπορεῖς, φέρε σοι πάλιν τὴν ἀκοὴν ἀπὸ τῶν αὐτῶν ἀντλήσωμεν ναμάτων, ὥστε σοι τέλεον ἐκπλυθῆναι τῆς ἀπιστίας τὴν κακίαν ἅπασαν. Ποιήσομαι δὲ τὴν ἀπόδειξιν ἀπὸ τῶν κολάσεων τῶν κατὰ τὴν ἡμέραν ἐκείνην. Ὁ πλούσιος, οὐκ ἐπειδὴ μονάζων ἦν ὠμὸς, διὰ τοῦτο ἐκολάζετο μειζόνως, ἀλλ', εἰ δεῖ τι καὶ ἐφευρόντα εἰπεῖν, ἐπειδὴ βιωτικὸς ὢν, καὶ ἐν πλούτῳ ζῶν καὶ ἐν πορφύρᾳ, περιεώρα τὸν Λάζαρον ἐν ἐσχάτῃ πενίᾳ. Πλὴν οὔτε τοῦτο οὔτε ἐκεῖνο ἐρῶ, ἀλλ' ὅτι μόνον ὠμὸς ἦν, διὰ τοῦτο ἔκειτο μειζόνως κολαζόμενος ἐν τῷ πυρί. Καὶ αἱ παρθένοι δὲ, ἐπειδὴ περὶ τὴν φιλανθρωπίαν ὑστέρησαν, διὰ τοῦτο ἀπηλάθησαν ἀπὸ τοῦ νυμφῶνος· καὶ εἰ χρή τι καὶ παρ' ἑαυτῶν εἰπεῖν, οὐ μόνον αὐταῖς οὐκ ἐπετείνετο τὰ τῆς κολάσεως διὰ τὴν παρθενίαν, ἀλλὰ τάχα καὶ ἡμερώτερα διὰ ταύτην ἐγένετο. Οὐ γὰρ ἤκουσαν, Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἀλλὰ μόνον· Οὐκ οἶδα ὑμᾶς. Εἰ δὲ λέγει τις ταυτὸν εἶναι τοῦτο ἐκείνῳ, οὐδὲν ἀντερῶ. Τὸ γὰρ σπουδαζόμενόν μοι δεῖξαι νῦν, ὅτι οὐχ ὁ τῶν μοναχῶν βίος χαλεπωτέρας ποιεῖ τὰς κολάσεις, ἀλλὰ τῶν αὐτῶν εἰσιν ὑπεύθυνοι καὶ οἱ βιωτικοὶ, τὰ αὐτὰ ἁμαρτάνοντες ἐκείνοις. Καὶ ὁ τὰ ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, καὶ ὁ τὰ δηνάρια τὰ ἑκατὸν ἀπαιτῶν, οὐκ ἐπειδὴ μονάζοντες ἦσαν, ἔπασχον ἅπερ ἔπασχον· ἀλλ' ὁ μὲν διὰ τὴν πορνείαν, ὁ δὲ διὰ τὴν μνησικακίαν ἀπώλοντο. Καὶ τοὺς ἄλλους δὲ εἴ τις ἐπέλθοι τοὺς τότε κολαζομένους, ἀπὸ τῶν ἀμαρτημάτων μόνον ὄψεται τὴν τιμωρίαν ὑπέχοντας. Οὐκ ἐν ταῖς τιμωρίαις δὲ μόνον, ἀλλὰ καὶ ἐν ταῖς νουθεσίαις τοῦτο εὕροι τις ἄν. Καὶ γὰρ, ὅταν λέγῃ· ∆εῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· οὐ τοῖς μονάζουσι διαλέγεται μόνον, ἀλλὰ καὶ πάσῃ τῇ τῶν ἀνθρώπων φύσει. Καὶ ὅταν κελεύῃ διὰ τῆς στενῆς ὁδεύειν ὁδοῦ, οὐ πρὸς τούτους ἀποτείνει τὸν λόγον μόνους, ἀλλὰ πρὸς πάντας ἀνθρώπους· καὶ μισεῖν δὲ τὴν αὐτῶν ψυχὴν ἐν τῷ κόσμῳ τούτῳ, καὶ τὰ ἄλλα δὲ πάντα τὰ τοιαῦτα πᾶσιν ἐπέταξεν ὁμοίως. Ὅταν δὲ μὴ πᾶσι διαλέγηται μηδὲ νομοθετῇ, δῆλον ἡμῖν αὐτὸ ποιεῖ. Ὅτε γοῦν περὶ παρθενίας ἔλεγεν, ἐπήγαγεν· Ὁ δυνάμενος χωρεῖν χωρείτω, οὔτε τὸ, πᾶς, προσθεὶς, οὔτε ἐν ἐπιτάγματος τάξει τοῦτο εἰσενεγκών. Οὕτω καὶ ὁ Παῦλος· τὸν γὰρ ∆ιδάσκαλον μιμούμενος πανταχοῦ φαίνεται, καὶ εἰς ταύ47.375 την ἐμπεσὼν τὴν ὑπόθεσιν, ἔλεγε· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω. Ὅτι μὲν οὖν πρὸς τὴν ἴσην φθάσαι κορυφὴν καὶ τὸν βιωτικὸν ἀνάγκη καὶ τὸν μοναχὸν, καὶ ὅτι τὰ αὐτὰ λήψονται τραύματα πεσόντες ἀμφότεροι, οὐδὲ τὸν σφόδρα φιλόνεικον καὶ ἀναίσχυντον οἶμαι λοιπὸν ἀντερεῖν.

ιδʹ. Τούτου δὲ ἀποδειχθέντος σαφῶς, φέρε δὴ κἀκεῖνο ἐξετάσωμεν, τίς εὐκολώτερον καὶ ῥᾷον πεσεῖται· ἢ ἐνταῦθα οὐδὲ ἐξετάσεως ἡμῖν δεῖ. Σωφροσύνην μὲν γὰρ ὁ γυναῖκα ἔχων κατορθώσει ῥᾳδίως, ἅτε πολλῆς ἀπολαύων τῆς παραμυθίας· ἐν δὲ τοῖς ἄλλοις οὐ σφόδρα φαίνεται, πλὴν ἀλλὰ κἀνταῦθα πλείους ἂν ἴδοιμεν τῶν γεγαμηκότων, ἢ τῶν μοναχῶν πίπτοντας. Οὔτε γὰρ τοσοῦτοι πρὸς τὸν γάμον ἀπὸ τῶν μοναστηρίων ἐκβαίνουσιν, ὅσοι πρὸς πόρνας ἀπὸ τῆς εὐνῆς ἀνίστανται τῶν γυναικῶν. Εἰ δὲ ὅπου εὔκολα τὰ τῶν παλαισμάτων αὐτοῖς, μετὰ τοσαύτης πίπτουσιν ὑπερβολῆς, τί ποιήσουσιν ἐν τοῖς ἄλλοις πάθεσιν, ἐν οἷς μᾶλλον ἐνοχλοῦνται τῶν μοναχῶν; Ἡ μὲν γὰρ ἐπιθυμία τούτοις σφοδρότερον ἔπεισιν, ἅτε τὴν πρὸς γυναῖκας