1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

46

πατέρες ἀξιούσθωσαν εἶναι οἱ τοιοῦτοι, ὧν πολὺ κατὰ τὸν τῆς φιλοσοφίας λείπονται λόγον· ἀλλ' ἐπειδὰν αὐτοὺς τοῦτον τὸν τρόπον γεννήσωσι, τότε καὶ τοὺς ἐκγόνους ζητείτωσαν· τότε γὰρ αὐτοὺς καὶ ἰδεῖν δυνήσονται μόνον. Εἰσὶ γὰρ αὐτοῖς παῖδες, εἰσὶν, οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐξ αὐτοῦ γεννηθέντες τοῦ Θεοῦ. Οὗτοι οἱ παῖδες οὐχ ὑπὲρ χρημάτων ἀναγκάζουσι κόπτεσθαι τοὺς πατέρας, οὐχ ὑπὲρ γάμου, οὐχ ὑπὲρ ἄλλου τινὸς τοιούτου, ἀλλὰ πάσης αὐτοὺς τῆς φροντίδος ἀτελεῖς ἀφέντες, τῶν φυσικῶν πατέρων μείζονι παρέχουσιν ἐντρυφᾷν ἡδονῇ. Οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς τίκτονταί τε καὶ τρέφονται, οἷσπερ κἀκεῖνοι, ἀλλ' ἐπὶ πολλῷ μείζοσι καὶ λαμπροτέροις· διὸ καὶ μᾶλλον τοὺς γεγεννηκότας εὐφραίνουσι. Χωρὶς δὲ τούτων κἀκεῖνο εἴποιμι ἂν, ὅτι τοὺς μὲν διαπιστοῦντας τῇ ἀναστάσει οὐδὲν ἀπεικὸς ὑπὲρ τούτων θρηνεῖν, ἅτε δὴ ταύτης μόνης καταλειπομένης τῆς παραμυθίας αὐτοῖς· οἱ δὲ τὸν θάνατον ὕπνον ἡγούμενοι, καὶ παιδευόμενοι τῶν ἐνταῦθα πάντων καταφρονεῖν, τίνος ἂν εἴημεν συγγνώμης ἄξιοι θρηνοῦντες ὑπὲρ τούτων, καὶ παῖδας ἐπιζητοῦντες ἰδεῖν καὶ καταλιπεῖν ἐνθάδε, ὅθεν ἀποπηδᾷν ἐπειγόμεθα, καὶ ἐνταῦθα ὄντες στενάζομεν; Καὶ ταῦτα μὲν ἡμῖν πρὸς τοὺς πνευματικωτέρους εἴρηται. Εἰ δέ τινες εἶεν φιλοσώματοι, καὶ σφόδρα τῷ παρόντι προσηλωμένοι βίῳ, 47.377 ἐκεῖνο ἂν εἴποιμι πρὸς αὐτοὺς, ὅτι πρῶτον ἄδηλον, εἰ καὶ παῖδες ἕψονται τῷ γάμῳ πάντως· δεύτερον, ὅτι καὶ γενομένων μείζων ἡ ἀθυμία· οὐ γὰρ τοσαύτην καρπούμεθα εὐφροσύνην, ὅσην λύπην ἀπὸ τῆς καθημερινῆς φροντίδος καὶ τῆς ἀγωνίας καὶ τῶν φόβων τῶν δι' αὐτούς. Καὶ τίνι, φησὶ, καταλείψομεν τοὺς ἀγροὺς καὶ τὰς οἰκίας καὶ τὰ ἀνδράποδα καὶ τὸ χρυσίον; καὶ γὰρ καὶ ταῦτα ἀκούω θρηνούντων αὐτῶν. Τῷ καὶ πρὸ τούτων μέλλοντι κληρονομήσειν αὐτὰ, καὶ τοσούτῳ μᾶλλον νῦν ἢ πρότερον, ὅσῳ καὶ φύλαξ καὶ κύριος ἀσφαλέστερος αὐτῶν ἔσται νῦν. Τότε μὲν γὰρ πολλὰ ἦν αὐτοῖς τὰ λυμαινόμενα· καὶ γὰρ σῆτες, καὶ χρόνος μακρὸς, καὶ λῃσταὶ, καὶ συκοφάνται, καὶ βάσκανοι, καὶ τὸ τοῦ μέλλοντος ἄδηλον, καὶ τὸ τῶν ἀνθρώπων εὐμετάβλητον, καὶ τέλος ὁ θάνατος, καὶ τῶν χρημάτων, καὶ τῶν κτημάτων τούτων ἀπεστέρησεν ἂν τὸν υἱόν· νυνὶ δὲ πάντων τούτων ἀνωτέρω τὸν πλοῦτον ἀπέθετο, τόπον εὑρὼν ἄσυλον, καὶ οὗ μηδενὶ τῶν εἰρημένων ἐπιβῆναι θέμις. Τοιοῦτον γὰρ χωρίον ὁ οὐρανὸς, πάσῃ μὲν ἄβατος ὢν ἐπιβουλῇ, πάσης δὲ εὐφορώτερος γῆς, καὶ μετὰ πολλῆς τῆς ἀφθονίας τῶν ἐν αὐτῷ τεθέντων χρημάτων παρέχων τοῖς παρακαταθεμένοις ἀμᾶσθαι τοὺς καρπούς. Ὥστε οὐχὶ νῦν ταῦτα ἔδει λέγειν, ἀλλ' εἰ βιωτικὸν ἔμελλεν ἔσεσθαι τὸ παιδίον, τότε θρηνεῖν, καὶ ταῦτα φθέγγεσθαι· Τίνι τοὺς ἀγροὺς καταλείπωμεν, τίνι τὸ χρυσίον, τίνι τὰ λοιπὰ χρήματα; Νῦν γὰρ τοσαύτη τῆς κυριότητος ἡ περιουσία, ὡς μηδὲ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐκπίπτειν τῆς δεσποτείας αὐτῶν, ἀλλὰ τότε μάλιστα τοῦ κέρδους αὐτῶν ἀπολαύειν, ὅταν ἐντεῦθεν ἀπέλθωμεν. Εἰ δὲ καὶ ἐνταῦθα βούλει κύριον ὅντα ἰδεῖν, καὶ τοῦτο τῷ μοναχῷ μᾶλλον, ἢ τῷ βιωτικῷ συμβαῖνον ἴδοι τις ἄν. Τίς γὰρ, εἰπέ μοι, κυριώτερος; ὁ δαπανῶν καὶ διδοὺς μετὰ ἀδείας πολλῆς, ἢ ὁ μηδὲ ἅψασθαι τολμῶν ὑπὸ τῆς φειδωλίας, ἀλλὰ κατορύττων αὐτὰ, καὶ ὡς ἀλλοτρίων ἀπεχόμενος τῶν αὐτοῦ; ὁ μάτην ἀναλίσκων καὶ εἰκῆ, ἢ ὁ δεόντως τοῦτο ποιῶν; ὁ σπείρων τὴν γῆν, ἢ ὁ τοῦτο ἐργαζόμενος ἐν οὐρανῷ; ὁ μὴ πάντα συγχωρούμενος τὰ ἑαυτοῦ διδόναι, οἷς ἂν ἐθέλοι, ἢ ὁ πάντων ἀπηλλαγμένος τῶν ἀπαιτούντων τὰς τοιαύτας συνεισφοράς; Γεωργοῦντι μὲν γὰρ καὶ πραγματευομένῳ πολλοὶ πανταχόθεν ἐφίστανται, φόρους ἀναγκάζοντες κατατιθέναι, καὶ τὸ ἑαυτοῦ μέρος ἕκαστος ἀπαιτοῦντες· τῷ δὲ εἰς τοὺς δεομένους ἀναλίσκειν ἐπιθυμοῦντι οὐδεὶς οὐδαμόθεν φανεῖται ταῦτα ἀπειλῶν· ὥστε καὶ ἐνταῦθα κυριώτερος οὗτός ἐστιν. Ἢ ἂν μὲν πόρναις ἀναλίσκῃ καὶ γαστρὶ καὶ παρασίτοις καὶ κόλαξι, καὶ καταισχύνῃ τὴν ἑαυτοῦ δόξαν, καὶ ἀπολλύῃ τὴν σωτηρίαν, καὶ καταγέλαστος γίνηται, κύριον αὐτὸν εἶναι φῂς τῶν δαπανωμένων· ἂν