1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

50

τοὺς τῶν μελλόντων ἀγαθῶν, καὶ τοὺς τῆς ἀναστάσεως λόγους ἐντεῦθεν ἤδη πιστουμένους, καὶ παρ' αὐτοῖς τοῖς ἀπίστοις.

ιθʹ. Καὶ ὅτι οὐ κόμπος ταῦτα δῆλον ἐκεῖθεν· ὅταν γὰρ αὐτοῖς τὴν πολιτείαν λέγωμεν τῶν ἐν ταῖς ἐρήμοις ὄντων, πρὸς μὲν ταύτην οὐδὲν ἔχουσιν ἀντειπεῖν, δοκοῦσι δὲ ἰσχυρίζεσθαι καὶ φιλονεικεῖν τῇ τῶν κατορθούντων ὀλιγότητι. Εἰ δὲ ἐν ταῖς πόλεσι τὸν καρπὸν ἐφυτεύσαμεν τοῦτον, καὶ νόμον τινὰ καὶ ἀρχὴν τὰ τῆς εὐταξίας ἔλαβε, καὶ τοὺς παῖδας πρὸ τῶν ἄλλων ἁπάντων ἐπαιδεύομεν φίλους εἶναι τῷ Θεῷ, καὶ τὰ πνευματικὰ ἐδιδάσκομεν μαθήματα ἀντὶ τῶν ἄλλων καὶ πρὸ τῶν ἄλλων ἁπάντων, πάντα ἂν ἀπεπήδησε τὰ λυπηρὰ, καὶ μυρίων ἀπηλλάγη κακῶν ὁ βίος ὁ παρὼν, καὶ ὃ περὶ τῆς μελλούσης λέγεται ζωῆς, ὅτι ἀπέδρα ὀδύνη καὶ λύπη καὶ 47.382 στεναγμὸς, ἐντεῦθεν ἂν ἐκαρπωσάμεθα πάντες. Εἰ γὰρ μήτε χρημάτων, μήτε δόξης ἔρως ἡμᾶς εἰσῄει κενῆς, μήτε θάνατον ἐδεδίειμεν, μὴ πενίαν, μὴ τὸ κακῶς παθεῖν βλάβην ἡγούμεθα, ἀλλὰ καὶ κέρδος μέγιστον, μὴ ἀπεχθάνεσθαι, μὴ μισεῖν ᾔδειμεν, οὔτ' ἂν ὑπὸ τῶν ἰδίων παθῶν, οὔτ' ἂν ὑπὸ τῶν ἀλλοτρίων ἐπολεμήθημέν ποτε, ἀλλ' αὐτῶν τῶν ἀγγέλων ἐγγὺς ἂν τὸ τῶν ἀνθρώπων ἐγένετο γένος. Καὶ τίς ἀνθρώπων ταῦτα κατώρθωσε, φησίν; Εἰκότως ἀπιστεῖς, ἅτε ἐν πόλεσιν οἰκῶν, καὶ ταῖς θείαις βίβλοις οὐχ ὡμιληκώς· εἰ δὲ καὶ τοὺς ἐν ταῖς ἐρήμοις ὄντας, καὶ τοὺς ἐν ταῖς πνευματικαῖς βίβλοις γενομένους πάλαι ἐγνώκεις, ἔμαθες ἂν ὅτι καὶ οἱ μοναχοὶ, καὶ οἱ πρὸ τούτων ἀπόστολοι, καὶ οἱ πρὸ ἐκείνων δίκαιοι μετὰ ἀκριβείας ἁπάσης τὴν φιλοσοφίαν ἐπεδείξαντο ταύτην. Ἵνα δέ σοι μὴ φιλονεικῶμεν, δῶμεν τῶν δευτέρων ἢ τρίτων ἀπ' ἐκείνων γενέσθαι τὸν υἱὸν τὸν σόν· οὐδὲ γὰρ οὕτω μικρῶν ἀπολαύσεται ἀγαθῶν. Οὐ φθάνει πρὸς Πέτρον ἐλθεῖν, οὐδὲ Παῦλον, ἀλλ' οὐδὲ γενέσθαι αὐτῶν ἐγγύς· διὰ τοῦτο οὖν αὐτὸν καὶ τῆς μετ' ἐκείνους ἀποστερήσομεν τιμῆς; Ταυτὸν γὰρ ποιεῖς ταῦτα λέγων, ὡς ἂν εἰ ἔλεγες· Ἐπειδὴ λίθον τίμιον γενέσθαι οὐκ ἔνι, μενέτω σίδηρος ὢν, καὶ μήτε ἄργυρος γενέσθω, μήτε χρυσός. ∆ιὰ τί γὰρ μὴ καὶ ἐν τοῖς ἔξωθεν πράγμασι τοῦτον ἔχεις τὸν λογισμὸν, ἀλλὰ τὸν ἐναντίον τούτῳ; Καὶ γὰρ ἐπὶ λόγων μάθησιν πέμπων, οὐ πάντως αὐτὸν ἐπὶ τοῖς ἄκροις ὄψεσθαι προσδοκᾷς, ἀλλ' ὅμως οὐ διὰ ταῦτα ἀπάγεις τῆς περὶ ταῦτα σπουδῆς, ἀλλὰ πάντα πληροῖς τὰ παρὰ σαυτοῦ, ἀγαπητὸν εἶναι νομίζων, ἂν πέμπτον ἢ δέκατον ἀπὸ τῶν πρώτων συμβῇ γενέσθαι τὸν υἱὸν ἐν τῇ τῶν λόγων δυνάμει. Καὶ βασιλεῖ δὲ στρατεύοντες τοὺς υἱεῖς οὐ πάντως ἐπὶ τὸν τῶν ὑπάρχων αὐτοὺς ἀναβήσεσθαι προσδοκᾶτε θρόνον· ἀλλ' ὅμως οὐ διακελεύεσθε λῦσαι τὴν ζώνην, ἢ μηδὲ τὴν ἀρχὴν ἐπιβῆναι τῶν βασιλείων, ἀλλὰ πάντα πραγματεύεσθε, ὡς μηδέποτε αὐτοὺς τῆς ἐκεῖθεν διατριβῆς ἐκπεσεῖν, ἀρκεῖν ἡγούμενοι τὸ καὶ ἐν τοῖς μέσοις ἀριθμουμένους ὁρᾷν. Τίνος οὖν ἕνεκεν ἐκεῖ μὲν, κἂν μὴ τῶν μειζόνων ἐξῇ λαβέσθαι, ὅμως ὑπὲρ τῶν ἐλαττόνων κόπτεσθε καὶ ταλαιπωρεῖσθε, κἀν τούτοις πάλιν τῆς ἐλπίδος οὔσης ἀδήλου, ἐνταῦθα δὲ ὀκνεῖτε καὶ ἀναδύεσθε; Ὅτι ἐκείνων μὲν πολλὴν ἔχετε τὴν ἐπιθυμίαν, τούτων δὲ οὐδὲ βραχεῖαν· εἶτα αἰσχυνόμενοι τοῦτο ὁμολογῆσαι σκήψεις ἐπενοήσατε καὶ προφάσεις· ὡς εἴ γε ἀληθῶς ἐβούλεσθε, οὐδὲν ἂν ὑμᾶς τούτων ἐκώλυσε. Καὶ γὰρ οὕτως ἔχει· ὅτου τις ἂν ἐρῶν τύχῃ γνησίως, κἂν μὴ τοῦ παντὸς, μηδὲ τοῦ ἀνωτάτω περιγένηται, τοῦ γοῦν μέσου, μᾶλλον δὲ καὶ τοῦ μετ' ἐκεῖνον μυριάκις ἂν ἕλοιτο ἐπιτυχεῖν. Καὶ γὰρ ὁ φίλοινος καὶ φιλοπότης, κἂν μὴ τὸν ἡδὺν καὶ ἀνθοσμίαν ἐξῇ λαβεῖν οἶνον, οὐδὲ τοῦ φαυλοτάτου καταφρονήσει ποτέ· καὶ ὁ φιλοχρήματος πάλιν, κἂν μὴ λίθους τιμίους, μηδὲ χρυσίον, ἀλλ' ἀργύριον αὐτῷ τις παρέχῃ, πολλὴν εἴσεται χάριν. Τοιοῦτον γὰρ ἡ ἐπιθυμία, τυραννικόν τι πρᾶγμα καὶ ἱκανὸν πεῖσαι πάντα τὸν ἁλόντα, ὑπὲρ, ὁτουοῦν καὶ παθεῖν καὶ ὑπομεῖναι· ὥστε εἰ μὴ σκῆψις ταῦτα τὰ ῥήματα ἦν, συμπράττειν ἐχρῆν καὶ συμπονεῖν. Τοῦ γὰρ ἐπιθυμοῦντός τι γενέσθαι οὐ τὸ γενέσθαι κωλύειν ἐστὶν, ἀλλὰ τὸ πάντα ποιεῖν ὅπως ἂν γένοιτο. Καὶ γὰρ οἱ καθιέντες εἰς τοὺς Ὀλυμπιακοὺς ἀγῶνας, εἰδότες ὅτι ἐν 47.383