1

 2

 3

2

τῶν προβάτων διὰ σπουδῆς προνοούμενος. Ποῖον οὕτω τεῖχος ἀῤῥαγὲς, ἁρμονίαις λίθων εὐμεγεθῶν ὠχυρωμένον, καὶ πολεμίων ἀποτρέπον ἐφόδους, οἷον ἁγίων σύστημα ἡρμοσμένον τοῖς τῆς ἀγάπης δεσμοῖς, καὶ τὰς τοῦ διαβόλου πείρας (sic); τίς δὲ φυτῶν εὐπρέπεια τοιαύτη κατὰ στίχον πεφυτευμένων, ἢ στρατιᾶς εὐάρμοστος σύνταξις ἐν κόσμῳ καὶ τάξει εὐπρεπεῖ προϊοῦσα; Ταῦτα γὰρ παρέχει τέρψιν· τερπνότερον δὲ καὶ ἡδύτερον πάντων, τῶν ἐν ἀγάπῃ συνηρμοσμένων ἀλλήλοις ἡ κατὰ τὴν φυσικὴν ἁρμονίαν εὐπρέπεια; αὕτη γὰρ ἐν ὀφθαλμοῖς Κυρίου σεμνὴ καὶ ἔντιμος φαίνεται. Ἄκουε τοῦ ∆αυῒδ, μᾶλλον δὲ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος· Ἰδοὺ τί, φησι, τί καλὸν, ἢ τί τερπνόν; οὐδὲν ἕτερον, οὐδὲν ἄλλο τῶν ἐπὶ τῆς γῆς, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό· ὡς μύρον ἐκκενωθὲν ἐπὶ κεφαλήν. Ἄγγελοι τοὺς ἡμετέρους χοροὺς περιχορεύουσι, καὶ εὐφραίνονται ἐφ' ἡμῖν, ὅτι τὴν αὐτῶν διαγωγὴν μιμούμεθα. Εἰ γὰρ ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ ἐν οὐρανῷ γίνεται, κατὰ τὸν τοῦ Κυρίου λόγον, πολλῷ μᾶλλον ἐπὶ τοσούτῳ πλήθει σωζομένων. Ἡ γὰρ τοῦ μέλλοντος αἰῶνος εὐφροσύνη ἀπεντεῦθεν φαίνεται, τῷ μὲν διαβόλῳ πένθος, δαιμόνων λικμητήριον, ὅτε χοροὺς συνεστήκαμεν ἀλλήλοις, ἐν μιᾷ ψυχῇ καὶ μιᾷ γνώμῃ πρὸς ὑμνῳδίαν Θεοῦ τὴν παναρμόνιον τῶν Χερουβεὶμ καὶ μεγαλόδοξον μιμούμεθα μελῳδίαν. Ὥσπερ γὰρ ἐκεῖνα ἐκ διαδοχῆς ἓν τοῦ ἑνὸς παραλαμβάνοντα, τὸν τρισάγιον ᾄδουσιν ὕμνον· οὕτω καὶ ἡμεῖς εἰς τὸν ἐκείνων τύπον δύο χοροὺς συστησάμενοι, καὶ ἀντιφωνοῦντες ἀλλήλοις, τὴν πνευματικὴν ᾄδομεν μελῳδίαν. Θαῦμα τοῖς ἔξωθεν, ἐπιθυμητὸν τοῖς ὁρῶσι, καὶ πόθος τοῖς ἀκούουσιν ἐγγίνεται, καὶ θεία ἐνεργὴς αἴσθησις ἐν ἡμῖν εὑρίσκεται, δι' ἧς αἰσθα 61.683 νόμεθα ἐκριζουμένων ἐξ ἡμῶν πάντων τῶν κακοτροπίας καὶ διαιρέσεως αἰτιῶν.

Πάντες δι' ἡμᾶς δοξάσουσι τὸν Θεὸν, πολιτείαν ἐπὶ γῆς ὁρῶντες οὐράνιον. ∆ιὰ τοῦτο πάντας ἡμᾶς ἓν φρονεῖν καὶ τὸ αὐτὸ λέγειν ὁ Παῦλος ἐδίδασκε· διὰ τοῦτο Χριστὸς ἀποστέλλων συνδύο πέμπει τοὺς ἀποστόλους· μέχρι καὶ γυναικῶν εἰσηγεῖται τὴν ὁμοφροσύνην, ἵνα μηδὲ τὸν τῶν παρθένων σύλλογον ἄμοιρον ταύτης τῆς ἀγγελικῆς μιμήσεως καταστήσῃ. ∆ιὰ τοῦτο λέγει. Εὐοδίαν παρακαλῶ καὶ Συντύχην τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ. Ἀλλήλους ὑπερέχοντας ἡγεῖσθαι κελεύει, πρὸς τὸ μὴ διαλύεσθαι τῇ φιλοτιμίᾳ, μᾶλλον δὲ τῇ κενοδοξίᾳ, ἀλλὰ τὴν τιμὴν παραχωροῦντες τῷ πλησίον ἑνοῦσθαι, καὶ συγκρίνεσθαι. Σεμνὰ μὲν οὖν τὰ καθ' ἡμᾶς, καὶ ὡς ἀληθῶς ἐπικόσμια τὰ τῆς ἱερᾶς καὶ θείας ἀγάπης. Ἴδωμεν δὲ καὶ τὰς ἐν τῷ νόμῳ διδασκαλίας. Καὶ γὰρ αὗται συμφερόντως διδάσκουσιν. Οὐχ ὑπερόψει, φησὶ, τὸν ἐνδεῆ, μεταδώσεις δὲ θλιβομένῳ· ἀπολαύσει τῶν παρὰ σοὶ καρπῶν ὁ πένης, καὶ τοῦ θερισμοῦ τὰ λείψανα καὶ τοῦ τρυγητοῦ πρὸς τροφὴν ἕξει ὁ πένης· ἑβδόμῳ δὲ ἔτει καὶ ὁ δοῦλος εἰς ἐλευθερίαν ἀφεθήσεται, πεντηκοστῷ δὲ ἔτει ἅπαν χρέως λυθήσεται· καὶ οἱ πεπρακότες τὰς κτήσεις ἐπαναλήψονται, μὴ ἀποδώσαντες τὸ τίμημα. Τόκον οὐκ ἀπαιτήσεις, οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον, οὐδὲ τοῦ πένητος ἐνεχυράσεις ἱμάτιον, οὐδὲ μὴ ἐπεισελεύσῃ βιαίως λαβεῖν ἐνέχυρον. Οὐκ ἐγκαταλείψεις ὑποζύγιον τοῦ πλησίον σου, οὐδ' ἂν ἐχθρὸς τυγχάνῃ· ἐπανάξεις δὲ αὐτῷ καὶ ζῶον πλανώμενον, ὑπηρέτης ὡς φίλῳ γενόμε 61.684 νος, καὶ διαλύων τὴν ἔχθραν ἐμπεσούσης προφάσεως. Ταῦτα δὲ πάντα τὰ παραγγέλματα δι' οὐδὲν ἕτερον, ἀλλὰ διὰ τὴν ἱερὰν καὶ πολυπόθητον τῷ Θεῷ ἀγάπην καὶ γὰρ εἰς τοῦτο καὶ εὐαγγελικὰ παραγγέλματα κατατρέχει.

Μετὰ γὰρ τὸ πολλὰ εἰπεῖν πληρωτικὰ τοῦ νόμου, ἐπήγαγε· Καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. Ἐν ἅπασι τὴν ἔχθραν καταλύων, καὶ τὴν ἀγάπην φυτεύων. Χρέως ἔστω παρ' ὑμῖν τὸ ἀγαπᾷν ἀλλήλους μηδέποτε πληρούμενον· φησὶ γὰρ ὁ Παῦλος, Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν. Ὥσπερ γὰρ τὰς τροφὰς καθ' ἑκάστην ἐπιζητοῦμεν τὴν ἡμέραν,