1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

3

γαλακτοτροφηθεῖσα καὶ θαλαμευομένη κόρη καὶ τοσαύτης παρὰ τῶν τεκόντων ἐπιμελείας καὶ ἀνατροφῆς ἀξιωθεῖσα, ἐπειδὰν εἰς ὥραν ἔλθῃ γάμου, ἀθρόον ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ τῶν ὠδίνων ἐπιλανθάνεται τῶν μητρικῶν καὶ τῆς ἄλλης ἁπάσης θεραπείας καὶ συνηθείας καὶ τοῦ δεσμοῦ τῆς ἀγάπης καὶ πάντων ἁπαξαπλῶς καὶ πᾶσαν αὐτῆς τὴν γνώμην μεθίστησι πρὸς ἐκεῖνον ὃν οὐδέποτε ἐθεάσατο πλὴν ἐκείνης τῆς ἑσπέρας καὶ τοσαύτη λοιπὸν γίνεται τῶν πραγμάτων ἡ μεταβολὴ ὡς ἐκεῖνον αὐτῇ πάντα εἶναι καὶ νομίζειν καὶ πατέρα καὶ μητέρα καὶ νυμφίον καὶ ὅσα ἂν εἴποι τις καὶ οὐδὲ μνήμη τις γίνεται τῶν ἐν τοσούτοις ἔτεσιν ἀναθρεψαμένων, τοσαύτη δὲ αὐτῶν γίνεται ἡ συνάφεια ὡς μηδὲ δύο εἶναι λοιπὸν ἀλλὰ ἕν. 1.13 Καὶ τοῦτο αὐτὸ προφητικοῖς ὀφθαλμοῖς προορῶν ὁ πρωτόπλαστος ἔλεγεν· «Αὕτη κληθήσεται γυνὴ ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη· ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Τὸ αὐτὸ ἄν τις εἴποι καὶ περὶ τοῦ ἀνδρὸς ὅτι κἀκεῖνος τῶν γεννησαμένων ἐπιλαθόμενος καὶ τοῦ οἴκου τοῦ πατρικοῦ ἑνοῖ καὶ προσκολλᾷ ἑαυτὸν τῇ κατὰ τὴν ἑσπέραν ἐκείνην αὐτῷ συναπτομένῃ. Καὶ ἵνα δείξῃ ἡμῖν ἡ θεία γραφὴ τῆς συνηθείας τὴν ἀκρίβειαν, οὐκ εἶπεν ὅτι ἑνωθήσεται τῇ γυναικί, ἀλλὰ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη ἀλλὰ προσέθηκε· «Καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς τὴν μαρτυρίαν ταύτην παράγων ἔλεγεν· «Ὥστε οὐκέτι εἰσὶ δύο ἀλλὰ σὰρξ μία.» Τοσαύτη, φησί, γίνεται ἡ ἕνωσις καὶ ἡ συνάφεια ὡς τοὺς δύο μίαν εἶναι σάρκα. Εἰπέ μοι, ποῖος λογισμὸς τοῦτο εὑρεῖν δυνήσεται, ποία διάνοια ἐφικέσθαι τοῦ γινομένου; Οὐ καλῶς ἔλεγεν ὁ μακάριος οὗτος ὁ τῆς οἰκουμένης διδάσκαλος ὅτι μυστήριόν ἐστι; Καὶ οὐχ ἁπλῶς εἶπεν μυστήριον ἀλλά· «Τὸ μυστήριον τοῦτο μέγα ἐστίν.» 1.14 Εἰ τοίνυν ἐπὶ τῶν αἰσθητῶν πραγμάτων μυστήριον καὶ μέγα μυστήριόν ἐστι, τί ἄν τις εἴποι κατ' ἀξίαν ἐπὶ τοῦ πνευματικοῦ τούτου γάμου; Ὅρα δὲ λοιπὸν ἀκριβῶς πῶς ἐπειδὴ πάντα πνευματικά ἐστι τὰ ἐνταῦθα, ἀπεναντίας τοῖς αἰσθητοῖς ἐπιτελεῖται τὰ γινόμενα. Ἐπὶ μὲν γὰρ τοῦ γάμου τοῦ αἰσθητοῦ οὐκ ἄν τίς ποτε καταδέξοιτο ἀγαγέσθαι πρότερόν τινα εἰς γυναῖκα μὴ τὴν εὐμορφίαν αὐτῆς περιεργασάμενος καὶ τοῦ σώματος τὴν ὥραν, καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ πρὸ τούτων τῶν χρημάτων τὴν εὐπορίαν.

1.15 Ἐνταῦθα δὲ τοιοῦτον οὐδέν. ∆ιὰ τί; Ἐπειδὴ πνευματικά ἐστι τὰ τελούμενα καὶ ὁ νυμφίος ὁ ἡμέτερος ἀπὸ φιλανθρωπίας ὁρμώμενος ἐπιτρέχει τῇ σωτηρίᾳ τῶν ἡμετέρων ψυχῶν. Κἂν γὰρ ἄμορφος ᾖ τις, κἂν αἰσχρὸς ὀφθῆναι, κἂν πένης πενίαν τὴν ἐσχάτην, κἂν ἀγένης, κἂν δοῦλος, κἂν ἀπερριμμένος, κἂν λώβην σώματος ἔχων, κἂν φορτία ἁμαρτημάτων ἐπιφερόμενος, οὐδὲν ἀκριβολογεῖται οὐδὲ περιεργάζεται οὐδὲ εὐθύνας ἀπαιτεῖ· δωρεὰ γάρ ἐστι καὶ φιλοτιμία καὶ χάρις δεσποτικὴ καὶ ἓν μόνον ἐπιζητεῖ παρ' ἡμῶν, τὴν λήθην τῶν παρελθόντων καὶ τὴν μετὰ ταῦτα εὐγνωμοσύνην. 1.16 Εἶδες χάριτος ὑπερβολήν; Εἶδες οἵῳ νυμφίῳ ἁρμόζονται οἱ τῇ κλήσει πειθόμενοι; Ἀλλ' ἴδωμεν εἰ δοκεῖ καὶ τὰ ἑξῆς τούτου τοῦ γάμου τοῦ πνευματικοῦ. Καθάπερ γὰρ ἐπὶ τῶν αἰσθητῶν γάμων προικῷα συντελεῖται γραμματεῖα καὶ ἕδνα δίδοται καὶ τὰ μὲν ὁ ἀνὴρ προσάγει, τὰ δὲ ἡ μέλλουσα συνάπτεσθαι, εἰκότως καὶ ἐνταῦθα τοιοῦτόν τι γίνεσθαι ἐχρῆν. ∆εῖ γὰρ ἀπὸ τῶν σωματικῶν ἐπὶ τὰ θειότερα καὶ πνευματικὰ μετάγειν τὴν διάνοιαν. Τίνα οὖν ἐστιν ἐνταῦθα τὰ προικῷα γραμματεῖα; Τί δὲ ἕτερον ἀλλ' ἢ ὑπακοὴ καὶ αἱ συνθῆκαι αἱ μέλλουσαι πρὸς τὸν νυμφίον συντελεῖσθαι. Καὶ τίνα τὰ ἕδνα ἅπερ ὁ νυμφίος πρὸ τῶν γάμων προσάγει; Ἄκουε τοῦ μακαρίου Παύλου τοῦτο δεικνύντος ἡμῖν καὶ λέγοντος οὕτως· «Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς ἵνα αὐτὴν ἁγιάσῃ