1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

6

ἐργάζεται, καθάπερ δήμιός τις καταξαίνων καὶ ἄγχων τὸν λογισμὸν καὶ δεικνὺς τῆς ἁμαρτίας τὸ μέγεθος. «Τοὺς οὖν ὑπὸ ταύτης φησὶν βεβαρημένους καὶ καθάπερ φορτίῳ τινὶ κατακαμφθέντας, τούτους ἀναπαύσω τὴν ἄφεσιν τῶν ἡμαρτημένων χαριζόμενος, μόνον δεῦτε πρός με.» Τίς οὕτως λίθινος, τίς οὕτως ἀνένδοτος ὡς μὴ ὑπακοῦσαι τῇ οὕτω φιλανθρώπῳ κλήσει; 1.29 Εἶτα διδάσκων ἡμᾶς καὶ τὸν τρόπον τῆς ἀναπαύσεως ἐπήγαγεν· «Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς.» Ὑπέλθετέ μου, φησί, τὸν ζυγόν. Ἀλλὰ μὴ δειλιάσητε ζυγὸν ἀκούοντες· οὐδὲ γὰρ τρίβει τὸν αὐχένα οὐδὲ κάτω νεύειν παρασκευάζει, ἀλλὰ τὰ ἄνω φρονεῖν διδάσκει, τὴν ἀληθῆ φιλοσοφίαν οὗτος ὁ ζυγὸς ἐκπαιδεύει. «Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς καὶ μάθετε·» μόνον ὑπέλθετε τὸν ζυγὸν καὶ μαθήσεσθε· μάθετε τουτέστιν ὑπόσχετε τὴν ἀκοὴν ἵνα μαθεῖν δυνηθῆτε ἀπ' ἐμοῦ. Μὴ γὰρ βαρύ τι παρ' ὑμῶν ἐπιζητῶ. Ὑμεῖς οἱ δοῦλοι ἐμὲ τὸν δεσπότην μιμήσασθε, ὑμεῖς οἱ γῆ καὶ σποδὸς ὄντες τοῦ οὐρανοῦ καὶ γῆς ποιητὴν τὸν ὑμέτερον δημιουργὸν ζηλώσατε. «Μάθετε ἀπ' ἐμοῦ φησιν ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» 1.30 Εἶδες συγκατάβασιν δεσπότου; Εἶδες φιλανθρωπίαν ἀμήχανον; Μὴ βαρύ τι ἢ ἐπαχθὲς παρ' ἡμῶν ἀπῄτησεν· οὐδὲ γὰρ εἶπεν· Μάθετε ἀπ' ἐμοῦ ὅτι σημεῖα εἰργασάμην, ὅτι νεκροὺς ἤγειρα, ὅτι θαύματα ἐπεδειξάμην, ἅπερ τῆς αὐτοῦ μόνης δυνάμεως ἦν. Ἀλλὰ τί; «Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Εἶδες ὅσον τοῦ ζυγοῦ τούτου τὸ κέρδος, ὅση ἡ ὠφέλεια; Ὁ τοίνυν ὑπὸ τὸν ζυγὸν τοῦτον ἐλθεῖν καταξιωθεὶς καὶ δυνηθεὶς μαθεῖν παρὰ τοῦ δεσπότου πρᾶος εἶναι καὶ ταπεινὸς τῇ καρδία. πᾶσαν αὐτοῦ τῇ ψυχῇ ἀνάπαυσιν προξενήσει. Τοῦτο γάρ ἐστι τὸ κεφάλαιον τῆς σωτηρίας τῆς ἡμετέρας· ὁ ταύτην κεκτημένος τὴν ἀρετὴν δυνήσεται σώματι συμπεπλεγμένος ταῖς ἀσωμάτοις ἁμιλλᾶσθαι δυνάμεσι καὶ μηδὲν ἔχειν κοινὸν πρὸς τὰ παρόντα. 1.31 Ὁ γὰρ μιμούμενος τοῦ δεσπότου τὴν πραότητα οὐκ ὀργιεῖται, οὐκ ἐπαρθήσεται κατὰ τοῦ πλησίον. Κἂν πληγὰς αὐτῷ τις ἐντείνῃ, ἐρεῖ· «Εἰ κακῶς ἐλάλησα μαρτύρησον περὶ τοῦ κακοῦ, εἰ δὲ καλῶς, τί με δέρεις;» Κἂν δαιμονῶντα αὐτὸν καλέσῃ ἀποκρίνεται· «Ἐγὼ δαιμόνιον οὐκ ἔχω» καὶ οὐδὲν αὐτὸν τῶν ἐπαγομένων δακεῖν δυνήσεται. Ὁ τοιοῦτος ὑπερόψεται πάσης δόξης τοῦ παρόντος βίου καὶ οὐδὲν αὐτὸν τῶν ὁρωμένων ἐπισπάσεται· ἑτέρους γὰρ ὀφθαλμοὺς κτήσεται λοιπόν. Ὁ γὰρ ταπεινὸς τῇ καρδίᾳ γενόμενος οὐδέποτε βασκῆναι δυνήσεται τοῖς τοῦ πλησίον ἀγαθοῖς. Ὁ τοιοῦτος οὐχ ἁρπάσει, οὐ πλεονεκτήσει, οὐκ ἐπιθυμήσει χρημάτων ἀλλὰ καὶ τὰ ὄντα προήσεται, πολλὴν τὴν συμπάθειαν περὶ τὸ ὁμογενὲς ἐπιδεικνύμενος. Ὁ τοιοῦτος οὐ διορύξει γάμον ἀλλότριον. Ὁ γὰρ τὸν ζυγὸν ὑπελθὼν τοῦ Χριστοῦ καὶ μαθὼν πρᾶος εἶναι καὶ ταπεινὸς τῇ καρδίᾳ πάντως ἐπιδείξεται πᾶσαν ἀρετὴν καὶ τοῖς ἴχνεσιν ἐξακολουθήσει τοῦ δεσπότου. 1.32 Ὑπέλθωμεν τοίνυν τὸν ζυγὸν τὸν χρηστὸν καὶ τὸ φορτίον τὸ ἐλαφρὸν ἄρωμεν ἵνα καὶ τὴν ἀνάπαυσιν εὑρεῖν δυνηθῶμεν. Ὁ τοῦτον ὑπελθὼν τὸν ζυγὸν πάσης ὀφείλει τῆς παλαιᾶς συνηθείας λήθην ποιήσασθαι καὶ ὀφθαλμῶν ἀκρίβειαν ἐπιδείκνυσθαι· «Ὁ γὰρ ἐμβλέψας γυναικί φησιν πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ», ὥστε ἀσφάλειαν ἐπιθεῖναι δεῖ ταῖς ὀπτικαῖς αἰσθήσεσιν ἵνα μὴ δι' αὐτῶν θάνατος ἀναβῇ. Οὐ μόνον δὲ ὀφθαλμῶν, ἀλλὰ καὶ γλώττης πολλὴν τὴν ἀκρίβειαν ἐπιδείκνυσθαι χρή. «Πολλοὶ γὰρ ἔπεσόν φησιν ἐν στόματι μαχαίρας καὶ οὐχ ὡς οἱ πεσόντες διὰ γλώσσης», τὰ ἄλλα πάθη τὰ τικτόμενα χαλινοῦν καὶ ἐν γαλήνῃ τὴν διάνοιαν καθιστᾶν, τὸν θυμὸν ἐξορίζειν, τὴν ὀργήν, τὴν μνησικακίαν, τὴν ἔχθραν, τὴν βασκανίαν, τὰς ἐπιθυμίας τὰς ἀτόπους, τὴν ἀσέλγειαν ἅπασαν, πάντα τὰ ἔργα τῆς σαρκὸς ἅτινά ἐστί φησιν μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρία, φαρμακεία, ἔχθρα, ἔρις, φθόνοι, μέθαι, κῶμοι. 1.33 Ταῦτα τοίνυν πάντα ἐκμοχλεύειν προσῆκε, τὸν δὲ καρπὸν τοῦ Πνεύματος ἔχειν σπουδάζειν, ἀγάπην, χαράν, εἰρήνην, μακροθυμίαν, χρηστότητα, ἀγαθωσύνην, πραότητα, ἐγκράτειαν. Ἐὰν οὕτως