1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

11

ἀπολαῦσαι. 2.9 Πάντες τοίνυν ὅσοι κατηξιώθητε ἐγγραφῆναι τῇ ἐπουρανίῳ ταύτῃ βίβλῳ, δαψιλῆ τὴν πίστιν εἰσενέγκατε καὶ ἐρρωμένον τὸν λογισμόν. Πίστεως γὰρ δεῖται τὰ ἐνταῦθα γινόμενα καὶ τῶν τῆς ψυχῆς ὀφθαλμῶν ὥστε μὴ τοῖς ὁρωμένοις μόνον προσέχειν ἀλλ' ἀπὸ τούτων φαντάζεσθαι τὰ μὴ ὁρώμενα. Τοιοῦτοι γὰρ οἱ τῆς πίστεως ὀφθαλμοί· καθάπερ γὰρ οἱ τοῦ σώματος ἐκεῖνα μόνα ὁρᾶν δύνανται τὰ τῇ αἰσθήσει ὑποπίπτοντα, οὕτω καὶ οἱ τῆς πίστεως ἀπεναντίας ἐκείνοις. Οὐδὲν γὰρ τῶν ὁρωμένων βλέπουσιν ἀλλὰ τὰ μὴ βλεπόμενα ὡς πρὸ τῶν ὀφθαλμῶν κείμενα οὕτως ὁρῶσι. Τοῦτο γάρ ἐστι πίστις τὸ τοῖς μὴ ὁρωμένοις ὡς ὁρωμένοις προσέχειν. «Ἔστι γάρ, φησί, πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων.» 2.10 Τί οὖν ἐστιν ὅ φημι καὶ πρὸς τί τοῦτό μοι εἴρηται μὴ τοῖς ὁρωμένοις προσέχειν ἀλλὰ πνευματικοὺς ὀφθαλμοὺς κεκτῆσθαι; Ἵν' ὅταν ἴδῃς τῶν ὑδάτων τὴν κολυμβήθραν καὶ τὴν χεῖρα τοῦ ἱερέως ἐφαπτομένην σου τῆς κεφαλῆς, μήτε ἐκεῖνο ἁπλῶς ὕδωρ μόνον εἶναι νομίσῃς μήτε τὴν χεῖρα μόνην τοῦ ἀρχιερέως ἐπικεῖσθαί σου τῇ κεφαλῇ. Οὐδὲ γὰρ ἄνθρωπός ἐστιν ὁ ἐργαζόμενος τὰ τελούμενα ἀλλ' ἡ τοῦ Πνεύματος χάρις ἐστὶν ἡ καὶ τῶν ὑδάτων τὴν φύσιν ἁγιάζουσα καὶ μετὰ τῆς χειρὸς τοῦ ἱερέως ἐφαπτομένη σου τῆς κεφαλῆς. Οὐ καλῶς εἶπον ὅτι τῶν τῆς πίστεως ὀφθαλμῶν ἡμῖν χρεία πρὸς τὴν πίστιν τῶν μὴ ὁρωμένων ἵνα μηδὲν αἰσθητὸν ὑποπτεύωμεν; 2.11 Καὶ γὰρ τάφος ἐστὶ καὶ ἀνάστασις τὸ βάπτισμα· «Συνθάπτεται γὰρ ὁ παλαιὸς ἄνθρωπος τῇ ἁμαρτίᾳ καὶ ἀνίσταται ὁ νέος ὁ ἀνακαινούμενος κατ' εἰκόνα τοῦ κτίσαντος.» Ἀποδυόμεθα καὶ ἐνδυόμεθα· ἀποδυόμεθα μὲν τὸ παλαιὸν ἱμάτιον τὸ ὑπὸ τοῦ πλήθους τῶν ἡμαρτημένων καταρρυπωθέν, ἐνδυόμεθα δὲ τὸ καινὸν καὶ πάσης κηλῖδος ἀπηλλαγμένον. Τί δὲ λέγω; Αὐτὸν τὸν Χριστὸν ἐνδυόμεθα· «Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» 2.12 Ἀλλ' ἐπειδὴ ἐπὶ θύραις λοιπόν ἐστιν ὁ καιρὸς καθ' ὃν μέλλετε τῶν τοσούτων ἀπολαύειν δωρεῶν, φέρε διδάξωμεν ὑμᾶς καὶ ἑκάστων τῶν γινομένων καθὼς οἷόν τε τὰς αἰτίας ἵνα εἰδέναι ἔχητε καὶ πλείονα τὴν πληροφορίαν δεξάμενοι οὕτως ἐντεῦθεν ἀναχωρήσητε. ∆εῖ τοίνυν ὑμᾶς εἰδέναι τίνος ἕνεκεν μετὰ τὴν διδασκαλίαν τὴν καθημερινὴν ἐπὶ τὰς τῶν ἐξορκιζόντων ὑμᾶς φωνὰς παραπέμπομεν. Οὐδὲ γὰρ ἁπλῶς οὐδὲ εἰκῇ τοῦτο γίνεται, ἀλλ' ἐπειδὴ μέλλετε ἔνοικον δέχεσθαι τὸν ἐπουράνιον βασιλέα διὰ τοῦτο μετὰ τὴν παρ' ἡμῶν νουθεσίαν παραλαμβάνοντες ὑμᾶς οἱ εἰς τοῦτο τεταγμένοι, καθάπερ οἰκίαν τινὰ εὐτρεπίζοντες τῷ μέλλοντι παραγίνεσθαι βασιλεῖ, οὕτως ἐκκαθαίρουσιν ὑμῶν τὴν διάνοιαν διὰ τῶν φοβερῶν ἐκείνων λόγων, φυγαδεύοντες πᾶσαν τοῦ πονηροῦ τὴν μηχανήν, καὶ ἀξίαν τῆς τοῦ βασιλέως παρουσίας κατασκευάζοντες. Οὐδὲ γὰρ οἷόν τε, κἂν ἄγριος ᾖ τις δαίμων κἂν ἀπηνής, μετὰ τὰς φωνὰς ἐκείνας τὰς φοβερὰς καὶ τὴν ἐπίκλησιν τοῦ κοινοῦ πάντων δεσπότου μὴ μετὰ πολλοῦ τοῦ τάχους αὐτῶν ἀποστῆναι. Μετὰ τούτου δὲ καὶ αὐτὸ τὸ γινόμενον πολλὴν εὐλάβειαν ἐντίθησι τῇ ψυχῇ καὶ εἰς πολλὴν αὐτὴν ἄγει κατάνυξιν. 2.13 Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον ὅτι πᾶσα ἀνωμαλία καὶ ἀξιωμάτων διαφορὰ ἐνταῦθα ἐκποδὼν γίνεται· κἂν γὰρ ἐν ἀξιώματι κοσμικῷ τις τυγχάνῃ, κἂν ἐν τῇ τοῦ πλούτου περιφανείᾳ, κἂν ἐπ' εὐγενείᾳ μέγα φρονῇ καὶ ἐν τῇ δόξῃ τοῦ παρόντος βίου, ἕστηκε καὶ αὐτὸς ὁμοίως τῷ προσαίτῃ καὶ τῷ τὰ ῥάκια περιβεβλημένῳ, πολλάκις δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐκκεκομμένῳ καὶ τὸ σκέλος πεπηρωμένῳ, καὶ οὐ δυσχεραίνει τοῖς γινομένοις· οἶδε γὰρ ὅτι ἐν τοῖς πνευματικοῖς πάντα ταῦτα ἀπελήλαται καὶ ψυχῆς εὐγνωμοσύνη μόνον ζητεῖται. 2.14 Καὶ αἱ μὲν φωναὶ καὶ αἱ ἐπικλήσεις ἐκεῖναι φοβεραὶ καὶ θαυμασταὶ τοσοῦτον ἔχουσαι τὸ κέρδος· τὸ δὲ σχῆμα τῆς τῶν ποδῶν γυμνότητος καὶ τῆς τῶν χειρῶν ἐκτάσεως ἕτερόν τι ἡμῖν ἐνδείκνυται. Ὥσπερ οἱ τὴν αἰχμαλωσίαν ταύτην τὴν σωματικὴν ὑπομένοντες καὶ διὰ τοῦ σχήματος τὴν κατήφειαν δεικνύουσι τῆς καταλαβούσης αὐτοὺς συμφορᾶς, οὕτω καὶ οὗτοι αἰχμάλωτοι γενόμενοι ὑπὸ τοῦ διαβόλου, ἐπειδὴ μέλλουσιν