1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

12

ἐλευθεροῦσθαι τῆς ἐκείνου τυραννίδος καὶ ὑπὸ τὸν ζυγὸν ἔρχεσθαι τὸν χρηστόν, πρότερον διὰ τοῦ σχήματος ὑπομιμνήσκουσιν ἑαυτοὺς τῆς προτέρας καταστάσεως ἵν' εἰδέναι ἔχωσι τίνος μὲν ἀπαλλάττονται, τίνι δὲ προστρέχουσι, καὶ τοῦτο αὐτὸ γένηται αὐτοῖς ὑπόθεσις πλείονος εὐχαριστίας καὶ εὐγνωμοσύνης. 2.15 Βούλεσθε καὶ πρὸς τοὺς ἀναδεχομένους ὑμᾶς μεταγάγωμεν τὸν λόγον, ἵνα εἰδέναι ἔχωσι κἀκεῖνοι οἵων μὲν ἀξιοῦνται τῶν ἀμοιβῶν εἰ πολλὴν σπουδὴν περὶ ὑμᾶς ἐπιδείξαντο, οἵα δὲ αὐτοῖς κατάγνωσις ἕπεται ῥᾳθυμήσασιν. Ἐννόησόν μοι, ἀγαπητέ, τοὺς ἐπὶ χρήμασί τινας ἀναδεχομένους ὅπως μᾶλλον τοῦ ὑπευθύνου καὶ τὰ χρήματα δεχομένου ἐκεῖνοι πλείονα ὑφίστανται τὸν ἀγῶνα. Ἄν τε γὰρ εὐγνώμων φανῇ ὁ δανεισάμενος τῷ ἀναδεχομένῳ ἐπεκούφισε τὸ φορτίον, ἄν τε πάλιν ἀγνώμων γένηται ἐκείνῳ πλείονα τὸν κρημνὸν κατεσκεύασε. ∆ιὰ τοῦτο καί τις σοφὸς παραινεῖ λέγων· «Ἐὰν ἐγγυήσῃ ὡς ἀποτίσων φρόντιζε.» Εἰ τοίνυν οἱ ἐπὶ χρήμασί τινας ἀναδεχόμενοι τῷ παντὶ ὑπευθύνους ἑαυτοὺς καθιστᾶσι, πολλῷ μᾶλλον οἱ ἐν τοῖς πνευματικοῖς καὶ εἰς τὸν τῆς ἀρετῆς λόγον τινὰς ἀναδεχόμενοι πολλὴν τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι ὀφείλουσι, παραινοῦντες καὶ συμβουλεύοντες, διορθοῦντες, πατρικὴν φιλοστοργίαν ἐπιδεικνύμενοι. 2.16 Καὶ μὴ νομιζέτωσαν τὸ τυχὸν εἶναι τὸ γινόμενον ἀλλ' εἰδέτωσαν ἀκριβῶς ὅτι καὶ τῆς εὐδοκιμήσεως αὐτοὶ κοινωνοὶ γίνονται εἰ διὰ τῆς οἰκείας νουθεσίας αὐτοὺς πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν χειραγωγήσουσι καὶ ὅτι ῥᾳθυμησάντων πάλιν αὐτῶν πολλὴ αὐτοῖς κείσεται ἡ κατάγνωσις. ∆ιὰ γὰρ τοῦτο καὶ πατέρας ἔθος καλεῖν τοὺς τοιούτους πνευματικούς, ἵνα δι' αὐτῶν τῶν ἔργων μάθωσιν ὅσην ὀφείλουσι φιλοστοργίαν ἐν τῇ τῶν πνευματικῶν διδασκαλίᾳ περὶ τοὺς τοιούτους ἐπιδείκνυσθαι. Εἰ γὰρ τοὺς οὐδαμόθεν ἡμῖν προσήκοντας ἐνάγειν εἰς τὸν τῆς ἀρετῆς ζῆλον καλόν, πολλῷ μᾶλλον ἐκεῖνον ὃν εἰς χώραν τέκνου πνευματικοῦ ἀναδεχόμεθα, τὴν πρόσταξιν εἰς αὐτὸν ἀποπληροῦν ὀφείλομεν. Ἐμάθετε καὶ οἱ ἀναδεχόμενοι ὡς οὐ μικρὸς ὑμῖν ἐπήρτηται κίνδυνος ῥᾳθυμήσασι. 2.17 Φέρε λοιπὸν καὶ περὶ αὐτῶν τῶν μυστηρίων ὑμῖν διαλεχθῶμεν καὶ τῶν συνθηκῶν τῶν μελλουσῶν συντελεῖσθαι μεταξὺ ὑμῶν καὶ τοῦ δεσπότου. Καθάπερ γὰρ ἐν τοῖς βιωτικοῖς πράγμασιν ἐπειδὰν ἐμπιστεῦσαί τις βουληθῇ τινι τὰ αὐτοῦ πράγματα, γραμματεῖα ἀνάγκη συντελεῖσθαι μεταξὺ τοῦ ἐμπιστευομένου καὶ τοῦ ἐμπιστεύοντος· τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν, ἐπειδὴ μέλλετε πιστεύεσθαι παρὰ τοῦ τῶν ἁπάντων δεσπότου οὐκ ἐπίκηρα πράγματα οὐδὲ φθαρτὰ καὶ ἀπολλύμενα ἀλλὰ πνευματικὰ καὶ ἐπουράνια. ∆ιὰ γὰρ τοῦτο καὶ πίστις λέγεται ἐπειδὴ οὐδὲν ὁρώμενον ἔχει ἀλλὰ πάντα τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς κατοπτεύεσθαι δυνάμενα. Ἀνάγκη γὰρ γραμματεῖα συντελεσθῆναι μεταξύ, οὐκ ἐν χάρτῃ οὐδὲ διὰ μέλανος ἀλλ' ἐν Θεῷ διὰ πνεύματος. Τὰ γὰρ ῥήματα ἃ ἐνταῦθα προΐεσθε ἐγγράφεται ἐν τῷ οὐρανῷ καὶ τὰς συνθήκας ἃς διὰ τῆς γλώττης προσφέρετε ἀνεξάλειπτοι μένουσι παρὰ τῷ δεσπότῃ. 2.18 Ὅρα δὲ πάλιν ἐνταῦθα τῆς αἰχμαλωσίας τὸ σχῆμα· εἰσάγοντες γὰρ ὑμᾶς οἱ ἱερεῖς πρότερον μὲν κελεύουσι τὰ γόνατα κλίναντας καὶ τὰς χεῖρας ἀνατείναντας εἰς τὸν οὐρανὸν οὕτω προσεύχεσθαι καὶ διὰ τοῦ σχήματος ἑαυτοὺς ὑπομιμνήσκειν τίνος μὲν ἀπαλλάττεσθε, τίνι δὲ μέλλετε ἑαυτοὺς προσνέμειν. Εἶτα καθ' ἕκαστον ἐρχόμενος ὁ ἱερεὺς ἀπαιτεῖ τὰς συνθήκας καὶ τὰς ὁμολογίας καὶ λέγειν παρασκευάζει τὰ φοβερὰ ἐκεῖνα ῥήματα καὶ φρίκης γέμοντα· «Ἀποτάσσομαί σοι, σατανᾶ.» 2.19 ∆ακρῦσαί μοι νῦν ἔπεισι καὶ ἀνοιμῶξαι μέγα· ἐνενόησα γὰρ τὴν ἡμέραν ἐκείνην καθ' ἣν καὶ αὐτὸς κατηξιώθην ταύτην ἀφεῖναι τὴν φωνὴν καὶ λογισάμενος τὸ φορτίον τῶν ἁμαρτημάτων ὃ ἐξ ἐκείνου μέχρι τοῦ νῦν συνέλεξα, συγχέομαι τὴν διάνοιαν καὶ δάκνομαι τὸν λογισμὸν ὁρῶν ὅσην ἐμαυτοῦ τὴν αἰσχύνην κατεσκέδασα διὰ τῆς μετὰ ταῦτα ῥᾳθυμίας. ∆ιὸ καὶ πάντας ὑμᾶς παρακαλῶ φιλοτιμίαν τινὰ περὶ ἐμὲ ἐπιδείξασθαι καὶ ἐπειδὰν μέλλητε συντυγχάνειν τῷ βασιλεῖ, δέξεται γὰρ ὑμᾶς μετὰ πολλῆς σφοδρότητος καὶ ἐνδύσει τὴν βασιλικὴν ἐκείνην στολὴν καὶ παρέξει δωρεὰς