1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

16

ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ.» 3.10 Ἐκείνῳ μετὰ τὴν νίκην γέενναν ἠπείλησεν· ἐγὼ ἐὰν νικήσω στεφανοῦμαι· ἐκεῖνος ἐὰν νικήσῃ κολάζεται. Καὶ ἵνα γνῷς ὅτι τότε μᾶλλον τιμωρεῖται ὅταν κρατήσῃ, φέρε σοι δείξω ἐκ τῶν πραγμάτων. Ἐνίκησε τὸν Ἀδὰμ καὶ ὑπεσκέλισε. Τί οὖν τὸ ἔπαθλον τῆς νίκης; «Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.» Εἰ δὲ τὸν αἰσθητὸν ὄφιν οὕτως ἐκόλασε, ποίᾳ τιμωρίᾳ κολάσει τὸν νοητόν; Εἰ τοιαύτη καταδίκη τοῦ ὀργάνου, εὔδηλον ὅτι πολλῷ μείζων κόλασις μένει τὸν τεχνίτην. Καθάπερ γὰρ πατὴρ φιλόστοργος τὸν ἀποκτείναντα τὸν υἱὸν τὸν ἑαυτοῦ εὑρὼν οὐχὶ τὸν φονέα τιμωρεῖται μόνον ἀλλὰ καὶ τὴν μάχαιραν αὐτὴν κατακόπτει, οὕτω δὴ καὶ ὁ Χριστὸς εὑρὼν τὸν διάβολον ἀποκτείναντα τὸν ἄνθρωπον, οὐχὶ τὸν διάβολον μόνον ἐκόλασεν ἀλλὰ καὶ αὐτὴν τὴν μάχαιραν κατέκλασεν. 3.11 Οὐκοῦν θαρροῦντες ἀποδυσώμεθα πρὸς τὰ παλαίσματα· καὶ γὰρ ὅπλα ἡμῖν περιέβαλε χρυσίου παντὸς στιλπνότερα, ἀδάμαντος παντὸς ἰσχυρότερα, πυρὸς παντὸς θερμότερα καὶ σφοδρότερα, ἀέρος παντὸς κουφότερα. Οὐδὲ γὰρ βαρύνει τὰ γόνατα τῶν ὅπλων τούτων ἡ φύσις, ἀλλ' ἀναπτεροῖ τὰ μέλη, καὶ μετεωρίζει, κἂν εἰς τὸν οὐρανὸν ἀναπτῆναι βουληθῇς μετὰ τῶν ὅπλων τούτων, τὸ κωλῦον οὐδέν. Καινὴ γὰρ τῶν ὅπλων ἡ φύσις ἐπειδὴ καὶ καινὸς τῆς μάχης ταύτης ὁ τρόπος· ἄνθρωπος γὰρ ὢν δαίμοσι πυκτεύειν ἀναγκάζομαι, σάρκα περικείμενος πρὸς ἀσωμάτους δυνάμεις παλαίω. ∆ιὰ τοῦτό μοι τὸν θώρακα οὐκ ἀπὸ σιδήρου ἀλλ' ἀπὸ δικαιοσύνης ἐποίησεν ὁ Θεός· διὰ τοῦτό μοι τὸν θυρεὸν οὐκ ἀπὸ χαλκοῦ ἀλλ' ἀπὸ πίστεως κατεσκεύασεν. Ἔχω καὶ μάχαιραν ἠκονημένην, τὸ τοῦ πνεύματος ῥῆμα. Ἐκεῖνος ἀφίησι βέλη κατ' ἐμοῦ, ἔχω μάχαιραν ἐγώ· ἐκεῖνος τοξότης ἐστίν, ἐγὼ ὁπλίτης εἰμί. Μάθε καὶ ἀπὸ τούτου τὴν διάνοιαν ἐκείνου· ὁ τοξότης ἐγγὺς ἐλθεῖν οὐ τολμᾷ ἀλλὰ πόρρωθεν βάλλει. 3.12 Τί δαί; Ἆρα ὅπλα κατεσκεύασε μόνον; Οὐχί, ἀλλὰ καὶ τράπεζαν ἡτοίμασεν ὅπλου παντὸς δυνατωτέραν, ἵνα μὴ κάμνων πολεμῇς, ἵνα τρυφῶν περιγίνῃ τοῦ πονηροῦ. Ἂν γὰρ ἴδῃ σε μόνον ἀπὸ τῶν δείπνων ἐπανιόντα τῶν δεσποτικῶν, καθάπερ λέοντα ἰδών τις πῦρ ἀπὸ τοῦ στόματος ἀφιέντα, οὕτω φεύγει παντὸς ἀνέμου σφοδρότερον· κἂν δείξῃς αὐτῷ τὴν γλῶτταν ᾑμαγμένην τῷ αἵματι τῷ τιμίῳ, οὐδὲ στῆναι δυνήσεται· ἂν δείξῃς τὸ στόμα πεφοινιγμένον, καθάπερ θηρίον εὔτελες οὕτως ἐπὶ τὰ ὀπίσω δραμεῖται. 3.13 Βούλει τοίνυν τοῦ αἵματος τούτου μαθεῖν τὴν ἰσχύν; Ἀναδράμωμεν ἐπὶ τὸν τύπον αὐτοῦ, ἐπὶ τὰ παλαιὰ διηγήματα τὰ ἐν Αἰγύπτῳ. ∆εκάτην ἔμελλε πληγὴν ἐπάγειν ὁ Θεὸς τοῖς Αἰγυπτίοις· τὰ πρωτότοκα γὰρ αὐτῶν ἐβούλετο ἀνελεῖν ἐπειδὴ τὸν πρωτότοκον αὐτοῦ κατεῖχον λαόν. Τί οὖν ἵνα γένηται ὥστε μὴ συμπλέκεσθαι τοὺς Ἰουδαίους τοῖς Αἰγυπτίοις, ἐπειδὴ εἷς κατεῖχεν αὐτοὺς τόπος; Μάθε τοῦ τύπου τὴν δύναμιν ἵνα μάθῃς καὶ τῆς ἀληθείας τὴν ἰσχύν. Πληγὴ θεήλατος ἔμελλεν ἄνωθεν φέρεσθαι καὶ ὁ ὀλοθρεύων ἐπῄει ταῖς οἰκίαις. 3.14 Τί οὖν ὁ Μωϋσῆς; «Θύσατε, φησίν, ἀμνὸν ἄμωμον καὶ τὸ αἷμα αὐτοῦ ἐπιχρίσατε ταῖς θύραις.» Τί λέγεις; Αἷμα ἀλόγου σῴζειν ἀνθρώπους τοὺς λογικοὺς οἶδε; Ναί, φησίν, οὐκ ἐπειδὴ αἷμά ἐστιν ἀλλ' ἐπειδὴ τοῦ αἵματος τοῦ δεσποτικοῦ τύπος ἐστί. Καθάπερ γὰρ οἱ ἀνδριάντες οἱ βασιλικοὶ ἄψυχοι ὄντες καὶ ἀναίσθητοι τοὺς καταφεύγοντας εἰς αὐτοὺς ἀνθρώπους αἰσθητικοὺς καὶ ἐμψύχους ὄντας διασῴζουσιν, οὐκ ἐπειδὴ χαλκός εἰσιν ἀλλ' ἐπειδὴ εἰκὼν τοῦ βασιλέως εἰσίν, οὕτω δὴ καὶ τὸ αἷμα ἐκεῖνο τὸ ἀναίσθητον καὶ ἄψυχον τοὺς ψυχὴν ἔχοντας ἀνθρώπους ἔσωσεν, οὐκ ἐπειδὴ αἷμα ἦν ἀλλ' ἐπειδὴ τοῦ αἵματος τούτου τύπος ἦν. 3.15 Τότε εἶδεν ὁ ὀλοθρεύων τὸ αἷμα ταῖς θύραις ἐπικεχρισμένον καὶ οὐκ ἐτόλμησεν εἰσπηδῆσαι· νῦν ἂν ἴδῃ ὁ διάβολος οὐχὶ θύραις ἐπικεχρισμένον τὸ αἷμα τοῦ τύπου ἀλλὰ τῷ στόματι τῶν πιστῶν ἐπικεχρισμένον τὸ αἷμα τῆς ἀληθείας ταῖς θύραις τοῦ ναοῦ τοῦ χριστοφόρου, οὐ πολλῷ μᾶλλον ἑαυτὸν καθέξει; Εἰ γὰρ ἄγγελος ἰδὼν τὸν τύπον ᾐδέσθη, πολλῷ μᾶλλον ὁ διάβολος ἰδὼν τὴν ἀλήθειαν φεύξεται. 3.16 Βούλει