1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

17

μαθεῖν καὶ ἑτέρωθεν τοῦ αἵματος τούτου τὴν ἰσχύν; Βλέπε πόθεν ἔρρευσε τὴν ἀρχὴν καὶ πόθεν τὴν πηγὴν ἔσχεν, ἄνωθεν ἀπὸ τοῦ σταυροῦ, ἀπὸ τῆς πλευρᾶς τῆς δεσποτικῆς. Τεθνηκότος γάρ, φησί, τοῦ Χριστοῦ καὶ ἐν τῷ σταυρῷ ὄντος ἔτι, προσελθὼν ὁ στρατιώτης ἔνυξε τὴν πλευρὰν τῇ λόγχῃ, εἶτα ἐξῆλθεν ὕδωρ καὶ αἷμα. Καὶ τὸ μὲν τοῦ βαπτίσματος σύμβολον ἦν, τὸ δὲ τῶν μυστηρίων. ∆ιὰ τοῦτο οὐκ εἶπεν· Ἐξῆλθεν αἷμα καὶ ὕδωρ ἀλλὰ πρῶτον ἐξῆλθε τὸ ὕδωρ καὶ τότε τὸ αἷμα, ἐπειδὴ πρῶτον τὸ βάπτισμα καὶ τότε τὰ μυστήρια. Ἔνυξε τοίνυν τὴν πλευρὰν ὁ στρατιώτης ἐκεῖνος, διώρυξε τὸν τοῖχον τοῦ ἁγίου ναοῦ καὶ ἐγὼ τὸν θησαυρὸν εὗρον καὶ τὸν πλοῦτον ἔλαβον. Οὕτω καὶ ἐπὶ τοῦ ἀμνοῦ γέγονεν· οἱ Ἰουδαῖοι ἔσφαζον τὸ πρόβατον καὶ ἐγὼ τὴν σωτηρίαν τὴν ἀπὸ τῆς θυσίας ἐκαρπωσάμην. 3.17 «Ἐξῆλθεν ἀπὸ τῆς πλευρᾶς ὕδωρ καὶ αἷμα.» Μὴ παραδράμῃς ἁπλῶς, ἀγαπητέ, τὸ μυστήριον. Ἔχω γὰρ καὶ ἕτερον λόγον εἰπεῖν μυστικόν· εἶπον ὅτι τοῦ βαπτίσματος σύμβολον καὶ τῶν μυστηρίων ἐστὶ τὸ αἷμα ἐκεῖνο καὶ τὸ ὕδωρ. Ἐξ ἑκατέρων τούτων ἡ ἐκκλησία γεγέννηται, «διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου», διὰ βαπτίσματος καὶ διὰ μυστηρίων. Τὰ δὲ σύμβολα τοῦ βαπτίσματος καὶ τῶν μυστηρίων ἀπὸ τῆς πλευρᾶς. Ἀπὸ τῆς πλευρᾶς ἄρα τὴν ἐκκλησίαν ἐδημιούργησεν ὁ Χριστός, καθάπερ ἀπὸ τῆς πλευρᾶς τοῦ Ἀδὰμ τὴν Εὔαν ἐδημιούργησε. 3.18 ∆ιὰ τοῦτο καὶ Μωϋσῆς περὶ τοῦ πρώτου ἀνθρώπου διεξιὼν λέγει· «Ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου», τὴν πλευρὰν ἡμῖν αἰνιττόμενος τοῦ δεσπότου. Ὥσπερ γὰρ τότε ἔλαβεν ὁ Θεὸς τὴν πλευρὰν καὶ διέπλασε γυναῖκα, οὕτως ἔδωκεν ἡμῖν αἷμα καὶ ὕδωρ ἐκ τῆς πλευρᾶς αὐτοῦ καὶ ἀνέπλασε τὴν ἐκκλησίαν. Ὥσπερ οὖν τότε ἐν τῇ ἐκστάσει τὴν πλευρὰν ἔλαβε, καθεύδοντος τοῦ Ἀδάμ, οὕτω καὶ νῦν μετὰ τὸν θάνατον τὸ αἷμα καὶ τὸ ὕδωρ ἔδωκεν, ἐν πρώτοις δὲ τὸ ὕδωρ εἶτα τὸ αἷμα. Ἀλλ' ὅπερ τότε ἡ ἔκστασις, τοῦτο νῦν ὁ θάνατος γέγονεν ἵνα μάθῃς ὅτι ὁ θάνατος οὗτος ὕπνος λοιπόν ἐστιν. 3.19 Εἴδετε πῶς συνῆψεν ἑαυτῷ τὴν νύμφην ὁ Χριστός; Εἴδετε ποίᾳ πάντας ἡμᾶς τρέφει τροφῇ; Ἐκ τῆς αὐτῆς τροφῆς καὶ συνεστήκαμεν καὶ τρεφόμεθα. Καθάπερ γὰρ γυνὴ τὸ τεχθὲν οἰκείῳ τρέφει αἵματι καὶ γάλακτι, οὕτω καὶ ὁ Χριστὸς οὓς ἐγέννησεν αὐτὸς οἰκείῳ τρέφει διηνεκῶς αἵματι. 3.20 Ἐπεὶ οὖν τοσαύτης ἀπελαύσαμεν δωρεᾶς πολλὴν ἐπιδειξώμεθα τὴν σπουδὴν καὶ ἀναμνησθῶμεν τῶν συνθηκῶν ὧν ἐθέμεθα πρὸς αὐτόν. Ὑμῖν λέγω καὶ τοῖς νῦν μεμυημένοις καὶ τοῖς πάλαι καὶ πρὸ πολλῶν ἐτῶν· κοινὸς γὰρ πρὸς πάντας ἡμᾶς ὁ λόγος ἐπειδὴ καὶ πάντες ἐθέμεθα πρὸς αὐτὸν συνθήκας ἃς ἐγράψαμεν οὐ μέλανι ἀλλὰ πνεύματι, οὐ καλάμῳ ἀλλὰ γλώττῃ. Τούτῳ γὰρ τῷ καλάμῳ αἱ συνθῆκαι αἱ πρὸς τὸν Θεὸν γράφονται· διὰ τοῦτο καὶ ὁ ∆αβίδ φησιν· «Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.» Ὡμολογήσαμεν αὐτοῦ τὴν δεσποτείαν, ἠρνησάμεθα τὴν τυραννίδα τὴν διαβολικήν, τοῦτο χειρόγραφον ἐγένετο, τοῦτο συνθήκη, τοῦτο γραμματεῖον. 3.21 Ὁρᾶτε μὴ πάλιν ὑποχείριοι γενώμεθα τῷ γραμματείῳ τούτῳ. Ἦλθεν ἅπαξ ὁ Χριστός, εὗρεν ἡμῶν χειρόγραφον πατρῷον ὅπερ ἔγραψεν ὁ Ἀδάμ. Ἐκεῖνος τὴν ἀρχὴν εἰσήνεγκε τοῦ χρέους, ἡμεῖς τὸ δάνειον ηὐξήσαμεν ταῖς μετὰ ταῦτα ἁμαρτίαις. Κατάρα ἦν ἐκεῖ καὶ ἁμαρτία καὶ θάνατος καὶ νόμου κατάκρισις· πάντα ταῦτα ἀνεῖλεν ὁ Χριστὸς καὶ συνεχώρησε. Καὶ βοᾷ ὁ Παῦλος λέγων· «Τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἀπὸ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ.» Οὐκ εἶπεν ἀπαλείψας αὐτό, οὐκ εἶπεν χαράξας ἀλλὰ προσηλώσας αὐτὸ τῷ σταυρῷ, ἵνα μηδὲ ἴχνος αὐτοῦ μείνῃ. ∆ιὰ τοῦτο οὐκ ἀπήλειψεν ἀλλὰ διέρρηξεν· οἱ γὰρ ἧλοι τοῦ σταυροῦ διέρρηξαν αὐτὸ καὶ διέφθειραν ἵνα ἄχρηστον γένηται τοῦ λοιποῦ. 3.22 Καὶ οὐκ ἐν γωνίᾳ καὶ λάθρᾳ ἀλλ' ἐν μέσῳ τῆς οἰκουμένης ἐφ' ὑψηλοῦ τοῦ ἰκρίου τὴν διάλυσιν ἐποιήσατο. Βλεπέτωσαν ἄγγελοι, φησίν, βλεπέτωσαν ἀρχάγγελοι, βλεπέτωσαν αἱ ἄνω δυνάμεις, βλεπέτωσαν καὶ οἱ πονηροὶ δαίμονες καὶ αὐτὸς ὁ διάβολος, οἱ ποιήσαντες ὑπευθύνους ἡμᾶς τῶν ὀφλημάτων ἐπὶ