1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

18

τῶν δανειστῶν· διαρρήγνυται τὸ χειρόγραφον ἵνα μὴ μετὰ ταῦτα ἡμῖν ἐπιπηδήσωσιν. 3.23 Ἐπεὶ οὖν διερράγη τὸ πρότερον, σπουδάσωμεν ὅπως μὴ γένηται πάλιν ἄλλο χειρόγραφον· δεύτερος γὰρ σταυρὸς οὐκ ἔστιν, οὐ δευτέρα ἄφεσις διὰ λουτροῦ παλιγγενεσίας. Ἄφεσις μὲν γὰρ ἔστι, διὰ λουτροῦ δὲ οὐκ ἔστι δευτέρα ἄφεσις. Ἀλλὰ μὴ ῥᾳθυμώτεροι γενώμεθα, παρακαλῶ. Ἐξῆλθες ἐξ Αἰγύπτου, ὦ ἄνθρωπε, μηκέτι πάλιν Αἴγυπτον καὶ τὰ Αἰγύπτου ζήτει κακά· μηκέτι τοῦ πηλοῦ καὶ τῆς πλινθείας μέμνησο· πηλὸς γὰρ καὶ πλινθεία τὰ παρόντα τοῦ βίου πράγματα, ἐπεὶ καὶ αὐτὸ τὸ χρυσίον πρὶν ἢ γενέσθαι χρυσίον οὐδὲν ἕτερόν ἐστιν ἢ γῆ. 3.24 Εἶδον θαύματα Ἰουδαῖοι· καὶ σὺ νῦν μείζονα ὄψει καὶ πολλῷ λαμπρότερα ἢ τότε ὅτε οἱ Ἰουδαῖοι ἐξῄεσαν ἐξ Αἰγύπτου. Οὐκ εἶδες τὸν Φαραὼ μετὰ τῶν ὅπλων ἀποπνιγόμενον, ἀλλ' εἶδες τὸν διάβολον μετὰ τῶν ὅπλων καταποντιζόμενον. ∆ιέβησαν ἐκεῖνοι πέλαγος, διέβης σὺ θάνατον· ἀπηλλάγησαν Αἰγυπτίων ἐκεῖνοι, ἠλευθερώθης δαιμόνων σύ· δουλείαν ἀπέθεντο βαρβαρικὴν Ἰουδαῖοι, σὺ δὲ τὴν πολλῷ καλεπωτέραν τὴν τῆς ἁμαρτίας. 3.25 Βούλει καὶ ἑτέρωθεν μαθεῖν πῶς μειζόνων ἠξιώθης σύ; Ἰουδαῖοι τότε οὐκ ἠδυνήθησαν ἰδεῖν τὸ πρόσωπον Μωϋσέως δοξαζόμενον καὶ ταῦτα συνδούλου καὶ συγγενοῦς ὄντος· σὺ δὲ τὸ πρόσωπον εἶδες τοῦ Χριστοῦ ἐν τῇ δόξῃ αὐτοῦ. Καὶ βοᾷ Παῦλος λέγων· «Ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα.» Εἶχον ἐκεῖνοι τὸν Χριστὸν ἑπόμενον τότε, ἀλλὰ πολλῷ μᾶλλον ἡμῖν νῦν ἕπεται. Ἐκείνοις μὲν γὰρ τότε ὁ Κύριος ἠκολούθει διὰ τὴν χάριν Μωϋσέως, ἡμῖν δὲ οὐ διὰ τὴν χάριν Μωϋσέως μόνον ἀλλὰ καὶ διὰ τὴν οἰκείαν ὑμῶν εὐπείθειαν. Ἐκείνοις μετὰ τὴν Αἴγυπτον ἔρημος, σοὶ δὲ μετὰ τὴν ἔξοδον οὐρανός. Εἶχον ἐκεῖνοι ἡγεμόνα καὶ στρατηγὸν ἄριστον Μωσέα, ἔχομεν καὶ ἡμεῖς ἄλλον Μωϋσῆν τὸν Θεὸν προηγούμενον ἡμῖν καὶ στρατηγοῦντα. 3.26 Τί γὰρ τὸ τεκμήριον τοῦ Μωϋσέως ἐκείνου; «Ἦν γάρ, φησίν, Μωσῆς πραότερος ἁπάντων ἀνθρώπων τῶν ἐπὶ τῆς γῆς.» Τοῦτό τις εἰπὼν καὶ περὶ τούτου τοῦ Μωϋσέως οὐκ ἂν ἁμάρτοι. Καὶ γὰρ καὶ τούτῳ συμπαρῆν τὸ πραότατον Πνεῦμα ὡς ὁμοούσιον καὶ συγγενές. Μωϋσῆς τότε ἀνέτεινε τὰς χεῖρας εἰς τὸν οὐρανὸν καὶ κατήνεγκεν ἄρτον ἀγγέλων τὸ μάννα. Οὗτος ὁ Μωϋσῆς ἀνατείνων τὰς χεῖρας εἰς τὸν οὐρανὸν φέρει τὴν αἰώνιον τροφήν. Ἐκεῖνος ἔπληξε τὴν πέτραν καὶ ἐξέβαλε ποταμοὺς ὑδάτων· οὗτος ἅπτεται τῆς τραπέζης, πλήττει τὴν νοητὴν τράπεζαν καὶ πηγὰς πνεύματος ἀναβλύζειν ποιεῖ. ∆ιὰ τοῦτο καθάπερ πηγὴ ἐν τῷ μέσῳ ἡ τράπεζα κεῖται, ἵνα πανταχόθεν τὰ ποίμνια περιρρέῃ τὴν πηγήν, ἵνα ἀπολαύῃ τῶν σωτηρίων ναμάτων. 3.27 Ἐπεὶ οὖν τοιαύτη μὲν ἐνταῦθα ἡ πηγή, τοιαύτη δὲ ἡ ζωὴ καὶ μυρίων ἡ τράπεζα γέμει τῶν ἀγαθῶν καὶ πανταχόθεν ἡμῖν βρύει τὰ δῶρα τὰ πνευματικά, μετὰ ἀληθινῆς καρδίας προσέλθωμεν, μετὰ συνειδότος καθαροῦ, ἵνα λάβωμεν χάριν καὶ ἔλεον εἰς εὔκαιρον βοήθειαν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Υἱοῦ, κυρίου δὲ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι δόξα, τιμή, κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

4.t ΛΟΓΟΣ ∆ʹ Τοῦ αὐτοῦ πρὸς τοὺς νεοφωτίστους καὶ εἰς τὸ ῥητὸν τοῦ ἀποστόλου· «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ

γέγονε τὰ πάντα καινά». 4.1 Φαιδρότερον σήμερον ὁρῶ τοῦ συνήθους τὸν σύλλογον καὶ τὴν τοῦ Θεοῦ

ἐκκλησίαν ἀγαλλομένην ἐπὶ τοῖς οἰκείοις τέκνοις. Καθάπερ γὰρ μήτηρ φιλόστοργος ὁρῶσα τοὺς ἑαυτῆς παῖδας κυκλοῦντας αὐτὴν ἥδεται καὶ σκιρτᾷ καὶ πτεροῦται ὑπὸ τῆς ἡδονῆς, τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ πνευματικὴ αὕτη μήτηρ βλέπουσα τὰ ἑαυτῆς τέκνα χαίρει καὶ γέγηθεν ὁρῶσα ἑαυτὴν καθάπερ πολύφορον ἄρουραν κομῶσαν τοῖς