1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

20

διδάσκαλος πρὸ τούτου διώκων τὴν ἐκκλησίαν καὶ πανταχοῦ περιὼν καὶ σύρων ἄνδρας καὶ γυναῖκας καὶ πάντα συγχέων καὶ ταράσσων καὶ πολλὴν τὴν μανίαν ἐπιδεικνύμενος, ἐπειδὴ φιλανθρωπίας ἀπέλαυσε παρὰ τοῦ δεσπότου καὶ καταυγασθεὶς τῷ φωτὶ τῷ νοητῷ ἀπέθετο τὸ σκότος τῆς πλάνης καὶ πρὸς τὴν ἀλήθειαν ἐχειραγωγήθη καὶ διὰ τοῦ βαπτίσματος ἀπελούσατο τὰ προλαβόντα ἅπαντα ἁμαρτήματα, ἀθρόον οὐδὲ τὸ τυχὸν ἀναβαλλόμενος, ὁ πρὸ τούτου ὑπὲρ Ἰουδαίων ἅπαντα πράττων καὶ πορθῶν τὴν ἐκκλησίαν, εὐθέως συνέχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν ∆αμασκῷ, κηρύσσων ὅτι ὁ ἐσταυρωμένος αὐτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ. 4.8 Εἶδες εὐγνωμοσύνην; Εἶδες δι' αὐτῶν τῶν πραγμάτων ἡμῖν δεικνύντα ὅτι καὶ τὰ πρότερα ἐξ ἀγνοίας ἔπραττεν; Εἶδες πῶς δι' αὐτῆς τῆς πείρας τῶν πραγμάτων ἅπαντας ἡμᾶς ἐδίδαξεν ὅτι δικαίως ἠξιώθη τῆς ἄνωθεν φιλανθρωπίας καὶ πρὸς τὴν τῆς ἀληθείας ὁδὸν ἐχειραγωγήθη. Ὁ γὰρ ἀγαθὸς Θεός, ἐπειδὰν ἴδῃ τὴν ψυχὴν εὐγνώμονα μέν, δι' ἄγνοιαν δὲ πλανωμένην, οὐ περιορᾷ οὐδὲ ἀφίησιν ἐπὶ πολὺ ἀπρονόητον ἀλλὰ τὰ παρ' ἑαυτοῦ ἅπαντα ἐπιδείκνυται καὶ οὐδὲν παραλιμπάνει τῶν εἰς τὴν ἡμετέραν σωτηρίαν συντεινόντων, μόνον ἐὰν ἡμεῖς ἑαυτοὺς ἀξίους κατασκευάσωμεν τοῦ μετὰ δαψιλείας τὴν ἄνωθεν ἐπισπάσασθαι χάριν, καθάπερ καὶ ὁ μακάριος οὗτος· 4.9 Ἐπειδὴ γὰρ ἃ πρότερον εἰργάζετο ἐξ ἀγνοίας ἅπαντα εἰργάσατο καὶ νομίζων τὸν νόμον ζήλῳ διεκδικεῖν, θορύβου καὶ ταραχῆς πᾶσι αἴτιος καθίστατο, μαθὼν παρ' αὐτοῦ τοῦ νομοθέτου ὅτι τὴν ἐναντίαν ὁδὸν βαδίζει καὶ κατὰ κρημνῶν ἀπιὼν οὐκ αἰσθάνεται, οὐχ ὑπερέθετο, οὐκ ἀνεβάλετο, ἀλλ' εὐθέως ἐπειδὴ κατέλαμψεν αὐτὸν τὸ φῶς τὸ νοητὸν πᾶσαν τὴν πλάνην ἀποθέμενος κῆρυξ τῆς ἀληθείας καθίστατο καὶ ἐκείνους πρώτους ἐπὶ τὴν τῆς εὐσεβείας ὁδὸν ἄγειν ἐβούλετο πρὸς οὓς καὶ τὰς ἐπιστολὰς ἐκόμιζε παρὰ τῶν ἀρχιερέων λαβών, καθὼς καὶ αὐτὸς τῷ τῶν Ἰουδαίων πλήθει δημηγορῶν ἔλεγεν· «Ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον ὅτι ἐπιστολὰς δεξάμενος παρ' αὐτῶν εἰς ∆αμασκὸν ἐπορευόμην πρὸς τοὺς ἀρχιερεῖς ὥστε καὶ τοὺς ἐκεῖ ὄντας δεδεμένους ἀναγαγεῖν εἰς Ἱερουσαλήμ.» 4.10 Εἶδες αὐτὸν καθάπερ λέοντα μεμηνότα καὶ πανταχοῦ περιτρέχοντα; Ὅρα αὐτὸν πάλιν ἀθρόον εἰς ἡμερότητα προβάτου μεταβαλλόμενον καὶ τὸν πρὸ τούτου δεσμεύοντα καὶ εἰς φυλακὰς ἐμβάλλοντα καὶ πάντας τοὺς εἰς τὸν Χριστὸν πιστεύοντας ἐλαύνοντα καὶ διώκοντα ἐξαίφνης διὰ τὸν Χριστὸν διὰ τοῦ τείχους ἐν σπυρίδι χαλώμενον ἵνα διαφύγῃ τῶν Ἰουδαίων τὰς ἐπιβουλάς, ἄλλοτε διὰ νυκτὸς εἰς Καισάρειαν ἐκπεμπόμενον κἀκεῖθεν εἰς Ταρσὸν ἐξαποστελλόμενον ἵνα μὴ διασπασθῇ ὑπὸ τῆς τῶν Ἰουδαίων μανίας. Εἶδες, ἀγαπητέ, ὅση ἡ μεταβολή; Εἶδες ὅση ἡ μετάστασις γέγονεν; Εἶδες πῶς ἀπολαύσας τῆς ἄνωθεν φιλοτιμίας μετὰ δαψιλείας τὰ παρ' ἑαυτοῦ εἰσήνεγκε, τὸν ζῆλον λέγω, τὴν θερμότητα, τὴν πίστιν, τὴν ἀνδρείαν, τὴν ὑπομονήν, τὸ φρόνημα τὸ ὑψηλόν, τὴν γνώμην τὴν ἀκατάπληκτον. ∆ιὸ καὶ πλείονος ἠξιώθη τῆς ἄνωθεν ῥοπῆς. Ὅθεν καὶ γράφων ἔλεγε· «Περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί». 4.11 Τοῦτον δή, παρακαλῶ, καὶ ὑμεῖς μιμήσασθε, οἱ τὸν τοῦ Χριστοῦ ζυγὸν νῦν ὑπελθεῖν καταξιωθέντες καὶ τῆς υἱοθεσίας ἀπολαύσαντες, καὶ τοσαύτην ἐκ προοιμίων εὐθέως ἐπιδείξασθε τὴν θερμότητα καὶ τὴν εἰς τὸν Χριστὸν πίστιν ἵνα πλείονα ἐφελκύσησθε τὴν ἄνωθεν χάριν καὶ τὸ παρασχεθὲν ὑμῖν ἔνδυμα φαιδρότερον ἀπεργάσησθε καὶ δαψιλοῦς ἀπολαύσητε τῆς εὐνοίας τῆς παρὰ τοῦ δεσπότου. Εἰ γὰρ μηδέπω μηδὲν ἐργασαμένους ἀγαθὸν ἀλλὰ καὶ τοσαῦτα φορτία ἁμαρτημάτων ἔχοντας ἐπικείμενα τοσούτων ἠξίωσε δωρεῶν, τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, οὐ γὰρ μόνον ἁμαρτημάτων ἀπήλλαξε καὶ δικαιοσύνην ἐχαρίσατο ἀλλὰ καὶ ἁγίους ἀπέδειξε καὶ υἱοθεσίαν παρέσχεν, εἰ τοίνυν προλαβὼν τοσαῦτα ἐδωρήσατο, εἰ τὰ παρ' ἑαυτῶν μετὰ τοσαύτας δωρεὰς εἰσενεγκεῖν σπουδάσετε καὶ μετὰ τῆς φυλακῆς τῶν ἤδη παρασχεθέντων καὶ πολιτείας ἀκρίβειαν