1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

21

ἐπιδείξεσθε, πῶς οὐ μείζονος πάλιν ἀξιωθήσεσθε τῆς φιλοτιμίας; 4.12 Ἠκούσατε γὰρ σήμερον τοῦ μακαρίου Παύλου τοῦ νυμφαγωγοῦ τῆς ἐκκλησίας γράφοντος καὶ λέγοντος· «Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις»· οὐχ ἵνα περὶ τῆς αἰσθητῆς ταύτης κτίσεως νομίσωμεν εἶναι τὸ εἰρημένον, διὰ γὰρ τοῦτο προσέθηκεν· «εἴ τις ἐν Χριστῷ» διδάσκων ἡμᾶς ὅτι εἴ τις πρὸς τὴν εἰς τὸν Χριστὸν πίστιν μετετάξατο, καινὴν κτίσιν ἡμῖν ἐπιδείκνυσι. Τί γὰρ ὄφελος, εἰπέ μοι, τοσοῦτον καινὸν ἰδεῖν οὐρανὸν καὶ τὰ ἄλλα τῆς κτίσεως μέρη, ὅσον κέρδος ἄνθρωπον ἰδεῖν ἀπὸ κακίας ἐπὶ ἀρετὴν μεταστάντα καὶ ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν μεταταξάμενον. Τοῦτο γὰρ καινὴν κτίσιν καὶ ὁ μακάριος οὗτος ὠνόμασε, διὸ καὶ ἐπήγαγεν εὐθέως· «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά», μονονουχὶ δεικνὺς ὅτι καθάπερ ἱμάτιον παλαιὸν ἀποδυσάμενοι τῶν ἁμαρτημάτων τὸ φορτίον διὰ τῆς εἰς τὸν Χριστὸν πίστεως, τὸ καινὸν τοῦτο καὶ φαιδρὸν ἱμάτιον καὶ τὴν στολὴν τὴν βασιλικὴν περιέθεντο οἱ τῆς πλάνης ἐλευθερωθέντες καὶ τῷ φωτὶ τῆς δικαιοσύνης καταυγασθέντες· διὰ τοῦτο ἔλεγεν· «εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά». 4.13 Πῶς γὰρ οὐ καινὰ καὶ παράδοξα ὅταν ὁ χθὲς καὶ πρώην περὶ τὴν τρυφὴν καὶ τὴν ἀδηφαγίαν ἐσχολακὼς ἀθρόον ἐγκράτειαν καὶ λιτότητα διαίτης ἀσπάζηται; Πῶς οὐ καινὰ καὶ παράδοξα τὰ πάντα ὅταν ὁ πρότερον ἀκόλαστος καὶ περὶ τὰς ἡδονὰς τοῦ παρόντος βίου καταδαπανώμενος, ἐξαίφνης ἀνώτερος τῶν παθῶν γεγονώς, ὡς οὐδὲ σῶμα περικείμενος, οὕτω τὴν σωφροσύνην καὶ τὴν ἁγνείαν μεταδιώκῃ. 4.14 Εἶδες πῶς ὄντως καινὴ κτίσις ἐστὶ τὸ γεγενημένον; Ἡ γὰρ τοῦ Θεοῦ χάρις ἐπεισελθοῦσα μετέπλασε καὶ μετερρύθμισε τὰς ψυχὰς καὶ ἄλλας ἀντ' ἄλλων αὐτὰς εἰργάσατο, οὐ τὴν οὐσίαν μεταβαλοῦσα ἀλλὰ τὴν προαίρεσιν μετασκευάσασα καὶ τῶν ὀφθαλμῶν τῆς διανοίας τὸ κριτήριον οὐκ ἀφιεῖσα λοιπὸν ἐναντίαν περὶ τῶν πραγμάτων ἔχειν τὴν ὑπόληψιν, ἀλλὰ καθάπερ λήμην τινὰ τῶν ὀφθαλμῶν ἀποσκεδάσασα παρέσχεν ἀκριβῶς ὁρᾶν καὶ τῆς κακίας τὸ δυσειδὲς καὶ ἄμορφον καὶ τῆς ἀρετῆς τὴν πολλὴν εὐμορφίαν καὶ τὴν φαιδρότητα. 4.15 Εἶδες πῶς καθ' ἑκάστην ἡμέραν καινὴν ἐργάζεται κτίσιν ὁ δεσπότης; Τίς γὰρ ἕτερος ἔπεισεν, εἰπέ μοι, τὸν πᾶσαν τὴν ζωὴν πολλάκις καταναλώσαντα εἰς τὰς τοῦ βίου ἡδυπαθείας καὶ λίθους προσκυνοῦντα καὶ ξύλα καὶ ταῦτα θεοὺς ἡγούμενον, ἀθρόον εἰς τοσοῦτον ὕψος ἀρετῆς ἀναδραμεῖν ὡς ἐκείνων μὲν ἁπάντων ὑπεριδεῖν καὶ καταγελᾶν καὶ τοὺς λίθους λίθους ὁρᾶν ὡσαύτως καὶ τὰ ξύλα ξύλα, τὸν δὲ τῶν ὅλων δημιουργὸν προσκυνεῖν καὶ τὴν εἰς αὐτὸν πίστιν τῶν ἐν τῷ παρόντι βίῳ πάντων προτιμᾶν. 4.16 Εἶδες πῶς ἡ εἰς τὸν Χριστὸν πίστις καὶ ἡ πρὸς τὴν ἀρετὴν ἐπάνοδος καινὴ κτίσις λέγεται; Ἀκούωμεν τοίνυν, παρακαλῶ, καὶ οἱ πάλαι μεμυημένοι καὶ οἱ πρόσφατον τῆς φιλοτιμίας ἀπολαύσαντες τῆς δεσποτικῆς, τῆς ἀποστολικῆς παραινέσεως τῆς λεγούσης· «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά» καὶ τῶν προτέρων ἁπάντων ἐπιλαθόμενοι, ὥσπερ ἐν καινῇ πολιτευόμενοι ζωῇ οὕτω τὸν ἑαυτῶν βίον μεταρρυθμίσωμεν, καὶ ἐννοοῦντες τοῦ ἐνοικοῦντος ἐν ἡμῖν τὸ ἀξίωμα οὕτως ἅπαντα καὶ λέγωμεν καὶ πράττωμεν. 4.17 Εἰ γὰρ ἄνθρωποι τὰς βιωτικὰς λειτουργίας ἀναδεχόμενοι καὶ ἐπὶ τῆς ἐσθῆτος πολλάκις ἣν περίκεινται τὸν τύπον τῶν βασιλικῶν εἰκόνων ἐπιφερόμενοι καὶ διὰ τοῦτο ἀξιόπιστοι τοῖς ἄλλοις ἅπασι φαινόμενοι, οὐδὲν ἀνάσχοιντο ἄν ποτε πρᾶξαι τοιοῦτον ὃ τῆς ἐσθῆτος ἐκείνης τῆς τοὺς τύπους ἐχούσης τοὺς βασιλικοὺς ἀνάξιον ἂν γένοιτο, ἀλλὰ κἂν αὐτοί ποτε ἐπιχειρήσωσι, πολλοὺς ἔχουσι τοὺς διακωλύοντας, κἂν ἕτεροί τινες αὐτοὺς κακῶς διαθεῖναι βούλοιντο, ἱκανὴν ἔχουσιν ἀσφάλειαν τοῦ μηδὲν ἀηδὲς παθεῖν τῆς ἐσθῆτος τὴν περιβολήν, πολλῷ δὴ μᾶλλον οἱ οὐκ ἐπὶ ἱματίου ἀλλ' ἐπὶ ψυχῆς αὐτὸν τὸν Χριστὸν ἔχοντες ἐνοικοῦντα καὶ τὸν τούτου Πατέρα καὶ τοῦ Πνεύματος τοῦ ἁγίου τὴν ἐπιφοίτησιν, πολλὴν ἂν εἶεν δίκαιοι τὴν ἀσφάλειαν ἐπιδείκνυσθαι καὶ πᾶσιν ἑαυτοὺς καταδήλους ποιεῖν διὰ τῆς ἀκριβοῦς