1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

22

πολιτείας καὶ τῆς τοῦ βίου ἐπιμελείας ὅτι τὴν εἰκόνα τὴν βασιλικὴν ἐπιφέρουσιν. 4.18 Ὥσπερ γὰρ ἐκεῖνοι ἐπὶ τῆς ἐσθῆτος κατὰ τοῦ στήθους τὰς μορφὰς δεικνύντες τὰς βασιλικὰς πᾶσι φανεροὶ καθεστήκασιν, οὕτω καὶ ἡμεῖς εἰ βουληθείημεν, οἱ ἅπαξ τὸν Χριστὸν ἐνδυσάμενοι καὶ ἔνοικον αὐτὸν ἔχειν καταξιωθέντες, δυνησόμεθα διὰ τῆς τοῦ βίου ἀκριβείας καὶ σιγῶντες ἅπασι δεικνύναι τοῦ ἐνοικοῦντος ἐν ἡμῖν τὴν δύναμιν. Καὶ ὃν τρόπον νῦν ἡ τῆς ἐσθῆτος ὑμῶν περιβολὴ καὶ τὸ φαιδρὸν τῶν ἱματίων πάντων ἐπισπᾶται τὰς ὄψεις, οὕτω καὶ εἰς τὸ διηνεκές, εἰ βουληθείητε, δυνήσεσθε τὴν φαιδρότητα τοῦ ἐνδύματος τοῦ βασιλικοῦ διατηροῦντες, ἀκριβέστερον ἢ νῦν διὰ τῆς κατὰ Θεὸν πολιτείας καὶ τῆς πολλῆς ἀκριβείας τοὺς ὁρῶντας ἅπαντας εἰς τὸν ὅμοιον ἐπισπάσεσθαι ζῆλον καὶ εἰς τὴν τοῦ δεσπότου δοξολογίαν. 4.19 ∆ιὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Εἶδες πῶς παραινεῖ λάμπειν τὸ φῶς τὸ ἐν ἡμῖν οὐ διὰ τῶν ἱματίων ἀλλὰ διὰ τῶν ἔργων; Εἰπὼν γάρ· «Λαμψάτω τὸ φῶς ὑμῶν», ἐπήγαγεν· «ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν.» Τοῦτο τὸ φῶς οὐ μέχρι τῶν σωματικῶν αἰσθήσεων ἵσταται, ἀλλὰ καὶ τὰς ψυχὰς τῶν ὁρώντων καὶ τὴν διάνοιαν καταυγάζει καὶ τῆς κακίας τὸ σκότος διασκεδάσαν πρὸς τὴν ἔλλαμψιν τοῦ οἰκείου φωτὸς καὶ τὴν τῆς ἀρετῆς μίμησιν ἐπισπᾶται τοὺς ἐντυγχάνοντας. 4.20 «Λαμψάτω, φησί, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων.» Καὶ καλῶς εἶπεν «ἔμπροσθεν τῶν ἀνθρώπων». Τοσοῦτον ὑμῶν ἔστω, φησί, τὸ φῶς ὥστε μὴ μόνον ὑμᾶς καταλάμπειν ἀλλὰ καὶ ἔμπροσθεν τῶν ἀνθρώπων φαίνειν τῶν δεομένων τῆς τούτου χορηγίας. Ὥσπερ οὖν τὸ αἰσθητὸν τοῦτο φῶς φυγαδεύει τὸ σκότος καὶ ὀρθὰ ποιεῖ βαδίζειν τοὺς τὴν αἰσθητὴν ταύτην ὁδεύοντας ὁδόν, οὕτω καὶ τὸ νοητὸν φῶς τὸ ἐκ τῆς ἀρίστης πολιτείας τοὺς ὑπὸ τοῦ σκότους τῆς πλάνης τὸ ὄμμα τῆς διανοίας τεθολωμένον ἔχοντας καὶ οὐ δυναμένους ἀκριβῶς ἰδεῖν τῆς ἀρετῆς τὴν ὁδὸν καταυγάζει καὶ τὴν λήμην τῶν ὀφθαλμῶν τῆς διανοίας ἀποκαθαίρει καὶ πρὸς τὴν εὐθεῖαν ἄγει καὶ ποιεῖ βαδίζειν λοιπὸν ἐπὶ τὴν τῆς ἀρετῆς ὁδόν. 4.21 «Ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν 4.21 Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Ἡ ἀρετή, φησίν, ἡ ὑμετέρα καὶ ἡ περὶ τὴν πολιτείαν ἀκρίβεια καὶ ἡ τῶν καλῶν ἔργων κατόρθωσις εἰς δοξολογίαν διεγειρέτω τοὺς ὁρῶντας τοῦ κοινοῦ πάντων δεσπότου. Ἕκαστος τοίνυν ὑμῶν, παρακαλῶ, σπουδαζέτω μετὰ τοσαύτης ἀκριβείας βιοῦν ἵνα παρὰ πάντων τῶν εἰς ὑμᾶς ὁρώντων ἡ εὐφημία εἰς τὸν δεσπότην ἀναφέρηται. 4.22 ∆ιὰ τοῦτο καὶ ὁ μακάριος οὗτος ὁ μιμητὴς τοῦ Χριστοῦ, ὁ τῆς ἀρίστης πολιτείας διδάσκαλος, ὁ πανταχοῦ περιτρέχων καὶ πάντα ποιῶν ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, ἔγραφε λέγων· «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά», μονονουχὶ παραινῶν καὶ λέγων· Ἀπέθου τὸ παλαιὸν ἔνδυμα, ἔλαβες τὸ καινὸν καὶ τοσαύτην ἔχον τὴν φαιδρότητα ὡς αὐταῖς ἀντιλάμπειν ταῖς ἀκτῖσι ταῖς ἡλιακαῖς· σκόπει ὅπως ἐπὶ τῆς αὐτῆς φαιδρότητος διατηρῇς τοῦ ἐνδύματος τὸ κάλλος. Ἕως γὰρ ἂν βλέπῃ ὁ πονηρὸς δαίμων ἐκεῖνος καὶ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας ἀπαστράπτον ἡμῶν τοῦτο τὸ ἔνδυμα τὸ πνευματικόν, οὐ τολμᾷ οὐδὲ πλησίον στῆναι, οὕτω δέδοικεν αὐτοῦ τὴν φαιδρότητα. Ἀποτυφλοῖ γὰρ αὐτοῦ τὰς ὄψεις ἡ ἀστραπὴ ἡ ἐντεῦθεν ἐκπηδῶσα. 4.23 ∆ιό, παρακαλῶ, ἤδη ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων πολὺν τὸν ἀγῶνα, πολλὴν τὴν φαιδρότητα ἐπιδείξασθε, διὰ πάντων τοῦ ἐνδύματος τούτου τὸ κάλλος λαμπρότερον καὶ φαιδρότερον κατασκευάζοντες καὶ μήτε λόγος τῆς γλώττης ἁπλῶς καὶ εἰκῇ προπηδάτω, ἀλλὰ πρότερον σκοπῶμεν εἴ τι χρήσιμον ἔχει καὶ εἴ τινα οἰκοδομὴν τοῖς ἀκούουσι παρέχειν δύναται καὶ τότε μετὰ πολλοῦ τοῦ δέους τὰ ῥήματα προφέρωμεν, ὡσανεί τινος ἑστῶτος καὶ ταῦτα γραφῇ παραδιδόντος, μνημονεύοντες τοῦ παρὰ τοῦ Κυρίου εἰρημένου· «Λέγω ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι