1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

35

δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

7.t ΛΟΓΟΣ Ζʹ. Τοῦ αὐτοῦ ὅτι μεγίστης ὠφελείας ἡμῖν ὑπόθεσις

γίνεται τὰ λείψανα τῶν ἁγίων μαρτύρων καὶ ὅτι δεῖ ὑπερορᾶν τῶν βιωτικῶν ἁπάντων καὶ τῶν πνευματικῶν ἔχεσθαι καὶ ὅσον ἀγαθὸν εὐχὴ

καὶ ἐλεημοσύνη· καὶ εἰς τοὺς νεοφωτίστους.

7.1 Πολλὴν καὶ διάφορον περὶ τὸ τῶν ἀνθρώπων γένος ἐπιδεικνύμενος τὴν ἑαυτοῦ πρόνοιαν ὁ φιλάνθρωπος Θεὸς οὐ μόνον τὴν κτίσιν ἅπασαν ἐδημιούργησε καὶ τὸν οὐρανὸν ἐξέτεινε καὶ τὴν θάλασσαν ἥπλωσε καὶ ἥλιον ἀνῆψε καὶ σελήνην φαίνειν παρεσκεύασε καὶ τὴν γῆν πρὸς οἴκησιν ἐχαρίσατο καὶ τὰ ἀπὸ τῆς γῆς ἅπαντα πρὸς διατροφὴν καὶ σύστασιν τῶν ἡμετέρων παρέσχε σωμάτων, ἀλλὰ καὶ τῶν ἁγίων μαρτύρων ἡμῖν τὰ λείψανα κεχάρισται, καὶ τὰς ψυχὰς αὐτὸς λαβών, «δικαίων γάρ, φησί, ψυχαὶ ἐν χειρὶ Θεοῦ», τὰ σώματα ἡμῖν τέως κατέλιπεν ἱκανὴν παράκλησιν καὶ παραμυθίαν ἵνα παρὰ τοὺς τάφους τῶν ἁγίων τούτων γινόμενοι, εἰς ζῆλον καὶ μίμησιν διεγειρώμεθα καὶ διὰ τῆς ὄψεως ὑπόμνησιν λαμβάνωμεν τῶν αὐτοῖς κατορθωμένων καὶ τῶν ἐπὶ τοῖς κατορθώμασιν ἀμοιβῶν τῶν ἀποκειμένων. 7.2 Μέγα γὰρ ὄφελος ταῖς ἡμετέραις ψυχαῖς ἐντεῦθεν προσγίνεται ἐὰν νήφωμεν· οὐδὲ γὰρ οὕτω λόγος παιδεῦσαι δύναται καὶ πρὸς φιλοσοφίαν ἐναγαγεῖν καὶ τὴν τῶν παρόντων ὑπεροψίαν ὡς τὰ πάθη τῶν μαρτύρων σάλπιγγος λαμπροτέραν ἀφιέντα φωνὴν καὶ πᾶσι διὰ τῶν πραγμάτων δεικνύντα τῆς ἀμοιβῆς τῶν ἐνταῦθα πόνων τὸ μέγεθος καὶ τῆς ἀντιδόσεως τὴν ὑπερβολήν. Ὅσον γὰρ λείπεται λόγος πράξεως τοσοῦτον τὰ παρ' ἡμῶν λεγόμενα τῆς παρὰ τῶν ἁγίων τούτων διδασκαλίας. 7.3 Ὅταν τοίνυν ἐνταῦθα παραγενόμενος, ἀγαπητέ, ἀναλογίσῃ τῇ διανοίᾳ ὅτι ὁ δῆμος οὗτος ἅπας μετὰ τοσαύτης σπουδῆς συντρέχειν ἐπείγεται ὥστε τὴν κόνιν περιπτύξασθαι καὶ τὴν ἐντεῦθεν εὐλογίαν καρπώσασθαι, πῶς οὐχὶ μετάρσιος γενήσῃ λοιπὸν τῇ διανοίᾳ καὶ τὸν ἴσον ζῆλον τῷ μάρτυρι ἐπιδείξασθαι σπεύσεις, ὥστε καὶ αὐτὸς τῶν αὐτῶν ἀξιωθῆναι ἀμοιβῶν; Ἐννόησον γὰρ εἰ παρ' ἡμῶν τῶν συνδούλων ἐνταῦθα τοσαύτης ἀπολαύουσι τιμῆς, πόσης καὶ ἡλίκης ἀπολαύσονται παρὰ τῷ δεσπότῃ τῆς παρρησίας ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ, ὅτε μέλλουσι τῶν ἀκτίνων τῶν ἡλιακῶν φαιδρότερον ἀπολάμπειν· «τότε γάρ, φησίν, ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος.» 7.4 Εἰδότες τοίνυν τῆς παρρησίας αὐτῶν τὸ μέγεθος, πρὸς αὐτοὺς ἀεὶ καταφεύγωμεν καὶ τὴν παρ' αὐτῶν συμμαχίαν λαμβάνωμεν. Εἰ γὰρ ἄνθρωποι πρὸς τὸν ἐπὶ γῆς βασιλέα παρρησίαν ἔχοντες πολλὰ καὶ μεγάλα δύνανται τοὺς ἐπ' αὐτοὺς καταφεύγοντας ὠφελεῖν, πολλῷ μᾶλλον οὗτοι οἱ ἅγιοι οἱ πρὸς τὸν τῶν οὐρανῶν βασιλέα τὴν παρρησίαν κτησάμενοι διὰ τῶν οἰκείων παθημάτων τὰ μέγιστα ἡμᾶς ὀνήσουσι, μόνον ἐὰν ἡμεῖς τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν· τότε γὰρ μάλιστα καὶ ἡ παρ' αὐτῶν προστασία ὠφελῆσαι ἡμᾶς δυνήσεται, ἐὰν μὴ ῥᾳθυμῶμεν ἀλλὰ καὶ αὐτοὶ σπουδάζωμεν τῇ προσεδρείᾳ καὶ τῇ περὶ τὸν βίον ἐπιμελείᾳ τὴν φιλανθρωπίαν ἐφ' ἑαυτοῖς ἐπισπάσασθαι τοῦ δεσπότου. 7.5 Ὡς πρὸς ἰατροὺς τοίνυν πνευματικοὺς ἐπὶ τούτους συνεχῶς καταφεύγωμεν. ∆ιὰ γὰρ τοῦτο τὰ σώματα αὐτῶν κατέλιπεν ἡμῖν ὁ ἀγαθὸς δεσπότης, ἵν' ἐνταῦθα παραγενόμενοι καὶ τῇ τῆς ψυχῆς διαθέσει ταῦτα περιπτυσσόμενοι μεγίστην ἐντεῦθεν λαμβάνωμεν τὴν ἰατρείαν καὶ τῶν ψυχικῶν καὶ τῶν σωματικῶν ἀρρωστημάτων. Ἐὰν γὰρ μετὰ πίστεως παραγενώμεθα, κἂν ψυχικὸν ἔχωμεν πάθος κἂν σωματικόν, κατάλληλον τὴν θεραπείαν δεξάμενοι οὕτως ἐπαναστρέψομεν. 7.6 Καίτοι ἐπὶ μὲν τῶν σωματικῶν παθῶν πολλάκις καὶ ἀποδημίαν ἔνι στείλασθαι μακρὰν ὥστε τῶν τοῦ ἰατροῦ χειρῶν τυχεῖν καὶ χρήματα