1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

37

διηνεκῶς. 7.12 ∆ιὰ τοῦτο καὶ Παῦλος γράφων ἔλεγεν ἀνθρώποις σαρκὶ συμπεπλεγμένοις καὶ ἐν τῷ μέσῳ στρεφομένοις καὶ γυναικὸς καὶ παίδων φροντίζουσιν· «Τὰ ἄνω φρονεῖτε.» Εἶτα ἵνα μάθωμεν τί βούλεται αὐτῷ ἡ παραίνεσις αὕτη καὶ τί ἐστι τὰ ἄνω φρονεῖν ἐπήγαγεν· «Οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.» Ἐκεῖνα, φησί, βούλομαι ὑμᾶς φρονεῖν τὰ δυνάμενα ὑμῶν ἐκεῖ μεταστῆσαι τὸν λογισμόν, τὰ ἀφιστῶντα ὑμᾶς τῶν ἐν τῇ γῇ πραγμάτων. «Καὶ γὰρ τὸ πολίτευμα ὑμῶν ἐν οὐρανῷ ὑπάρχει.» Ἔνθα οὖν ἀπεγράφητε, φησίν, ἐκεῖ τὸν νοῦν ὑμῶν ἅπαντα μεταγαγεῖν σπουδάσατε κἀκεῖνα βουλεύεσθε καὶ πράττειν ἃ τῆς ἐκεῖ πολιτείας ὑμᾶς ἀξίους ἀποφῆναι δυνήσεται. 7.13 Καὶ ἵνα μὴ νομίσωμεν αὐτὸν ἀδύνατά τινα ἐπιτάττειν καὶ ὑπερβαίνοντα τὴν φύσιν τὴν ἡμετέραν, πάλιν δευτεροῖ τὴν παραίνεσιν καί φησι· «Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.» Τί ἐστιν ὃ βούλεται ἡμᾶς παιδεῦσαι; Μὴ ταῦτα, φησί, φρονεῖτε τὰ τῆς γῆς ἄξια. Τίνα δέ ἐστι τὰ τῆς γῆς ἄξια; Τὰ μηδὲν ἔχοντα μόνιμον, τὰ πρὶν ἢ φανῆναι ἀφιπτάμενα, τὰ μηδὲν ἔχοντα βέβαιον μηδὲ ἀκίνητον, τὰ τῷ παρόντι βίῳ συγκαταλυόμενα, τὰ πρὶν ἢ ἀνθῆσαι μαραινόμενα, τὰ φθορᾷ ὑποκείμενα. Τοιαῦτα γὰρ ἅπαντα τὰ ἀνθρώπινα κἂν πλοῦτον εἴπῃς κἂν δυναστείαν κἂν δόξαν κἂν σώματος ὥραν κἂν ἅπασαν τοῦ βίου τὴν εὐημερίαν. 7.14 ∆ιὰ τοῦτο καὶ λέξει τοιαύτῃ ἐχρήσατο εἰπών· «Μὴ τὰ ἐπὶ τῆς γῆς», τῷ ὀνόματι τῆς γῆς τὴν πολλὴν αὐτῶν εὐτέλειαν ἐνδείξασθαι βουλόμενος. Μὴ τοίνυν ταῦτα φρονεῖτε, φησίν, ἀλλὰ τὰ ἄνω· ἀντὶ τῶν ἐπὶ τῆς γῆς, τῶν εὐτελῶν τούτων καὶ παρατρεχόντων, τὰ ἄνω φρονεῖτε, φησί, τὰ ἐν τοῖς οὐρανοῖς, τὰ ἀκίνητα, τὰ τῷ διηνεκεῖ αἰῶνι συμπαρεκτεινόμενα, τὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ὁρώμενα, τὰ τέλος οὐκ ἐπιστάμενα, τὰ διαδοχὴν οὐκ εἰδότα, τὰ πέρας οὐκ ἔχοντα. Περὶ ἐκεῖνα βούλομαι διηνεκῶς ὑμῶν στρέφεσθαι τὸν λογισμόν. Ἡ γὰρ ἐν τούτοις μελέτη τῆς γῆς ἀπαλλάττει καὶ πρὸς τὸν οὐρανὸν μεθίστησι. 7.15 ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· «Ὅπου ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ.» Ἡ γὰρ ψυχὴ ἐπειδὰν τὴν ἔννοιαν δέξηται τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν, καθάπερ ἀπολυθεῖσα τῶν συνδέσμων τοῦ σώματος, μετάρσιος ὡς εἰπεῖν γίνεται καὶ καθ' ἑκάστην ἡμέραν ἐκείνων τὴν ἀπόλαυσιν φανταζομένη, οὐδὲ ἔννοιαν λαβεῖν δύναται τῶν ἐν τῇ γῇ πραγμάτων ἀλλὰ πάντα καθάπερ ὄναρ καὶ σκιὰν παρατρέχει, ἐκεῖ τεταμένον ἔχουσα διηνεκῶς τὸν λογισμὸν κἀκεῖνα μονονουχὶ ὁρᾶν νομίζουσα τοῖς τῆς πίστεως ὀφθαλμοῖς καὶ ἐφ' ἑκάστης πρὸς τὴν ἐκείνων ἀπόλαυσιν ἐπειγομένη. 7.16 Ἀκούσωμεν τοίνυν τῆς παραινέσεως τοῦ μακαρίου τούτου τοῦ θαυμαστοῦ τῆς οἰκουμένης διδασκάλου, τοῦ καλοῦ παιδοτρίβου, τοῦ γεωργοῦ τῶν ἡμετέρων ψυχῶν, κἀκεῖνα φρονῶμεν ἅπερ αὐτὸς συνεβούλευσεν· οὕτω γὰρ δυνησόμεθα καὶ τῶν παρόντων ἀπολαύειν καὶ τῶν μελλόντων ἐπιτυχεῖν. Ἐὰν γὰρ ἐκεῖνα ζητῶμεν προηγουμένως, καὶ ταῦτα ἐν προσθήκης ἕξομεν μέρει· «Ζητεῖτε γάρ, φησί, τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Μὴ τοίνυν ἅπερ ἐν προσθήκης μέρει ὑπέσχετο ἡμῖν παρέξειν, ταῦτα προηγουμένως ζητῶμεν ἵνα μὴ ἐναντία τῇ δεσποτικῇ παραινέσει διαπραττόμενοι, ἑκατέρων ἐκπέσωμεν. Μὴ γὰρ ἀναμένει τὴν παρ' ἡμῶν ὑπόμνησιν ὁ δεσπότης καὶ τότε ἡμῖν τὰς παρ' ἑαυτοῦ παρέχει δωρεάς; Οἶδεν ὧν χρείαν ἔχομεν πρὸ τοῦ ἡμᾶς αἰτῆσαι αὐτόν. Ἂν τοίνυν ἴδῃ περὶ ἐκεῖνα τὴν σπουδὴν ἡμᾶς ἔχοντας, κἀκείνων ἡμῖν τὴν ἀπόλαυσιν χαριεῖται καὶ ταῦτα μετὰ δαψιλείας παρέξει ἅπερ ἐν προσθήκης μέρει φιλοτιμεῖσθαι ὑπέσχετο. Ζητῶμεν οὖν, παρακαλῶ, τὰ πνευματικὰ προηγουμένως καὶ τὰ ἄνω φρονῶμεν, μὴ τὰ ἐπὶ τῆς γῆς, ἵνα κἀκείνων ἐπιτύχωμεν καὶ τούτων ἀπολαύσωμεν. 7.17 Ἐπειδὴ καὶ οἱ ἅγιοι οὗτοι μάρτυρες, ἐπεὶ τὰ ἄνω ἐφρόνησαν καὶ τῆς γῆς ὑπερεῖδον κἀκεῖνα ἐζήτησαν, διὰ τοῦτο κἀκείνων μετὰ δαψιλείας ἐπέτυχον καὶ τῆς ἐνταῦθα τιμῆς καθ' ἑκάστην ἡμέραν ἀπολαύουσιν, εἰ καὶ μὴ δέονται ταύτης καθάπαξ αὐτῆς ὑπεριδόντες, ἀλλ' ὅμως διὰ τὴν ὠφέλειαν τὴν ἡμετέραν προσίενται