1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

39

πρόσφατον τῆς τοῦ βαπτίσματος δωρεᾶς ἀξιωθέντες καὶ ἡμεῖς ἅπαντες οἱ πάλαι ταύτης μετασχόντες τῆς χάριτος καὶ δεχώμεθα τὴν συμβουλὴν τοῦ τῆς οἰκουμένης διδασκάλου καὶ ἐννοήσωμεν οἵους εἶναι βούλεται τοὺς ἅπαξ τῶν ἀπορρήτων μυστηρίων μετόχους γεγενημένους, πῶς ἀλλοτρίους αὐτοὺς τοῦ παρόντος βίου, οὐχ ἵνα ἔξω τοῦ κόσμου τούτου καὶ μακράν που ἀποικισθῶσιν, ἀλλ' ἵνα ἐν τῷ μέσῳ στρεφόμενοι τῶν μακρὰν ὄντων μηδὲν διαφέρωσιν ἀλλὰ φωστήρων δίκην διαλάμπωσι καὶ διὰ πραγμάτων δεικνύωσι τοῖς ἀπίστοις ὅτι εἰς ἑτέραν πολιτείαν ἑαυτοὺς μετέστησαν καὶ οὐδὲν κοινὸν ἔχουσι πρὸς τὴν γῆν καὶ τὰ ἐπὶ τῆς γῆς πράγματα. 7.24 Καὶ καθάπερ νῦν διὰ τῆς φαιδρᾶς ἐσθῆτος πᾶσι περίβλεπτοι τυγχάνετε καὶ δείκνυσιν ὑμῶν τῆς ἐν τῇ ψυχῇ καθαρότητος τὴν ὑπερβολὴν καὶ ἡ τῶν ἱματίων φαιδρότης, οὕτω καὶ τὸν ἑξῆς χρόνον καὶ ὑμᾶς τοὺς ἄρτι καταξιωθέντας τῆς δωρεᾶς καὶ πάντας τοὺς ἤδη τῆς αὐτῆς ὑμῖν ἀπολαύσαντας φιλοτιμίας, δίκαιον διὰ τῆς ἀρίστης πολιτείας πᾶσι καταδήλους γίνεσθαι καὶ φωτὸς δίκην καταυγάζειν πάντας τοὺς ὁρῶντας. Τὸ γὰρ ἔνδυμα τοῦτο τὸ πνευματικόν, εἰ βουληθείημεν αὐτοῦ τὴν φαιδρότητα διαφυλάττειν, ὅσον πρόεισιν ὁ χρόνος φαιδροτέραν τὴν λαμπηδόνα ἀφίησι καὶ πολλὴν τοῦ φωτὸς τὴν μαρμαρυγὴν, ὅπερ ἐπὶ τῶν αἰσθητῶν ἱματίων οὐδέποτε συμβῆναι δυνατόν. Κἂν γὰρ μυριάκις πολλὴν αὐτῶν ποιώμεθα τὴν ἐπιμέλειαν, καὶ ὑπὸ τοῦ χρόνου δαπανᾶται καὶ παλαιωθέντα ἀφανίζεται καὶ κείμενα ὑπὸ σητῶν ἀναλίσκεται καὶ πολλὰ ἕτερά ἐστι τὰ λυμαινόμενα τὰ ἱμάτια ταῦτα τὰ αἰσθητά. Τὸ μέντοι τῆς ἀρετῆς ἔνδυμα, ἐὰν τὰ παρ' ἑαυτῶν εἰσφέρειν σπουδάζωμεν, οὔτε ῥύπον ποτὲ δέξεται οὔτε παλαιότητος πεῖραν λήψεται, ἀλλ' ὅσῳ ἂν ὁ χρόνος παρατρέχῃ τοσούτῳ μᾶλλον φαιδρότερον καὶ ἀκμαιότερον τὸ κάλλος καὶ τοῦ φωτὸς τὴν αὐγὴν ἐπιδείκνυσιν. 7.25 Εἶδες ἱματίου δύναμιν; Εἶδες ἐνδύματος φαιδρότητα οὐ χρόνῳ εἴκουσαν, οὐχ ὑπὸ παλαιότητος ἀμαυρουμένην; Εἶδες κάλλος ἀμήχανον; Σπουδάζωμεν τοίνυν, παρακαλῶ, τοῦτο τὸ κάλλος ἀκμάζον διατηρεῖν καὶ μάθωμεν ἀκριβῶς τίνα ἐστὶ τὰ δυνάμενα τοῦ κάλλους τούτου τὴν φαιδρότητα διατηρῆσαι. Τίνα οὖν ἐστι; Πρὸ πάντων εὐχὴ ἐκτενὴς καὶ εὐχαριστία ὑπὲρ τῶν ἤδη παρασχεθέντων καὶ παράκλησις ὑπὲρ τῆς τῶν δοθέντων ἀσφαλείας. Τοῦτο γὰρ ἡ σωτηρία ἡ ἡμετέρα, τοῦτο τὸ φάρμακον τῶν ἡμετέρων ψυχῶν, τοῦτο τὸ ἰατρεῖον τῶν παθῶν τῶν ἐν τῇ ψυχῇ τικτομένων. Εὐχὴ τὸ τεῖχος τῶν πιστῶν, εὐχὴ τὸ ὅπλον ἡμῶν τὸ ἀκαταγώνιστον, εὐχὴ τὸ καθάρσιον τῆς ἡμετέρας ψυχῆς, εὐχὴ ἡ ἀπολύτρωσις τῶν ἡμετέρων ἁμαρτημάτων, εὐχὴ ἡ ὑπόθεσις τῶν μυρίων ἀγαθῶν. Εὐχὴ γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ διάλεξις πρὸς τὸν Θεὸν καὶ ὁμιλία πρὸς τὸν τῶν ὅλων δεσπότην. Τί οὖν ἂν εἴη μακαριώτερον τοῦ καταξιουμένου συνεχῶς τῆς πρὸς τὸν δεσπότην ὁμιλίας; 7.26 Καὶ ἵνα μάθῃς ὅσον ἐστὶ τοῦτο τὸ ἀγαθόν, ἐννόει μοι τοὺς περὶ τὰ παρόντα πράγματα ἐπτοημένους, τοὺς σκιᾶς οὐδὲν ἄμεινον διαφέροντας. Οἳ ἐπειδὰν ἴδωσί τινα συνεχῶς τῷ ἐπὶ τῆς γῆς βασιλεύοντι διαλεγόμενον, πῶς μέγαν τοῦτον εἶναι νομίζουσι καὶ μακαριστότατον ἀποφαίνουσι καὶ περιέπουσι ὡς θαυμαστόν τινα καὶ τῆς ἀνωτάτω τιμῆς ἠξιωμένον. Εἰ τοίνυν ὁ τοιοῦτος καίτοι γε ὁμογενεῖ διαλεγόμενος καὶ τῆς αὐτῆς αὐτῷ φύσεως κοινωνοῦντι καὶ περὶ βιωτικῶν καὶ ἐπικήρων πραγμάτων διεξιόντι οὕτω περίβλεπτος εἶναι νομίζεται, τί ἄν τις εἴποι περὶ τοῦ καταξιωθέντος τῷ Θεῷ διαλέγεσθαι οὐ περὶ τῶν ἐπὶ τῆς γῆς πραγμάτων ἀλλὰ περὶ τῆς τῶν ἁμαρτημάτων συγχωρήσεως, περὶ τῆς ἀφέσεως τῶν παραπτωμάτων, περὶ τῆς φυλακῆς τῶν ἤδη παρασχεθέντων, περὶ τῶν μελλόντων παρασχεθήσεσθαι, περὶ τῶν αἰωνίων ἀγαθῶν; Ὁ τοιοῦτος καὶ αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου μακαριώτερος ἂν γένοιτο εἰ διὰ τῆς εὐχῆς ἐπισπάσαιτο τὴν ἄνωθεν ῥοπήν. 7.27 Αὕτη πρὸ πάντων δυνήσεται τοῦ ἐνδύματος τούτου τοῦ πνευματικοῦ τὴν φαιδρότητα διηνεκῶς ἡμῖν διαφυλάττειν καὶ μετὰ ταύτης ἡ δαψιλὴς ἐλεημοσύνη, τὸ κεφάλαιον τῶν ἡμετέρων ἀγαθῶν, ἡ