1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

40

σωτηρία τῶν ἡμετέρων ψυχῶν. Αὕτη ἡ συζυγία τὰ μυρία ἡμῖν ἀγαθὰ ἄνωθεν προξενῆσαι δύναται καὶ τὴν πυρὰν τῶν ἁμαρτημάτων σβέσαι τῶν ἡμετέρων ψυχῶν καὶ πολλὴν ἡμῖν παρασχεῖν τὴν παρρησίαν. Ταύτῃ τῇ συζυγίᾳ χρησάμενος ὁ Κορνήλιος εἰς τὸν οὐρανὸν τὰς εὐχὰς ἀνέπεμπε. ∆ιὸ καὶ ἤκουσε παρὰ τοῦ ἀγγέλου· «Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.» 7.28 Εἶδες ἄνδρα ἐν χλανίδι καὶ ζώνῃ τὸν ἅπαντα βίον ἀναστρεφόμενον πόσην ἐντεῦθεν ἐκτήσατο τὴν παρρησίαν; Ἀκουέτωσαν οἱ ταῖς στρατείαις ἐγκατειλεγμένοι καὶ μανθανέτωσαν ὡς οὐδὲν κώλυμα γίνεται πρὸς ἀρετὴν τῷ νήφειν βουλομένῳ ἀλλ' ἔξεστι καὶ χλανίδα καὶ ζώνην περικειμένῳ καὶ γυναῖκα ἔχοντα καὶ παιδίων ἐπιμελούμενον καὶ οἰκετῶν φροντίζοντα καὶ ἀρχὴν ἐγκεχειρισμένον τῆς ἀρετῆς πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν. Ἰδοὺ γὰρ καὶ ὁ θαυμάσιος οὗτος καὶ χλανίδα καὶ ζώνην περικείμενος καὶ στρατιωτῶν ἄρχων, ἑκατόνταρχος γὰρ ἦν, ἐπειδὴ ἐβουλήθη καὶ ἔνηφε καὶ ἐγρηγορὼς ἦν, ὅσης ἀξιοῦται τῆς ἄνωθεν κηδεμονίας. Καὶ ἵνα μάθῃς ἀκριβῶς ὅτι ἡ ἄνωθεν χάρις τότε ἡμῖν ἐφίπταται ἐπειδὰν αὐτοὶ τὰ παρ' ἑαυτῶν πρότερον εἰσενέγκωμεν, ἄκουε τῆς ἱστορίας αὐτῆς. Ἐπειδὴ γὰρ προλαβὼν πολλὰς καὶ δαψιλεῖς τὰς ἐλεημοσύνας ἐποιήσατο καὶ μετ' ἐκτενείας ταῖς προσευχαῖς προσεκαρτέρει, κατὰ τὴν ἐνάτην ὥραν, φησί, προσευχομένῳ αὐτῷ ἐπιστὰς ἄγγελος εἶπεν· «Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσουνον ἐνώπιον τοῦ Θεοῦ.» 7.29 Μὴ ἁπλῶς παραδράμωμεν τὸ λεχθέν, ἀλλ' ἐννοήσωμεν μετὰ ἀκριβείας τοῦ ἀνδρὸς τὴν ἀρετὴν καὶ τότε καταμάθωμεν τοῦ δεσπότου τὴν φιλανθρωπίαν, πῶς οὐδένα περιορᾷ ἀλλ' ἔνθα ἂν ἴδῃ νήφουσαν ψυχὴν ἐκεῖ τὴν παρ' ἑαυτοῦ χάριν ἐπιδαψιλεύεται. Στρατιώτης ἄνθρωπος, οὐδεμιᾶς ἀπολαύων διδασκαλίας, ἐν πράγμασι βιωτικοῖς συμπεπλεγμένος, καθ' ἑκάστην ἡμέραν μυρία ἔχων τὰ περισπῶντα αὐτὸν καὶ ἀνθέλκοντα, οὐκ εἰς συμπόσια καὶ μέθην καὶ ἀδηφαγίαν τὸν ἑαυτοῦ βίον κατανήλισκεν, ἀλλ' εἰς προσευχὰς καὶ ἐλεημοσύνας καὶ τοσαύτην οἴκοθεν τὴν σπουδὴν ἐπεδείκνυτο καὶ οὕτω ταῖς εὐχαῖς προσήδρευε καὶ τὰς ἐλεημοσύνας δαψιλεῖς εἰργάζετο ὡς καὶ ὀπτασίας τοιαύτης ἄξιον ἑαυτὸν ἀποφῆναι. 7.30 Ποῦ νῦν εἰσιν οἱ τὰς πολυτελεῖς τραπέζας παρατιθέντες καὶ πολὺν τὸν ἄκρατον ἐγχεόμενοι καὶ διημερεύοντες ἐν τοῖς συμποσίοις καὶ οὔτε πρὸ τῆς ἑστιάσεως πολλάκις εὔχεσθαι αἱρούμενοι οὔτε μετὰ τὴν ἑστίασιν τὴν εὐχαριστίαν ἀναφέροντες, ἀλλὰ νομίζοντες πάντα αὐτοῖς ἐξεῖναι ἀδεῶς διαπράττεσθαι διὰ τὸ ἐν ἀρχαῖς εἶναι καὶ στρατιωτικοῖς καταλόγοις ἐναριθμεῖσθαι καὶ χλανίδα καὶ ζώνην περικεῖσθαι. Ὁράτωσαν τοῦ Κορνηλίου τούτου τὴν ἐν ταῖς εὐχαῖς προσεδρείαν, τὴν περὶ τὰς ἐλεημοσύνας δαψίλειαν, καὶ ἐγκαλυπτέσθωσαν. 7.31 Τάχα δὲ οὐκ ἐκείνοις μόνοις ἀξιόπιστος οὗτος γενήσεται διδάσκαλος, ἀλλὰ καὶ πᾶσιν ἡμῖν καὶ αὐτοῖς τοῖς τὸν τῶν μοναχῶν βίον ἐπανῃρημένοις καὶ τὴν ἐκκλησιαστικὴν λειτουργίαν ἀναδεδειγμένοις. Τίς γὰρ ἡμῶν ποτε δυνήσεται καυχήσασθαι ὅτι ἢ ἐν ταῖς εὐχαῖς τοσαύτην ἐπεδείξατο τὴν προσεδρείαν ἢ περὶ τὴν ἐλεημοσύνην οὕτω δαψιλὴς γέγονεν ὡς τοιαύτης ὀπτασίας ἄξιος γενέσθαι. ∆ιό, παρακαλῶ, εἰ καὶ μὴ πρότερον, κἂν νῦν γοῦν ἅπαντες τοῦτον ζηλώσωμεν καὶ οἱ ἐν στρατείᾳ κατειλεγμένοι καὶ οἱ τὸν ἰδιωτικὸν βίον μετιόντες καὶ τῶν τοσούτων δωρεῶν ἀξιωθέντες, καὶ μὴ ἐλάττους γενώμεθα τοῦ μετὰ χλανίδος καὶ ζώνης τοσαύτην ἐπιδειξαμένου τὴν ἀρετήν. Τότε γὰρ δυνησόμεθα καὶ τοῦ ἐνδύματος ἡμῶν τούτου τοῦ πνευματικοῦ τὸ κάλλος ἀκμάζον διατηρῆσαι εἰ τὴν συζυγίαν τούτων τῶν ἀρετῶν μετὰ ἀκριβείας ἐπιδειξαίμεθα· 7.32 Εἰ δὲ βούλεσθε, καὶ ἕτερα ταύταις προσθῶμεν τὰ συντελεῖν δυνατὰ πρὸς τὴν φυλακὴν καὶ τὴν ἀφθαρσίαν τούτου τοῦ ἐνδύματος, τὴν σωφροσύνην λέγω καὶ τὸν ἁγιασμόν· «Εἰρήνην γὰρ διώκετε, φησίν, ὁ ἀπόστολος, καὶ τὸν ἁγιασμὸν οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.» Καὶ ταύτην τοίνυν μετὰ ἀκριβείας μετερχώμεθα, καθ' ἑκάστην