1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

41

ὥραν τοὺς λογισμοὺς ἡμῶν διερευνώμενοι καὶ μὴ ἀφέντες ῥύπον τινὰ ἢ κηλῖδα τὴν ψυχὴν δέξασθαι ἐκ τῶν πονηρῶν ἐνθυμήσεων. 7.33 Ἐὰν γὰρ οὕτω διακαθαίρωμεν ἡμῶν τὴν διάνοιαν καὶ πᾶσαν σπουδὴν περὶ τὴν ταύτης ἔχωμεν ἐπιμέλειαν, εὐκολώτερον καὶ τῶν ἄλλων περιεσόμεθα παθῶν καὶ οὕτω κατὰ μικρὸν εἰς αὐτὴν τὴν κορυφὴν τῆς ἀρετῆς ἥξομεν καὶ πολλὰ ἐντεῦθεν ἤδη ἑαυτοῖς προαποθέμενοι τὰ ἐφόδια τὰ πνευματικά, δυνησόμεθα καὶ τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι τῶν τεταμιευμένων τοῖς ἀγαπῶσιν αὐτόν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

8.t ΛΟΓΟΣ Ηʹ. Τοῦ αὐτοῦ ἀποδοχὴ καὶ ἔπαινος εἰς τοὺς ἀπὸ τῆς

περιοικίδος παραγινομένους καὶ ὅτι τῶν δικαίων ἁπάντων ἐπαγγελίας αἰσθητὰς δεξαμένων καὶ ἀντὶ τῶν αἰσθητῶν τὰ νοητὰ φανταζομένων, ἡμεῖς ἀπεναντίας τῶν νοητῶν ἐπαγγελίαν δεξάμενοι περὶ τὰ αἰσθητὰ κεχήναμεν· καὶ ὅτι προσήκει καὶ ὑπὸ τὴν ἕω καὶ κατὰ τὴν ἑσπέραν ἐπὶ τὴν ἐκκλησίαν σπεύδοντας τὰς εὐχὰς ποιεῖσθαι καὶ τὰς ἐξομολογήσεις·

καὶ εἰς τοὺς νεοφωτίστους. 8.1 Ἱκανῶς ὑμᾶς εἱστίασαν ἐν ταῖς παρελθούσαις ἡμέραις οἱ καλοὶ

διδάσκαλοι καὶ συνεχοῦς ἀπελαύσατε τῆς πνευματικῆς αὐτῶν παραινέσεως, δαψιλοῦς τῆς εὐλογίας μετασχόντες ἀπὸ τῶν λειψάνων τῶν ἁγίων μαρτύρων. Φέρε δὴ σήμερον λοιπὸν ἐπειδὴ λαμπρότερον ἡμῖν τὸ θέατρον ἀπειργάσαντο οἱ ἀπὸ τῆς χώρας πρὸς ἡμᾶς συρρεύσαντες, καὶ ἡμεῖς δαψιλεστέραν αὐτοῖς τράπεζαν παραθῶμεν τὴν πνευματικὴν τὴν πολλῆς ἀγάπης γέμουσαν ἣν περὶ ἡμᾶς ἐπεδείξαντο. Ταύτην τοίνυν αὐτοῖς παρασχόντες τὴν ἀμοιβὴν καὶ ἀποδεξάμενοι τῆς περὶ ἡμᾶς διαθέσεως, πολλὴν περὶ αὐτοὺς τὴν φιλοξενίαν ἐπιδείξασθαι σπουδάσωμεν. Εἰ γὰρ αὐτοὶ τοσοῦτον ὁδοῦ μῆκος διανύσαι οὐκ ὤκνησαν ὥστε διὰ τῆς ἑαυτῶν παρουσίας πολλὴν ἡμῖν παρασχεῖν τὴν εὐφροσύνην, πολλῷ μᾶλλον ἡμᾶς δίκαιον δαψιλεστέραν αὐτοῖς σήμερον παραθεῖναι τὴν πνευματικὴν ταύτην τροφήν, ἵν' ἐφόδια λαβόντες ἱκανὰ οὕτως ἐντεῦθεν οἴκαδε ἐπανέλθωσιν. 8.2 Ἀδελφοὶ γάρ εἰσιν ἡμέτεροι καὶ μέλη τυγχάνουσι τοῦ τῆς ἐκκλησίας σώματος. Ὡς μέλη τοίνυν ἡμέτερα περιπτυξάμενοι οὕτω γνησίαν τὴν περὶ αὐτοὺς ἀγάπην ἐπιδειξώμεθα καὶ μὴ τοῦτο ἴδωμεν ὅτι ἐνηλλαγμένην ἔχουσι τὴν διάλεξιν, ἀλλὰ τῆς ψυχῆς αὐτῶν τὴν φιλοσοφίαν μετὰ ἀκριβείας κατανοήσωμεν, μηδὲ ὅτι βάρβαρον ἔχουσι τὴν γλῶτταν, ἀλλὰ τὸ ἔνδον φρόνημα καταμάθωμεν καὶ ὅτι ἅπερ ἡμεῖς ἐν λόγοις φιλοσοφοῦντες διδάσκειν σπουδάζομεν, ταῦτα οὗτοι διὰ τῶν πραγμάτων ἐπιδείκνυνται, τὸν ἀποστολικὸν νόμον διὰ τῶν ἔργων πληροῦντες τὸν κελεύοντα ἀπὸ τῆς τῶν χειρῶν ἐργασίας τὴν καθημερινὴν πορίζεσθαι τροφήν. 8.3 Ἤκουσαν γὰρ τοῦ μακαρίου Παύλου λέγοντος· «Κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί.» Καὶ πάλιν· «Ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὖται.» Καὶ ταῦτα δι' αὐτῶν τῶν ἔργων πληροῦν σπουδάζοντες λαμπροτέραν τῶν λόγων ἀφιᾶσι φωνήν, διὰ τῶν πράξεων ἀξίους ἑαυτοὺς ἀποφαίνοντες καὶ τοῦ μακαρισμοῦ τοῦ παρὰ τοῦ Χριστοῦ· «Μακάριος γάρ, φησίν, ὁ ποιήσας καὶ διδάξας.» Ὅταν γὰρ ἡ διὰ τῶν ἔργων προηγῆται διδασκαλία οὐκέτι χρεία τῆς διὰ τῶν λόγων παιδεύσεως. Καὶ ἴδοις ἂν τούτων ἕκαστον νῦν μὲν παρὰ τὸ βῆμα ἑστῶτα τὸ ἱερὸν καὶ τοὺς θείους νόμους ἀναγινώσκοντα καὶ τοὺς ὑπηκόους ἐκπαιδεύοντα, νῦν δὲ περὶ τὴν τῆς γῆς ἐπιμέλειαν πονούμενον καὶ ποτὲ μὲν ἄροτρον ἕλκοντα καὶ τὰς αὔλακας τῆς γῆς ἀνατέμνοντα καὶ τὰ σπέρματα καταβάλλοντα καὶ τοῖς κόλποις αὐτῆς