1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

2

ὑπόδειγμα ἦν εὐνομίας, τοῦτο ἦν τὸ θαυμαστόν. 1,1b καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος- πάλιν· ἄνθρωπος. 1,1b ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, 1c ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. ἓν ἕκαστον τούτων ἱκανὸν παραστῆσαι τὴν ὥραν αὐτοῦ τῆς ψυχῆς· ἀλλ' ὥσπερ τις ἐραστὴς μετὰ πολλῆς τῆς ἀκριβείας τὸ κάλλος διηγεῖται τοῦ ἐρωμένου, οὕτω καὶ ἐνταῦθα. ἄμεμπτος, φησίν· τοῦτο ὁλόκληρος ἀρετή. δίκαιος· καὶ τοῦτο. ἀληθινός· καὶ τοῦτο. θεοσεβής· καὶ τοῦτο. ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος· καὶ τοῦτο. ἀπὸ παντός, φησίν, καὶ οὐχ ἁπλῶς· τοῦ μέν, τοῦ δὲ οὔ. ποῦ εἰσιν οἱ λέγοντες, ὅτι πρὸς τὸ κακὸν ἡ φύσις ῥέπει μᾶλλον; ποῖος φόβος, ποῖα δικαστήρια, ποῖοι νόμοι τοῦτον τοιοῦτον ἐποίησαν; 4 ἐπειδὴ γὰρ ἔλεγεν· οὐκ ἔστι δίκαιος, ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται, διὰ τοῦτό φησιν· ἄμεμπτος. οὐκ εἶπεν· ἀναμάρτητος, ἀλλ' ἄμεμπτος. οὐ μόνον ἐκεῖνα οὐκ ἔπραττε τὰ ἁμαρτίαν ἔχοντα, ἀλλ' οὐδὲ τὰ μέμψιν καὶ κατάγνωσιν· καὶ ἀκούσῃ αὐτοῦ ὕστερον λέγοντος. ὅταν γὰρ τὴν ἀρετὴν αὐτοῦ διηγῆται, τούτων ἀναμιμνῄσκου τῶν ῥημάτων. καὶ γὰρ καὶ τοῦτο τῆς συνέσεως αὐτοῦ· οὐ γὰρ διηγεῖται τὴν ἀρετήν, ἀλλ' ἢ ὅτε εἰς ἀνάγκην καταστῇ, καθάπερ Παῦλος ἔλεγεν· γέγονα ἄφρων καυχώμενος, ὑμεῖς με ἠναγκάσατε. διὰ τί ἄμεμπτος, ἐπειδὴ δίκαιος. ἀληθινός· εἰσὶ γὰρ ἄνθρωποι ψευδεῖς. ἀληθινὸς οὐκ ἐν ῥήμασι μόνον, ἀλλὰ καὶ ἐν πράγμασιν, τουτέστιν ἄνθρωπος ἀληθινός. τὸν θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος. ὥσπερ γὰρ οἱ ἀνδριάντες ψευδεῖς ἄνθρωποί εἰσιν, οὕτω καὶ οὗτοι ψευδεῖς ἄνθρωποί εἰσιν. εἰ γὰρ τοῦτο πᾶς ἄνθρωπος, τὸ φοβεῖσθαι τὸν θεόν, ὁ μὴ φοβούμενος τὸν θεὸν οὐκ ἄνθρωπος, ἀλλὰ ψευδὴς ἄνθρωπος. πρὸς τὰ ἀληθινὰ πράγματα τὴν ἐπιθυμίαν εἶχεν. διὰ τοῦτο θεοσεβής, ἀληθινός φησιν. εἶτα τὴν αἰτίαν λέγει πάντων τῶν ἀγαθῶν, ὅτι τὸν θεὸν ἔσεβεν· ἀπὸ γὰρ ἐκείνων ἐπέγνω τὸν θεόν. βίος γὰρ καλὸς τὸν θεὸν ἐπιγνῶναι ποιεῖ, ὡσπεροῦν καὶ φαῦλος τοὐναντίον. ἡ γὰρ τοῦ θεοῦ γνῶσις διὰ βίου εὑρίσκεται καὶ γίνεται βίου φυλακή, ὥστε οὐδαμόθεν ἑτέρωθεν ἑλληνισμός, ἀλλ' ἢ ἀπὸ βίου ἀκαθάρτου. πᾶς γάρ, φησίν, ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. ἀπεχόμενος, φησίν, ἀπὸ παντὸς πονηροῦ πράγματος. οὐκ εἶπεν· οὐ ποιῶν, ἀλλὰ καί· μακρὰν ὢν παντὸς πράγματος πονηροῦ, καὶ οὐκ ἔχεις εἰπεῖν, ὅτι δι' ἀσθένειαν. ἵνα γὰρ μή τις λέγῃ· «δίκαιος ἦν, εἰ δὲ μήτι», φησίν, καί· «ἀληθινὸς ἦν, εἰ δὲ μήτι». 5 ἄκουε ἑτέρωθι λέγοντός τινος· ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ ὀμόσω τὸ ὄνομα κυρίου. ὁρᾷς, ὅτι τοῖς μὴ νήφουσιν ὁ πλοῦτος ψεύδους ὑπόθεσίς ἐστιν; ἀλλ' οὗτος οὐ τοιοῦτος. πλούσιος μὲν γὰρ ἦν, ἵνα μάθῃς, ὅτι καὶ ῥοπὴν πρὸς κακίαν εἶχε τὸν πλοῦτον καὶ ὅτι οὐχ ὁ πλοῦτος αἴτιος, ἀλλ' ἡ γνώμη. ὅρα αὐτὸν καὶ ἐν πενίᾳ, ἵνα μὴ νομίσῃς πάλιν, ὅτι ἡ πενία αἰτία ἀγνωμοσύνης. ὅρα αὐτὸν καὶ ἐν πλούτῳ καὶ ἐν πενίᾳ καὶ ἐν ἑκατέροις τὸν ἀθλητὴν μέγαν. θεοσεβὴς γὰρ ἦν. πόθεν δὲ τοιοῦτος ἦν, οὐ λέγει, ἀλλ' ὕστερον ἀκούσῃ αὐτοῦ λέγοντος, δῆλον δέ, ὅτι οἴκοθεν. 1,2 ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. ὅρα, πῶς πρῶτον λέγει τὴν ἀρετήν, καὶ τότε λέγει τὰ παρὰ τοῦ θεοῦ. ὅρα τὴν εὐπαιδίαν ἐξ ἑκατέρας τῆς φύσεως καὶ μεμετρημένην, ἀπὸ τοῦ ποθεινοτέρου γένους πλείων ὁ καρπός. λέγει πρῶτον, δι' ἃ χρὴ μακαρίσαι τὸν ἄνθρωπον, τὴν ἀρετὴν αὐτοῦ τὴν πολλὴν καὶ τὴν ὥραν τὴν τῆς ψυχῆς. καὶ γὰρ ἀπὸ ἀρετῆς τὸ παλαιὸν ταῦτα ἐγίνετο, ἡ εὐπαιδία, λέγω, καὶ ἡ πολυπαιδία. οὐκ ἔσται, φησίν, ἐν σοὶ ἄγονος οὐδὲ στεῖρα. ὁ δὲ Ἀβραὰμ ἄγονος ἦν διὰ τοῦτο, ἵνα μάθῃς, ὅτι οὐ ταῦτα τῆς ἀρετῆς τὰ ἔπαθλα, ἀλλ' ἕτερα. διά γε τοῦτο ταῦτα ὑπέσχετό σοι συγκαταβαίνων. 1,3a καὶ ἦν τὰ κτήνη αὐτοῦ, φησίν, πρόβατα ἑπτακισχίλια, 3b κάμηλοι τρισχίλιαι, 3c ζεύγη βοῶν πεντακόσια, 3d ὄνοι θήλειαι νομάδες πεντακόσιαι 3e καὶ ὑπηρεσία πολλὴ σφόδρα, 3f καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς. ὅρα αὐτὸν πλοῦτον ἔχοντα τὸν ἀγροικικώτερον. οὐ δανείσματα καὶ τόκους εἶπεν, οὐ χρυσίον κατορωρυγμένον, οὐδὲν περιττόν, ἀλλὰ πάντα ἀναγκαῖα. τοιοῦτος ἦν τῶν παλαιῶν ὁ πλοῦτος. εἰ δέ που καὶ χρυσίον εἶχον, ὀλίγον