1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

5

ἀναπίπτομεν νομίζοντες τὸ πᾶν τετελεκέναι. 11 1,6a καὶ ἐγένετο, φησίν, ὡς ἡ ἡμέρα αὕτη, 6b καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον αὐτοῦ, 6c καὶ ὁ διάβολος ἦλθε μετ' αὐτῶν 6d περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανόν. 1,7a καὶ εἶπεν ὁ κύριος πρὸς τὸν διάβολον· πόθεν παραγέγονας; 7b καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν· 7c περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι. ἀνοίγεται λοιπὸν τὸ θέατρον, ἐπὶ τὸ στάδιον ὁ ἀθλητὴς ἕλκεται. ἵνα γὰρ μηδείς, ἅπερ ὁ διάβολος εἶπεν, ταῦτα λέγῃ· μὴ δωρεὰν σέβεταί σε Ἰώβ, οὐχὶ τὸν διάβολον μόνον, ἀλλὰ καὶ δι' ἐκείνου τοὺς ἐκείνου ζηλωτὰς ἐπιστομίζει. «ναί, δίκαιος ἦν, ἀληθινός, θεοσεβής· ἀλλ' οὐδὲν μέγα», φησίν, «οὐδένα πειρασμὸν ὑπέστη οὐδὲ χειμῶνα οὐδὲ ναυάγιον. τοῦτόν μοι δεῖξον ἐν πενίᾳ, τοῦτόν μοι δεῖξον ἐν συμφοραῖς. εἰ δὲ εὐθηνούμενος καὶ πλουτῶν εὐσεβὴς ἦν, τί μέγα;» καὶ μὴν τοῦτο μέγα, ἄνθρωπε, καὶ οὐχ ἧττον δόκιμος ὁ μετὰ πλούτου εὐσεβῶν τοῦ μετὰ πενίας τοῦτο ποιοῦντος. ἄκουε τοῦ προφήτου λέγοντος· ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν, καὶ πάλιν· ἐν κόπῳ ἀνθρώπων οὐκ εἰσὶ καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται· διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος. ὁρᾷς, ὅτι καὶ τοῦτο πειρασμὸς οὐ μικρὸς ἦν τὸ πλουτεῖν καὶ ἐν εὐθηνίᾳ εἶναι καὶ μὴ μαστίζεσθαι; ὥστε, εἰ εὐγνωμονεῖς, ἤδη ἐν σταδίῳ ἐστὶν ὁ δίκαιος καὶ διὰ παντὸς ἐν ἀγῶνι, οὐχὶ πενόμενος, ἀλλὰ καὶ πλουτῶν. τὸ γὰρ πλουτεῖν οὐχὶ πρὸς εὐσέβειαν, ἀλλὰ πρὸς τοὐναντίον ἐπαίρει. πλὴν ἀλλὰ καὶ ἐξ ἑτέρου μέρους μάθε αὐτόν, ὅστις ἐστίν. καὶ ὁ διάβολος, φησίν, ἦλθε μετ' αὐτῶν. τί λέγεις; μετὰ τῶν ἀγγέλων ὁ προσκεκρουκώς, ὁ ἠτιμωμένος; μὴ θορυβηθῇς, ἀγαπητέ, τοῦτο διατύπωσίς ἐστι καὶ διαγραφή. ὥσπερ γὰρ ἀλλαχοῦ φησιν ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν, ὅτι ἐξῆλθε πνεῦμα πονηρόν, καὶ 12 ἔλεγεν· «τίς ἀπατήσει μοι τὸν Ἀχαάβ;» καὶ λέγει· «ἐγώ», καὶ λέγει· «πῶς;» καὶ πολὺ τὸ ἀνθρώπινόν ἐστιν, ὥστε πρόσωπον δοῦναι τῷ λόγῳ καὶ τὸν ἀφελέστερον προσαγάγεσθαι τῷ διηγήματι μᾶλλον. οὐ γάρ ἐστιν ἴσον εἰς τὸ πεῖσαι τὸ ἁπλῶς ἀποφαίνεσθαι καὶ τὸ τυπῶσαι λόγον καὶ διαγράψασθαι· οὕτω καὶ ἐνταῦθα. εἰ εἶπεν, ὅτι ἐπεβούλευσεν ὁ διάβολος τῷ Ἰὼβ τοῦ θεοῦ συγχωροῦντος, ἆρα τοσαύτην εἶχεν ἡδονὴν τὸ διήγημα; οὐδαμῶς, ἀλλ' ἡ βραχυλογία ἐνέκοψεν ἄν. νῦν δὲ τῷ τῷ ῥήματι προσθεῖναι καὶ διάλεξιν καὶ ταῦτα εἰπεῖν, ἅπερ εἶπεν ἂν ὁ διάβολος, εἰ συνεχωρήθη, πᾶσαν ἐκκόπτει τῶν ἀναισχυντούντων τὴν πρόφασιν· ἃ γὰρ λέγει τὸν διάβολον εἰρηκέναι, πρὸς τὸν θεὸν μὲν οὐκ εἶπεν, ἐνεθυμήθη δέ. οὐ γὰρ αὐτῷ μέτεστι λόγου καὶ παρρησίας τοσαύτης-ἦ γὰρ οἱ δαίμονες τὸν υἱὸν τοῦ θεοῦ ἰδόντες ἐβόων λέγοντες· τί ἡμῖν καὶ σοί; -· οὐδὲ γὰρ τῆς στάσεως μέτεστιν αὐτῷ τῆς μετὰ τῶν ἀγγέλων. ἦλθον, φησίν, οἱ ἄγγελοι, καὶ ὁ διάβολος ἦλθε μετ' αὐτῶν περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανόν. τί μανθάνομεν ἀπὸ τούτου; ὅτι καὶ δαιμόνων καὶ ἀγγέλων ἡ οἰκουμένη πεπλήρωται, καὶ ὅτι ἑκάτεροι ὑπὸ τὴν ἐξουσίαν εἰσὶ τοῦ θεοῦ, καὶ ὅτι ἄγγελοι μὲν παραγίνονται πρὸς τὸν θεὸν ἐπιτάγματα δεχόμενοι, ὁ διάβολος δὲ οὐδὲν δύναται ποιῆσαι τῶν καθ' ἡδονὴν αὐτῷ μὴ τὴν συγχώρησιν ἄνωθεν λαβών. εἰ γὰρ καὶ ἀφηνίασε καὶ ἔξω τοῦ θεραπεύειν ἐστὶ τὸν θεόν, ἀλλ' ὅμως ὁ φόβος ἔγκειται καθάπερ χαλινὸς καὶ οὐ συγχωρεῖ τῇ ἐξουσίᾳ χρήσασθαι τῇ ἑαυτοῦ. 13 ἀλλ' ὅρα, ἐκεῖνοι μὲν παραγίνονται καθάπερ οἰκέται ἀναφέροντες τὰ πραττόμενα, καθάπερ καὶ ἐν τῷ Ζαχαρίᾳ ἔστιν ἰδεῖν, οὗτος δὲ οὐδὲν ἔχει εἰπεῖν. τὸ οὖν μετ' αὐτῶν ἦλθεν οὐδὲν ἄλλο ἐμφαίνει, ἀλλ' ἢ ὅτι καὶ αὐτὸς ὑπόκειται τῷ θεῷ, ἵνα τοῖς ὕλην εἰσάγουσι μὴ δῷ ἀφορμὴν ὁ λόγος. καὶ ὁ διάβολος, φησίν,-οὗτος δὲ οὐκέτι τοῦ θεοῦ· ἐκεῖνοι μὲν γὰρ τοῦ θεοῦ, οὗτος δὲ οὐκέτι τοῦ θεοῦ-, καὶ ὁ διάβολος ἦλθε μετ' αὐτῶν, οὐχὶ παρεστάναι ἐνώπιον κυρίου καθάπερ ἐκεῖνοι, ἀλλ' ἁπλῶς ἦλθεν. ἐκεῖνοι μὲν γὰρ παρρησίαν εἶχον εἰκότως καὶ παρεστάναι ἦλθον ἐνώπιον τοῦ θεοῦ, οὗτος δὲ οὐχὶ παρεστάναι ἐνώπιον τοῦ θεοῦ. εἰ γὰρ Κάϊν ἐξεβλήθη ἀπὸ προσώπου