1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

7

πρότερον αὐτὸν ποιεῖ ὁμολογῆσαι, ὅτι πᾶσαν ἐπεσκέψατο τὴν ἀνθρωπίνην φύσιν, καὶ τότε τὴν πεῦσιν ἐπάγει. πόθεν παραγέγονας; καὶ οὐκ εἶπεν αὐτῷ ἁπλῶς· περιελθὼν τὴν γῆν, ἀλλὰ καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανόν, ἵνα καὶ τὴν ἔρημον αἰνίξηται καὶ τὴν οἰκουμένην πᾶσαν καὶ εἴ τι ὑπόκειται τῷ οὐρανῷ. καὶ γὰρ μάλιστα ταῖς ἐρήμοις ἐμφιλοχωρεῖ, καθάπερ καὶ ὁ Χριστὸς εἶπεν· διέρχεται δι' ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν. καὶ τοῦτο τῆς τοῦ θεοῦ προνοίας ἔργον τὸ τὸ πλέον ἐκεῖ τῶν δαιμόνων ἀποικίζειν. 16 1,8a καὶ εἶπεν αὐτῷ ὁ κύριος· 8b προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰώβ, 8c ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ ἄνθρωπος τῶν ἐπὶ τῆς γῆς, 8d ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, 8e ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Ὅρα, πῶς ὁ ἀθλητὴς ἀνακηρύττεται τοῦτο δεύτερον παρὰ τῆς ἀδεκάστου ψήφου. σὺ δέ μοι κατανόει τοῦ διαβόλου τὴν ἄνοιαν καὶ τὴν κακίαν. θεὸς μαρτυρεῖ, ὅτι ἄμεμπτος, καὶ σὺ προσδοκᾷς περιέσεσθαι τῆς μαρτυρίας; οὐκ ἂν εἶπεν· ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, εἰ μὴ προῄδει, ὅτι καὶ τῶν πειρασμῶν συμπεσουμένων ἀχείρωτος ἔμελλεν ἔσεσθαι. ὅρα, πῶς ποιεῖ τῶν παλαισμάτων τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν παρὰ τοῦ ἀντιδίκου λαβεῖν τὴν αἰτίαν. καὶ καθάπερ τις ἀθλητὴν ἔχων γενναῖον βούλεται μὲν συμπλακῆναι αὐτὸν τοῖς ἐναντίοις, οὐ βούλεται δὲ αὐτὸς παρασχεῖν τὴν ἀφορμήν, ἵνα μὴ δόξῃ φιλότιμός τις εἶναι, ἀλλ' αὐτοὺς ἐκείνους ἐπὶ τοῦτο ἐλθεῖν καὶ προκαλέσασθαι, ἵνα καὶ τὰ τῆς νίκης λαμπρὰ γένηται καὶ τὰ τῆς ἥττης ἐκείνοις αἰσχίω, οὕτω καὶ ὁ θεὸς ποιεῖ. προσέσχες, φησίν, τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰώβ; τίνι γὰρ ἄλλῳ μάλιστα προσέχει ὁ διάβολος; πρὸς τίνα ἔχει τὴν βασκανίαν; κατὰ τοῦ θεράποντός μου, φησίν, Ἰώβ. ἀρκεῖ τοῦτο εἰς ἀρετῆς λόγον. ἄκουε αὐτοῦ καὶ ἀλλαχοῦ λέγοντος· Μωσῆς ὁ θεράπων μου τετελεύτηκεν, καὶ πάλιν ἀλλαχοῦ· τοῦ δούλου σου, φησίν, Ἰσαὰκ μνήσθητι. τοῦτο γὰρ αὐτὸν παρέκνισεν εὐθέως, ὅτι θεράπων αὐτοῦ καλεῖται. μονονουχὶ ὀνειδίζοντός ἐστι καὶ βουλομένου πρὸς τὸ ἐναντίον αὐτὸν μετάγειν· «καὶ σὺ θεράπων ἦς πρὸ τούτου, καὶ σὺ ἀσώματος, ἀλλ' οὗτος σῶμα ἔχει, οὗτος ἐπὶ τῆς γῆς, σὺ δὲ ἐν οὐρανῷ.» τοῦτό ἐστιν, ὃ λέγει ὁ Παῦλος· ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά. 17 προσέσχες, ὡς οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐπὶ τῆς γῆς; ἐντεῦθεν μανθάνομεν, ὅτι τοῦτο μάλιστα εἰς βασκανίαν αὐτὸν ἤγαγε τὸ μηδένα εὑρεῖν ὅμοιον αὐτῷ. τί δάκνῃ; τί παροξύνῃ; πρὸς ἄνθρωπον ἡ σύγκρισις αὐτῷ. οὐδὲν οὐδέπω περὶ τούτου εἶπεν, ὡς οὐκ ἔστιν ὅμοιος αὐτῷ, φησίν, ἐπὶ τῆς γῆς. τί ὅμοιος; κατὰ τί λέγεις; κατὰ τὸν πλοῦτον; κατὰ τὴν εὐγένειαν; κατά τι τῶν σωματικῶν πλεονεκτημάτων; οὐδαμῶς, ἀλλὰ κατὰ τὴν ἀρετὴν τῆς ψυχῆς. ἐπειδὴ γὰρ πολλάκις τὸ ὅμοιον ἐδήλου κατά τι τοιοῦτον, ἐπάγει· ἄνθρωπος, φησίν, δίκαιος, ἀληθινός, θεοσεβής. ἄνθρωπος δίκαιος· σὺ δὲ οὐκ ἄνθρωπος ὢν οὐκ ἔμεινας ἐπὶ τῆς ἀρετῆς. μηδεὶς λεγέτω· ἄνθρωπος ἦν ὁ δεῖνα. ἰδού, καὶ οὗτος ἄνθρωπος ἦν. ὁρᾷς τῆς φύσεως τὴν εὐτέλειαν; ἄνθρωπος ἦν καὶ ἠδυνήθη διατηρῆσαι τὴν ἀρετήν. ἐν πηλίνῳ σκηνώματι τοσαύτην εὐσέβειαν ἐπεδείξατο. ἀδέκαστος ἡ κρίσις, μάλιστα μὲν οὖν καὶ προηγουμένως, ἐπειδὴ παρὰ τοῦ θεοῦ λέγεται, ἔπειτα δέ, ὅτι καὶ τοῦ ἐχθροῦ παρόντος καὶ τοῦ μώμου ἀκούοντος. 1,9a ἀπεκρίθη δέ, φησίν, ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου· 9b μὴ δωρεὰν σέβεται ˉ̓Ιὼβ τὸν θεόν; τοῦτο πονηρῶν ἀνθρώπων ἐστὶν ἐγκωμίων λεγομένων μὴ ζηλοῦν τὰ λεγόμενα, ἀλλ' ἐπιχειρεῖν καὶ σπουδάζειν αὐτὰ καθαιρεῖν. εἴ τινες ταῖς ἑτέρων εὐδοκιμήσεσι τήκονται, ἀκουέτωσαν, τίνος εἰσὶ μαθηταί. ἀπεκρίθη δέ, φησίν, ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου. ὢ τῆς ἀναισχυντίας· ἐτόλμησεν ἀντιψηφίσασθαι τῷ θεῷ. τοῦτο δὲ οὐχὶ ὁ δαίμων ἐκεῖνος ποιεῖ μόνος, ἀλλὰ καὶ ἄνθρωποι πονηροί. ἢ οὐχὶ τοιοῦτος ἐκεῖνος ἦν ὁ ἐν τῷ εὐαγγελίῳ λέγων· ᾔδειν, ὅτι σκληρὸς εἶ ἄνθρωπος θερίζων, ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων, ὅθεν οὐ διεσκόρπισας; καὶ πάλιν ἕτεροι ἔλεγον· πᾶς ποιῶν πονηρὸν καλὸν ἐνώπιον κυρίου. μὴ δωρεὰν σέβεται, φησίν, Ἰὼβ τὸν κύριον; ἐπειδὴ τῶν εἰρημέ18 νων ἐπιλαβέσθαι