1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

8

οὐκ ἔσχεν, τὴν γνώμην διαβάλλει· τῶν φανερῶν οὐκ ἐπιλαμβάνεται, ἀλλὰ τῶν ἀφανῶν. καὶ μὴν ἐξῆν εἰπεῖν· «πόθεν τοῦτο, ὦ μιαρέ, ὅτι διὰ τοῦτο σέβεται τὸν θεόν, διὰ τὸν πλοῦτον καὶ τὰ χρήματα;» ἀλλὰ ἐκ περιουσίας αὐτῷ βούλεται γενέσθαι τὴν νίκην καὶ οὐκ ἀμφισβητήσιμον, καὶ τοῖς ὅροις ἐμμένει τοῖς τοῦ θεοῦ. εἶπες γάρ· οὐ δωρεὰν σέβεται τὸν θεόν, καὶ τὴν αἰτίαν τέθεικας καὶ τοὺς λογισμούς, τὰ χρήματα. οὐκοῦν, ὅταν ἀναιρεθῇ τὰ χρήματα καὶ μείνῃ θεοσεβῶν, αὐτὸς σὺ ὁμολογήσεις, ὅτι δωρεὰν αὐτὸν σέβεται; πανταχοῦ γὰρ τὰς κρίσεις παρὰ τῶν ἐχθρῶν βούλεται φέρεσθαι ὁ θεός, ὥστε μηδένα αὐτοῖς καταλιπεῖν λόγον. καθάπερ ἐκεῖ ἔλεγεν· πονηρὲ δοῦλε, ἀπὸ τοῦ στόματός σου κρινῶ σε-καὶ πάλιν ἐπὶ τῶν Ἰουδαίων· δὸς ἡμῖν, φησίν, κουστωδίαν, μήποτε ἔλθωσιν οἱ μαθηταὶ αὐτοῦ καὶ κλέψωσιν αὐτόν· οὐκοῦν, ἐὰν λάβητε κουστωδίαν, οὐκ ἔξεστι λέγειν ὑμῖν, ὅτι ἔκλεψαν αὐτόν· οὕτως ἑαυτὴν ἡ πλάνη πανταχοῦ περιπείρει-, οὕτω καὶ ἐνταῦθα· «ἐὰν λάβῃς τὰ χρήματα, οὐκ ἔξεστί σοι λέγειν, ὅτι μὴ δωρεὰν αὐτὸν σέβεται;» τί πρὸς τοὺς παρόντας νῦν οὐδὲ μετὰ μισθοῦ σεβομένους τὸν θεόν; εἰ τὸ διὰ χρήματα αὐτὸν σέβειν οὐκ ἐπαινετόν, τὸ δὲ καὶ μετὰ χρημάτων αὐτοῦ καταφρονεῖν ποῦ κείσεται; αἰσχυνέσθωσαν Ἰουδαῖοι οὐδὲ μετὰ χρημάτων τοῦτο ποιοῦντες. οὐχὶ μισθωτὸς ὁ ἄνθρωπος ἦν. τὸν θεὸν σέβει, ἐπειδὴ αὐτὸ τοῦτο καλὸν ᾔδει ὄν, νῦν δὲ οἱ πολλοὶ οὐδὲ μετὰ χρημάτων. σὺ δέ, ὦ μιαρὲ καὶ παμπόνηρε, τίνος ἕνεκεν οὐ σέβεις τὸν θεόν; 1,10a οὐ σὺ περιέφραξας, φησίν, αὐτοῦ τὰ ἔξω, καὶ τὰ ἔσωθεν τῆς οἰκίας αὐτοῦ 10b καὶ τὰ ἔξωθεν πάντων τῶν ὄντων αὐτῷ κυκλόθεν; «σὺ περιέφραξας τὰ ἔξω καὶ τὰ ἔσωθεν τῆς οἰκίας αὐτοῦ τειχί19 σας αὐτόν.» εἶδες καὶ τοῦ διαβόλου τὴν γνῶσιν ἠκριβωμένην, ὅτι παρὰ θεοῦ πᾶσα ἡ ἀσφάλεια; 1,10c τὰ δὲ ἔργα τῶν χειρῶν αὐτοῦ, φησίν, εὐλόγησας 10d καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς. ὁρᾷς τὸν πλοῦτον παρὰ τοῦ θεοῦ δεδομένον; ὁρᾷς, ὅτι οὐκ ἐξ ἀδικίας; πόσα ἔδει καμεῖν τὸν Ἰὼβ ὥστε πεῖσαι τοὺς ἀνθρώπους, ὅτι οὐκ ἐξ ἀδικίας ἦν ὁ πλοῦτος. ἰδού, ὁ διάβολος αὐτῷ τοῦτο ἐμαρτύρησε καὶ οὐκ οἶδε καὶ ἐν τούτῳ αὐτὸν ἐπαινῶν, ὅτι οὐκ ἀπὸ καπηλείας οὐδὲ καταδυναστεύων ἑτέρους τοῦτον ἔσχεν, ἀλλ' ἀπὸ τῆς εὐλογίας τοῦ θεοῦ τοῦτον εἶχε καὶ τῆς ἀσφαλείας ἀπήλαυε τῆς ἄνωθεν. οὐκ ἂν δὲ ἀπήλαυσεν, εἰ μὴ ἐνάρετος ἦν, ὥστε καὶ ἐν τούτῳ λανθανόντως αὐτὸν ἐπῄνεσε καὶ ἐστεφάνωσεν. καλῶς εἶπεν· τὰ ἔσωθεν τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξωθεν πάντων τῶν ὄντων αὐτῷ κυκλόθεν. οὐκ ἔξωθεν πειρασμός, οὐκ ἔνδοθεν ταραχὴ ἦν, εἰρήνης ἀπήλαυε βαθείας· τὰ τέκνα ἐν ὁμονοίᾳ, ἐν εὐτοκίᾳ τὰ θρέμματα. οὐ πόλεμός τις ἐπῄει, οὐχ ἡ οἰκία μάχην εἶχεν, οὐκ ἐμφύλιος, οὐκ ἐξωτικὸς αὐτὸν ἐλυμήνατο πόλεμος. καὶ καλῶς εἶπε πρῶτον· τὰ ἔσωθεν τῆς οἰκίας αὐτοῦ· οὗτος γὰρ χαλεπώτερος, ὁ ἔνδον πόλεμος. ἡ οἰκία αὐτῷ εἰρηνεύετο πᾶσα, καὶ ἔσωθεν καὶ ἔξωθεν. ἄρα τοῦ θεοῦ χρεία πανταχοῦ, ὥστε καὶ ἔνδοθεν καὶ ἔξωθεν εἶναι ἐν εἰρήνῃ. οὐ παραιτεῖται οὐδὲ ἐπαισχύνεται ὁ θεὸς καὶ ταύτην τὴν φυλακὴν καὶ τοῖς ποιμνίοις ἐφεστάναι τοῖς σοῖς καὶ βουκόλια διασῴζειν, μόνον αὐτὸν ἂν φιλῇς σύ. καὶ ὅρα τὸ ἀσφαλὲς τῆς φυλακῆς· περιέφραξας κύκλῳ πάντοθεν, φησίν, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ ηὐλόγησας. ὁρᾷς, ὅτι οὐ κατὰ φύσιν ἦν τὰ βουκόλια πολλὰ καὶ τὰ θρέμματα; 1,11a ἀλλ' ἀπόστειλον, φησίν, τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει. οὐκ εἶπεν· «δός μοι ἐξουσίαν», ἀλλ' ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει. 20 1,11b ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. ἐβούλετο μὲν καὶ ἐπεθύμει αὐτὸς λαβεῖν τὴν ἐξουσίαν, οὐκ ἐτόλμησε δ' εἰπεῖν, ἀλλὰ σύ, φησίν, ἀπόστειλον τὴν χεῖρά σου. εἶτα, ἵνα μὴ λέγῃ, ὅτι «σὺ πεφεισμένως αὐτὸν ἔπληξας ὡς οἰκεῖον θεράποντα», οὐκ ἐποίησεν, ὅπερ ᾔτησεν ὁ διάβολος, καίτοι ἐνῆν καὶ τοῦτο ποιήσαντα δικαιολογήσασθαι, ὅτι «ὅπερ ἠθέλησας, ἐποίησα· σὺ εἶπας, ἵνα ἐγὼ ἅψωμαι». ἀλλ' ὅμως πλέον τι ποιεῖ. 1,12a καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· 12b ἰδού, πάντα ὅσα ἔστιν αὐτῷ, ἐν χειρί σου δέδωκα, 12c ἀλλ' αὐτοῦ μὴ ἅψῃ. «οὕτω θαρρῶ τῷ ἀθλητῇ τῷ ἐμῷ· σὺ εἶπες· ἀπόστειλον τὴν χεῖρά σου,