1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

17

ἕνεκεν ἐπὶ κοπρίας ἐκάθητο; ὥστε τὰ καταπίπτοντα συγκαλύψαι τῇ θημωνίᾳ. τίνος δὲ ἕνεκεν αἴθριος; ὥστε εἶναί τινα παραμυθίαν αὐτῷ· εἰ γὰρ ἐν οἰκίσκῳ κατέκλεισεν ἑαυτόν, καὶ αὐτὸν τὸν ἀέρα τοῦ οἴκου βραχὺν ὄντα διέφθειρε καὶ ἀπέπνιξεν ἂν ἑαυτὸν τῇ δυσωδίᾳ. βέλτιον οὖν ἐνόμισεν εἶναι τὴν ἀπὸ τῆς αἰθρίας ταλαιπωρίαν φέρειν ἢ στέγῃ καλυπτόμενος τὰς ταλαιπωρίας ὑπομένειν τὰς ἀπὸ τοῦ διαφθειρομένου ἀέρος. ἄλλως δὲ ἐμοὶ δοκεῖ, ὅτι οὐδὲν ἔπασχεν ἀνθρώπινον, οἷον ἂν εἰ τις ἔγνω θεοῦ παιδείαν τὸ πρᾶγμα οὖσαν· οὐκ ἐπῃσχύνετο οὐδὲ ἠρυθρία, ἀλλὰ πᾶσιν ἑαυτὸν ἐξεπόμπευεν. 2,9a χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπε τῷ ˉ̓Ιὼβ ἡ γυνὴ αὐτοῦ· 9b μέχρι τίνος καρτερήσεις λέγων· 9aα ἰδοὺ 41 ἀναμένω χρόνον ἔτι μικρὸν 9aβ προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; τὸ πάντων μηχανημάτων τῶν προλαβόντων ἰσχυρότερον ὕστερον ὁ διάβολος προσάγει. εἴθε καὶ ταύτην ἔλαβες, εἴθε μετὰ τῶν παίδων κατέχωσας. τινὲς δέ φασιν οὐδὲ τῆς γυναικὸς εἶναι τὰ ῥήματα, ἀλλ' αὐτὸν εἰς αὐτὴν τυπωθέντα ταυτὶ φθέγγεσθαι. οὐδὲ γὰρ ἦν τὴν γυναῖκα τοῦ Ἰὼβ τοιαύτην εἶναι, πλὴν εἴ τις λέγοι τῇ συμφορᾷ περιτραπεῖσαν τοιαύτην αὐτὴν γεγενῆσθαι. χρόνου δέ, φησίν, πολλοῦ προβεβηκότος. ὅρα, πῶς καταρρητορεύει πολλὰ ἔχουσα πιθανὰ πρὸς τὸ πεῖσαι τὸν χρόνον μετὰ τῶν ἄλλων ἁπάντων. οὐ γὰρ μία καὶ δύο καὶ τρεῖς ἡμέραι, ἀλλὰ πολλοὶ διῆλθον μῆνες. μέχρι τίνος, φησίν, καρτερήσεις λέγων. ἃ παρὰ τῶν ἄλλων αὐτὸν ἀκούειν ἐχρῆν, ταῦτα αὐτὴ αὐτῷ παραινοῦσα οὐκ ἐπαύετο. ἀπὸ γὰρ τούτων τῶν ῥημάτων εἰκὸς οὐ ταύτην πρώτην γεγενῆσθαι τὴν συμβουλήν, ἀλλὰ πολλάκις πολλὰ τούτων ἀκοῦσαι χαλεπώτερα παρὰ τῆς γυναικός. ὅρα διαβολικὴν ἀπάτην· ἐνενόησε τὴν Εὕαν· «τοῦτο», φησίν, «τὸν πρῶτον κατήνεγκεν ἄνθρωπον, τοῦτο καὶ τούτου περιγενέσθαι δυνήσεται.» ἀλλ', ὦ ἄθλιε καὶ ἀνόητε, ἐκεῖνον ἥττονα γαστρὸς εὑροῦσα τὸν ἰὸν ἐνέσπειρε τὸν ἑαυτῆς· τοῦτον δὲ ὁρᾷς φιλοσοφοῦντα καὶ αὐτῆς περιγενόμενον τῆς φύσεως. οὐκ ἐπέκαμψεν αὐτὸν χρημάτων ἀπώλεια οὐδὲ παίδων θάνατος ἄωρος οὐδὲ βάσανος σώματος ἀπαραμύθητος οὐδὲ χρόνου μῆκος τοσοῦτον. καὶ τὸν ὑπὸ πραγμάτων οὐχ ἁλόντα, τοῦτον ὑπὸ λόγων προσδοκᾷς χειρώσασθαι; «ναί», φησίν, «πολλοὶ γὰρ πολλάκις πρὸς μὲν πραγμάτων ἔστησαν πεῖραν, ὑπὸ δὲ τῶν λόγων ἡττήθησαν, καὶ μάλιστα ὅταν παρὰ γυναικὸς ᾖ τὰ λεγόμενα.» οὐκ ἔστιν εἰπεῖν, ὅτι φθονοῦσα καὶ βασκαίνουσα ταῦτα λέγει· 42 γυνὴ γάρ ἐστιν. ἀπ' αὐτῶν σοι διαλέγεται τῶν πραγμάτων. ἀνύποπτος ἡ συμβουλή, βοηθός ἐστιν, εἰς τοῦτο ἐδόθη τῷ ἀνδρί. «ναί, ἀλλὰ καὶ ἡ προτέρα τοιαύτη ἦν. γυναικὶ δὲ διδάσκειν, φησίν, οὐκ ἐπιτρέπω οὐδὲ αὐθεντεῖν τοῦ ἀνδρός.» τοῦτο οὐκ εἴασε γενέσθαι ὁ Ἰώβ. καὶ ὅρα τὸ κακοῦργον· ὅτε πολὺς διῆλθε χρόνος, τότε ἐπιτίθεται· τότε γὰρ μάλιστα τὰ τῆς ἐλπίδος ἐλέγχεται, τότε μάλιστα τὰ τῆς δυνάμεως ἐξασθενεῖ. διπλᾶ τὰ τῆς ἀσθενείας ἦν τῷ τε τὸν φέροντα ἀσθενέστερον γενέσθαι τῷ μήκει τοῦ χρόνου καὶ τῷ τὴν ἐλπίδα ἀπογνωσθῆναι μᾶλλον. ὁρᾷς, ὅτι πρὸ τούτου οὐδὲ παρρησίαν εἶχε τοσαύτην; οὕτως αὐτὴν ἐπαίδευσεν ὁ Ἰώβ. τὸ πρόσωπον συμπαθούσης ἦν, τὰ ῥήματα ὠμὰ καὶ ἀπάνθρωπα, ἡ προαίρεσις καὶ ἡ διάθεσις συναλγούσης, ἀλλ' ἡ συμβουλὴ κατὰ κρημνῶν ἐνεγκεῖν βουλομένης. μὴ τοῦτο ἴδωμεν, ποίῳ ταῦτα λέγει σκοπῷ, ἀλλὰ τί κατασκευάσαι βούλεται. οὐδὲ γὰρ εἴ τις ξίφος μοι καὶ δηλητήριον ἐπεδίδου φάρμακον, τὴν προαίρεσιν ἂν ἐξήτασα φανερᾶς οὔσης τῆς βλάβης. μὴ τοῦτο τοίνυν ἴδωμεν, ὅτι γυνή, ἀλλὰ τί συμβουλεύει.-τοῦτο καὶ τοῖς νῦν ἀνθρώποις παραινῶ, μὴ πρὸς τὸ τῶν ἀνθρώπων ἀξίωμα βλέπειν, ἀλλὰ πρὸς τὸν τρόπον τῆς συμβουλῆς.- γυνή ἐστιν, ἵνα βοηθῇ, οὐχ ἵνα ὑποσκελίζῃ. μέχρι τίνος καρτερήσεις, φησίν, λέγων; τί τὸν ἀθλητὴν ἐκλύεις; τί καταστέλλεις τὰς χεῖρας δέον εἰπεῖν κατὰ τὸν ἀπόστολον· ἔτι μικρόν; ταῦτα ἔλεγεν ὁ Ἰὼβ ἴσως πρὸς ἐγκαλοῦντας ἀπολογούμενος ὑπὲρ τοῦ θεοῦ καὶ εἰδὼς τὰς βασάνους τέλος ἐχούσας. καὶ προσεδόκα μεταβολήν, ὃ πολλῆς πίστεως ἦν καὶ γενναίας ἐλπίδος· ᾔδει τοῦ θεοῦ τὸ φιλάνθρωπον. ἀλλὰ ταύτην