1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

24

χαλεπώτερος ἦν· οὐδὲν γαληνὸν εἶχε κατὰ διάνοιαν. «τὸ δὲ αἴτιον», φησίν, «ἀπὸ τοῦ τὴν ὀργὴν ἐλθεῖν τοῦ θεοῦ.» ὅρα, πῶς τῶν σωματικῶν δεινῶν τὰ κατὰ ψυχὴν πλέον πενθεῖ ὡς ἐκείνης μᾶλλον τηκομένης καὶ τεθορυβημένης καὶ δεινὰ πασ58 χούσης. οὕτω καὶ ἡμᾶς διακεῖσθαι καλόν, πρόσκαιρα πάντα νομίζειν καὶ τὰ καλὰ καὶ τὰ μὴ τοιαῦτα. οὕτως οὐδὲ ἐκείνων αἰσθησόμεθα τῆς δεινότητος οὐδὲ ὑπὸ τούτων ἐπαρθῆναι δυνησόμεθα, ἀλλὰ διὰ παντὸς ἐν ταῖς ἀνωμαλίαις ταύταις γαλήνης ἀπολαύσομεν καὶ εἰρήνης. καὶ τὸ δὴ θαυμαστόν, ὅτι μετὰ βίου καθαροῦ καὶ ζωῆς ἀλήπτου τὰ ἐναντία προσεδόκα καὶ οὐ προσεδόκα μόνον, ἀλλ' ἐφοβεῖτο ἐννοῶν τὰ πρότερα οἷον τὰ κατὰ τὸν Ἀβραάμ. ἡμεῖς δὲ καθ' ἑκάστην ἡμέραν πονηρίᾳ συζῶντες οὐδὲν ὑποπτεύσωμεν ἐναντίον; ὅρα, πῶς καὶ πρὸ τῆς πείρας ἐφιλοσόφει. ὁ γὰρ προσδοκῶν μεταβολὴν μετὰ βίου καλοῦ οὐχ ὡς μισθωτὸς ἦν, ὥστε πολλὴν αὐτοῦ τὴν ἀρετὴν δείκνυσιν ἡμῖν τὸ λέγειν· φόβος ὃν ηὐλαβούμην ἦλθέ μοι.

4,1 ΥΠΟΛΑΒΩΝ ∆Ε ΕΛΙΦΑΖ Ο ΘΑΙΜΑΝΙΤΗΣ ΛΕΓΕΙ· 4,2a Μὴ πολλάκις σοι

λελάληται ἐν κόπῳ· 2b ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; καλῶς προλαβὼν εἶπε τὰ κατειληφότα αὐτὸν πάντα κακὰ καὶ τὴν προσθήκην τῶν δεινῶν, ἐπειδὴ ἐβούλοντο αὐτῷ ἐπεμβαίνειν καὶ ἐνάλλεσθαι κειμένῳ. οὐ γάρ ἐστι πάντων εἰδέναι ἐν ταῖς τοιαύταις ἁρμόζεσθαι συμφοραῖς, ἀλλὰ πολλοὶ πολλάκις τὸ τραῦμα χαλεπώτερον ἐποίησαν, οἱ μὲν ἀπὸ βασκανίας, οἱ δὲ ἀπὸ ἀφροσύνης. οὐ γὰρ δὴ τῶν ἰατρῶν τῶν τεμνόντων τὰ τραύματα ἐλάττονος δεῖται τέχνης ὁ τὸν παρακλητικὸν ἀναδεδεγμένος λόγον. καλῶς οὖν ἰατροὶ κακῶν ἐκλήθησαν ἐπιτρίβοντες τὸ τραῦμα· πάσχουσι δὲ αὐτὸ ἀπὸ βασκανίας. πόσης δὲ πονηρίας ἂν εἴη ἐν τοσούτῳ βασκαίνειν χειμῶνι καὶ κειμένῳ φθονεῖν, καὶ τὸν ἄξιον ἐλεεῖσθαι, τοῦτον μυρίοις περιβάλλειν δεινοῖς. ὅρα γάρ, πῶς οὐ μόνον παραμυθίας ἀπέχει τὰ ῥήματα τὰ παρ' αὐτῶν, ἀλλὰ καὶ πολλὴν τὴν 59 ἀθυμίαν ἐντίθησι καὶ κατηγορίας μακροὺς ἀποτείνει λόγους. διὸ καί τίς φησιν· ψυχὴν παρωργισμένην μὴ προσταράξῃς. ἀλλ' ἴδωμεν, τί φησιν, καὶ φύγωμεν τὴν μίμησιν. τί οὖν λέγει μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; "κόπον" οἶδεν ἡ γραφὴ τὴν ἁμαρτίαν λέγειν, ὡς ὅταν λέγῃ· ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος. οὐκ εἶπεν· «μὴ ἔπραξάς τι πονηρόν», ἀλλά· μὴ λελάληταί σοι. ἐπειδὴ γὰρ ἔλαμπεν ὁ βίος αὐτοῦ πανταχοῦ καὶ πολλὰ τῆς ἀρετῆς ὑπομνήματα πανταχοῦ τῆς γῆς εἶχεν, «μὴ τοῦτο», φησίν, «εἴπῃς, ὅτι αἱ πράξεις σου καλαὶ καὶ ἀγαθαί· συμβαίνει γὰρ ἐν τοῖς ῥήμασι γεγενῆσθαι τὴν ἁμαρτίαν.» ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; καὶ ὅρα, τὸ μὴ πολλάκις σοι λελάληται οὐχὶ φειδομένου ἐστὶν ἀμφισβήτησις καὶ ἀμφιβολία, ἀλλὰ μὴ ἔχοντος ἐλέγξαι σαφῶς. ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; τί γὰρ εἶπεν; ηὔξατο ἀποθανεῖν καὶ ἀπαλλαγῆναι τῆς παρούσης ζωῆς. μὴ γὰρ εἶπεν, ὅτι «δίκαιος ὢν καὶ μεγάλα κατωρθωκὼς τοιαῦτα πάσχω»; ἀλλ' «ἐβουλόμην», φησίν, «μετὰ τῶν ἀσεβῶν, μετὰ τῶν οἰκετῶν, μετὰ τῶν ἐκτρωμάτων ἀπελθεῖν, τῶν αὐτῶν τυχεῖν ὧν καὶ οἱ ἀσεβεῖς.» οὐκ εἶπεν· «ἐγὼ ὁ τοιοῦτος καὶ τοσοῦτος.» 4,3a εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς 3b καὶ χεῖρας ἀσθενούντων παρεκάλεσας, 4,4a ἀσθενοῦντας δὲ ἐξανέστησας ῥήμασιν, 4b γόνασι δὲ ἀδυνατοῦσι περιέθηκας θάρσος. ὅρα, τέως τὴν ἐν τοῖς ῥήμασιν αὐτοῦ λέγει βοήθειαν καὶ συμμαχίαν δεικνύς, ὅτι οὐδὲ τοῦτο μικρόν. εἰ γὰρ εἶπεν· «εἰ σὺ παρεκάλεσας χρήμασιν, πῶς σαυτὸν οὐ δύνασαι παρακαλέσαι;», ἐνῆν εἰπεῖν τὴν πενίαν. «εἰ δὲ λόγοις πολλοὺς παρεκάλεσας», φησίν, 60 «καὶ ἑτέρους ὄντας ἐν συμφοραῖς ἀνέστησας, πῶς ἐπὶ σοῦ τὸ φάρμακον γέγονεν ἀσθενές; ὁ τὰς ἑτέρων λύων ἀνάγκας διὰ τῆς ἐν τοῖς λόγοις παραινέσεως καὶ συμβουλῆς, πῶς οὐκ ἀποκέχρησαι τῇ μεθόδῳ τῆς θεραπείας ἐπὶ τῶν οἰκείων κακῶν;» 4,5a νυνὶ δέ, φησίν, ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, 5b σὺ δὲ ἐσπούδασας. τί ἐστιν ἐσπούδακας; ταράττῃ, θορυβῇ, ἰλιγγιᾷς, σπεύδεις ἀποθέσθαι, οὐκ ἔχεις σαυτόν. 4,6a πότερον οὐχὶ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ 6b καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου; ὄντως