1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

28

αὐτοῖς καὶ ἐτελεύτησαν, 21b καὶ παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν ἀπώλοντο. οὐδὲν γὰρ ἰσχυρότερον τοῦ σοφοῦ. τοῦτο αὐτοὺς εὐχειρώτους ἐποίησε καὶ τῷ θεῷ· μάλιστα μὲν οὖν καὶ ἀπὸ τῆς φύσεως αὐτῆς εἰσιν εὐάλωτοι, ἔπειτα δὲ καὶ ἀπὸ τῆς κακίας καὶ τῆς ἀσεβείας.

5,1a ἐπικάλεσαι δέ, εἴ τίς σου ὑπακούσεται, 1b εἴ τινα ἁγίων ἀγγέλων ὄψει.

καὶ ἀπὸ τούτου τὴν ὑπεροχὴν δείκνυσιν. ἐπειδὴ γὰρ εἰκὸς ἦν ἀπὸ οἰκείων λογισμῶν ἐξετάζειν τὰ καθ' ἑαυτὸν τὸν Ἰώβ, ὅρα, τί φησιν· «μή μοι τοῦτο εἴπῃς. μέγας ἐστὶν ὁ θεός, πολλὰ ποιεῖ, ὧν οὐκ ἴσμεν· πολὺ τὸ ταπεινὸν τὸ ἡμέτερον, ἀπῳκίσμεθά που πόρρω. καὶ τί λέγω περὶ αὐτοῦ, ὅπου γε καὶ περὶ τῶν παίδων αὐτοῦ τὸ αὐτό ἐστιν εἰπεῖν; ὥστε, ὅπερ ἂν ποιήσῃ, καλῶς ποιεῖ.» 5,2a καὶ γὰρ ἄφρονα, φησίν, ἀναιρεῖ ὀργή, 2b πεπλανημένον δὲ θανατοῖ ζῆλος. ἀλλ' ὁ σοφὸς ταῦτα πάντα ἐπέσκεπται μετὰ ἀκριβείας, ὁ δὲ ἀνόητος πρὸς οὐδὲν τούτων ὁρᾷ· ἢ ὅτι ὁ θεὸς ἀναιρεῖ τῇ ὀργῇ τὸν 69 ἄφρονα, πεπλανημένον δὲ θανατοῖ ζῆλος ὁ τοῦ θεοῦ. τουτέστιν· ἡ ὀργὴ τοὺς ἄφρονας ἀναιρεῖ· ἐμοὶ δοκεῖ τοὺς ἁμαρτωλοὺς λέγειν. τὸν ἄφρονα, φησίν, ὀργὴ ἀναιρεῖ, ὥστε τὸν φρόνιμον οὐδαμῶς· οὐδὲ γὰρ ὀργὴ ἔστιν ἐκεῖ. ὀργὴ δὲ ἀπόλλυσι καὶ φρονίμους, ἀλλαχοῦ φησιν· ὅταν δὲ καὶ ἀφροσύνη ᾖ, πολλῷ μᾶλλον. 5,3a ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζας βαλόντας, 3b ἀλλ' εὐθὺς ἡ δίαιτα αὐτῶν ἐβρώθη. καὶ ὅρα, πῶς προδιορθοῦται· «μή μοι τοῦτο εἴπῃς, ὅτι πολλάκις καὶ παῖδας ἔσχον, ἀλλ' οὐ διηνεκῶς.» ἐπειδὴ γὰρ εἰκὸς ἦν λέγειν τινά· «πῶς οὖν, εἰ ἁμαρτωλὸς ἦν ὁ Ἰώβ, τοσούτων ἀπήλαυσεν ἀγαθῶν;», «ναί», φησίν, «ἑώρακα ἄφρονας ῥίζας βαλόντας.» ὁρᾷς, ὅτι τὸν ἄφρονα τὸν ἁμαρτωλὸν λέγει; καὶ τοῦτο τῆς τοῦ θεοῦ οἰκονομίας, ὥστε μὴ εὐθέως τοὺς ἁμαρτωλοὺς ἀναιρεῖν, ἀλλὰ διδόναι αὐτοῖς προθεσμίαν μετανοίας, ὥστε τοῖς ἀνθρώποις μὴ εἶναι ἀναγκαστὸν τὸ καλόν. 5,4a πόρρω γένοιντο, φησίν, οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας, 4b κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων. τουτέστιν· ἐσκορπίσθησαν, ἐξερρίφησαν. 5,4b καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος. 5,5a ἃ γὰρ ἐκεῖνοι ἐθέρισαν, δίκαιοι ἔδονται· 5b αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαιρεθήσονται, 5c καὶ ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς. τουτέστιν· ἐξαντληθείη αὐτῶν ἡ δύναμις. ἅμα καὶ ἐπαιρομένου ἐστὶ ταῦτα. 5,6a οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, 6b οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος. «τὸ γὰρ βαρύθυμον τοῦτο», φησίν, «ἐν ἀνθρώποις ἐστίν.» ὅρα, πῶς πάλιν βιάζεται δεῖξαι φυσικὰ τὰ εἰρημένα, ἵνα μὴ ἔχῃ τις ἐπισκῆψαι τῷ λόγῳ. «ἡ γὰρ τῶν ἀνθρώπων φύσις τοιαύτη», φησίν· 70 «οὐδὲν γὰρ μοχθηρότερον ἢ ὀϊζυρότερον γαῖα τρέφει ἀνθρώπου.» τουτέστιν· οὐ δεῖ θαυμάζειν οὐδὲ ξενίζεσθαι. ἐπὶ τούτῳ γεγόναμεν ὥστε ταλαιπωρεῖν καὶ ταλαιπωρεῖσθαι. τοῦτο καὶ ὁ προφήτης φησίν· καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος, καὶ πάλιν ὁ Ἰακώβ· μικραὶ καὶ πόνηραι αἱ ἡμέραι μου. 5,7a ἀλλ' ἄνθρωπος, φησίν, ἐν κόπῳ γεννᾶται. «φυσικὸν τὸ πρᾶγμά ἐστιν», φησίν, «ἀδύνατόν ἐστι διαφυγεῖν δυσπραγίαν.» ἵνα γὰρ μὴ λέγῃ τις πάλιν, ὅτι δίκαιος ἦν ὁ Ἰώβ, «ἔστι δίκαιος» φησίν, «ἀλλ' ἡ φύσις ἡ ἀνθρωπίνη τοιαύτη τίς ἐστιν ὥστε φέρειν τὰ δεινά.» ὅρα, ὅτι οὐκ ἔστιν ἀναμάρτητος, ἀπὸ τῆς φύσεως διϊσχυρίζεται· ἔα δέ, φησίν, τοὺς κατοικοῦντας οἰκίας πηλίνας, καὶ πάλιν· τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἔναντι κυρίου; πάλιν, ὅτι οὐκ ἔνι χωρὶς τῶν κακῶν ἐξελθεῖν, ἄνθρωπος, φησίν, ἐν κόπῳ γεννᾶται. οὐ γὰρ δὴ τὰ ἀναίσθητα οὐδὲ τὰ ἄλογα ζῷα μέλλουσι τῆς ἀθυμίας αἰσθάνεσθαι, ἀλλ' ἐν ἀνθρώποις τοῦτ' ἔστιν. ἐπίσκεψαι τὴν κοινὴν φύσιν καὶ ὄψει τοῦτο οὕτως ἔχον. 5,7b νεοσσοὶ δέ, φησίν, γυπῶν τὰ ὑψηλὰ πέτονται. τουτέστιν· ἀφρόντιδές εἰσι καὶ ἀμέριμνοι. τί οὖν; πλείονος ἀπολαύουσι προνοίας; ἄπαγε, ἐπεὶ οὐδὲ ἡ γῆ οὐδὲ τὰ ὄρη, ἐπειδὴ ἀναισθησίας μετέχει. ἐμοὶ δοκεῖ καὶ τοῦτο ἀναίσθητον εἶναι τὸ ζῷον αἱμοβόρον καὶ σαρκοφάγον ὄν. 5,8a οὐ μὴν δέ, ἀλλ' ἐγὼ δεηθήσομαι κυρίου, 8b κύριον δὲ τὸν παντοκράτορα ἐπικαλέσομαι. «καὶ τούτων ὄντων οὕτως», φησίν,